ΤΡΙΩΔΙΟΝ
Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ




ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ, Τριῳδίου
Ἦχος δ'
Ἰδιόμελον
Νῦν καιρὸς εὐπρόσδεκτος, νῦν ἡμέρα σωτηρίας, ἐν τῷ πλήθει τοῦ ἐλέους σου, ἐπίσκεψαί μου τὴν ψυχήν, καὶ τὸ φορτίον τῶν ἀνομιῶν μου, ἄνες μόνε Φιλάνθρωπε.
Ἦχος δ'
Νῦν καιρὸς εὐπρόσδεκτος, νῦν ἡμέρα σωτηρίας, ἐν τῷ πλήθει τοῦ ἐλέους σου, ἐπίσκεψαί μου τὴν ψυχήν, καὶ τὸ φορτίον τῶν ἀνομιῶν μου, ἄνες μόνε Φιλάνθρωπε.

Προκείμενον Ἦχος δ' Ψαλμὸς λθ'
Τὸ ἔλεός σου, Κύριε, καὶ ἡ ἀλήθειά σου.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. Ε', 32 - ΣΤ', 8)

Νῶε ἦν ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, καὶ τὸν Ἰάφεθ. Καὶ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς. Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο. Καὶ εἶπε Κύριος ὁ Θεός· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας, ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν, ἑκατόν εἴκοσιν ἔτη, οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ μετ΄ ἐκεῖνο, ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτόῖς, ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ' αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί. Ἰδὼν δὲ Κύριος ὁ Θεός, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας, καὶ ἐνεθυμήθη ὁ Θεός, ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ διενοήθη, καὶ εἶπεν· Ἁπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἀπὸ ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανοῦ, ὅτι μετεμελήθην, ὅτι ἐποίησα αὐτούς, Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ.

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς μ'
Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με.
Στίχ. Μακάριος ὁ συνιὼν ἐπὶ πτωχόν.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ ΣΤ', 20 - Ζ', 1)

Υἱέ, φύλασσε νόμους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου, ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διαπαντός, καὶ ἐγκλοίωσαι περὶ σῷ τραχήλῳ. Ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτήν, καὶ μετὰ σοῦ ἔστω, ὡς δ' ἂν καθεύδῃς, φυλασσέτω σε, ἵνα ἐγειρομένῳ συλλαλῇ σοι. Ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς, καὶ ὁδὸς ζωῆς, καὶ ἔλεγχος, καὶ παιδεία, τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου, καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας. Υἱέ, μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς, μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων· τιμὴ γὰρ πόρνης, ὅση καὶ ἑνὸς ἄρτου, γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; Ἢ περιπατήσει τις ἐπ' ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαύσει; Οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθωωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς, οὐ θαυμαστόν, ἐὰν ἁλῷ τις κλέπτων· κλέπτει γάρ, ἵνα ἐμπλήσῃ ψυχὴν πεινῶσαν, ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δούς, ῥύσεται ἑαυτόν, ὁ δὲ μοιχὸς δι' ἔνδειαν φρενῶν, ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ περιποιεῖται, ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει, τό τε ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα. Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων. Υἱέ, φύλασσε ἐμοὺς λόγους, τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ. Υἱέ, τίμα τὸν Κύριον, καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ, μὴ φοβοῦ ἄλλον.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἀπολυτίκιον, Τριῳδίου
Ἦχος β'
Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Ἦχος β'
Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.
Ἦχος β'
Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν.

Κάθισμα Ἀμώμου, Τριῳδίου
Ἦχος πλ. α'
Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον, ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια, καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ, καὶ γνώσει φιλάνθρωπε.
Δόξα...
Καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει φιλάνθρωπε.
Καὶ νῦν... Θεοτοκίον
Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ Κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Κανών α', ᾨδὴ ς', Τριῳδίου
Ἦχος πλ. δ'
Τὴν δέησιν ἐκχεῶ ΤΟ ΑΚΟΥΤΕ
Οἱ Ἅγιοι διὰ πλείστων βασάνων, τὰς πολλὰς τῶν δυσμενῶν μυριάδας, καταβαλεῖν, ἠξιώθησαν Σῶτερ, καὶ τῶν πολλῶν ἀγαθῶν σου ἐπέτυχον, εὐχαῖς αὐτῶν ὡς ἀγαθός, τὰ πολλά μου ἐξάλειψον πταίσματα.

Ὑμνήσωμεν τοὺς Χριστοῦ Ἀθλοφόρους, καὶ βοήσωμεν αὐτοῖς ὁμοφρόνως, Δεσποτικῶν, μιμηταὶ παθημάτων, τὰ τῶν ψυχῶν ἡμῶν πάθη ἰάσατε, νηστεύειν τε ἀπὸ κακῆς, συνηθείας ἡμᾶς ἐνισχύσατε.

Μετέβαλες τοῦ θανάτου εἰς ὕπνον, τὸ ἐπίπονον ἐν τάφῳ ὑπνώσας, καὶ τοῖς νεκροῖς, τὴν ζωὴν ἐδωρήσω, τοὺς μεταστάντας οὖν Σῶτερ ἀξίωσον, τῆς στάσεως τῶν ἐκλεκτῶν, Ἀθλοφόρων ἁγίων δεήσεσι.
Θεοτοκίον
Νηστεύειν με καὶ ἀπέχεσθαι πάσης, ἁμαρτίας ἐνδυνάμωσον Κόρη, τὸν δυνατόν, ἀναμάρτητον Λόγον, σωματωθέντα ἀρρήτως κυήσασα, καὶ δίδου μοι καθαρτικόν, μολυσμάτων Πανάμωμε δάκρυον.

Κανών β', ᾨδὴ ς', Τριῳδίου
Ἦχος γ'
Βυθός μοι τῶν παθῶν ἐπανέστη ΤΟ ΑΚΟΥΤΕ
Μαρτύρων μνήμην ἐπιτελοῦμεν ἐνθέως, φιλομάρτυρες δεῦτε, ἀγαλλιασώμεθα, ὕμνοις αὐτοὺς καταστέφοντες, τὸν ἀθλοθέτην Χριστὸν εὐλογοῦντες.

Μαστίγων πρῶτον πεῖραν λαβόντες, εἶθ οὕτω λιθασθέντες πρισθέντες, θηρσὶ βορὰ δίδοσθε, σφαγιάζεσθε ὡς ἄρνες Χριστοῦ, ἀλλὰ ζῆτε εἰς ἀεὶ Ἀθλοφόροι.
Δόξα...
Τὰ τρία μιᾷ φύσει συνάπτων, τὸ ἓν δέ, τρισὶ τέμνων προσώποις, ἃ ἡ Θεότης ἐστί, Σαβέλλιόν τε καὶ τὸν Ἄρειον, τοὺς ἰσομέτρους κρημνοὺς διαφεύγω.
Καὶ νῦν... Θεοτοκίον
Παρθένος ὤφθης, καὶ μετὰ τόκον ἁγνεύεις· ἄμφω γὰρ καὶ λοχεύεις, ξενοπρεπὲς θέαμα, λεγόμενον, καὶ νοούμενον, ἐν σοὶ Θεομῆτορ.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Μαρτυρικὸν
Τὸ αἷμα τῆς ὑμῶν καρτερίας, Κυρίῳ ἱκετεύει ἀπαύστως, ὑπὲρ ὑμῶν Μάρτυρες· διὸ καὶ νῦν, ὑπερεύξασθε νηστεύειν ἡμᾶς, ἐκ παθῶν ἀτιμίας.
Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Νεκρώσιμον
Ὁ πάντα μέλλων κρῖναι τὸν Κόσμον, παρόντων μυριάδων Ἀγγέλων, ἀκαταγνώστως τότε παραστῆναί σοι καταξίωσον, τοὺς κοιμηθέντας, πιστῶς Πανοικτίρμον.
Ὁ Εἱρμὸς
«Βυθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων, ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαι φθορᾶς ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην».


Κανών α', ᾨδὴ ζ', Τριῳδίου
Ἦχος πλ. δ'
Παῖδες Ἑβραίων ἐν καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Ὄμβροις ἐσβέσατε αἱμάτων, παναοίδιμοι τὴν φλόγα τῆς ἀπάτης, τοῦ πυρὸς οὖν ἡμᾶς, τοῦ μέλλοντος πρεσβείαις, ταῖς πρὸς Χριστὸν λυτρώσατε, τοῦ Κυρίου Ἀθλοφόροι.

Στόματα φράξαντες λεόντων, τῶν βασάνων τὴν πυρὰν ὑπενεγκόντες, Ἀθλοφόροι τρυφήν, τὴν κρείττονα κληροῦσθε, ἧς περ τυχεῖν δεήθητε, καὶ ἡμᾶς εἰς τοὺς αἰῶνας.

Ὅλῳ φωτὶ περιλαμφθέντες, τῷ τοῦ πνεύματος γενναῖοι Ἀθλοφόροι, μεταστᾶσι πιστοῖς, τὴν ἄνεσιν αἰτεῖτε, καὶ Παραδείσου εἴσοδον, καὶ ζωῆς τὴν μετουσίαν.
Θεοτοκίον
Ὕμνον προσάγω σοι Παρθένε, μὴ παρίδῃς με κακοῖς κεκρατημένον· ἀλλὰ δίδου Ἁγνή, διόρθωσιν τελείαν, διὰ νηστείας πάσης τε, ἀγωγῆς ἀγαθοτρόπου.

Κανών β', ᾨδὴ ζ', Τριῳδίου
Ἦχος γ'
Ὁ τὴν φλόγα δροσίσας ΤΟ ΑΚΟΥΤΕ
Πῦρ καὶ ξίφος καὶ θήρας Ἀθλοφόροι, ὡς τρυφὴν λογισθέντες κατεπλήξατε, τοὺς φονεῖς ὑμῶν, ἀνυμνοῦντες Θεόν, τὸν τῶν Πατέρων ἡμῶν.

Μεληδὸν συγκοπέντες καὶ καέντες, τῷ Χριστῷ, ἀνηνέχθητε θυσία, εὐωδεστάτη Χριστοῦ Μάρτυρες, ἀλλ' αὐτὸν ὑπὲρ ἡμῶν, ἀεὶ πρεσβεύσατε.
Δόξα...
Ἐν Τριάδι ἕνα Θεὸν δοξάζω, τὸν Πατέρα, Υἱόν τε καὶ τὸ Πνεῦμα, Μονάδα ἁπλήν, Τριάδα σεπτήν, ἀρχὴν προάναρχον, καὶ ὁμοούσιον.
Καὶ νῦν... Θεοτοκίον
Παναγία Δέσποινα Θεοτόκε, τὰς εὐχὰς τῶν δούλων σου δεχομένη, προσένεγκε τῷ πάντων Θεῷ, ἵνα σώσῃ ἡμᾶς, ἀπὸ παντὸς πειρασμοῦ.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Μαρτυρικὸν
Τῶν Μαρτύρων οἱ δῆμοι οὐρανόθεν, τοὺς ὑμᾶς ἀνυμνοῦντας ἐπιστάντες, εὐλογήσατε, ἁγιάσατε προθύμως, τῶν Νηστειῶν, διατελεῖν τὸν καιρόν.
Μακάριοι οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.
Νεκρώσιμον
Τῶν ἐν πίστει πρὸς σὲ μετατεθέντων ὁ συνιὼν τὰ ἔργα τῶν ἀνθρώπων, τὰ ἑκούσια, καὶ ἀκούσια πταίσματα συγχωρῶν, ἀνάπαυσον ὡς Θεός.
Ὁ Εἱρμὸς
«Ὁ τὴν φλόγα δροσίσας τῆς καμίνου, καὶ τοὺς Παῖδας ἀφλέκτους διασώσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Κανών α', ᾨδὴ η', Τριῳδίου
Ἦχος πλ. δ'
Νικηταὶ τυράννου ΤΟ ΑΚΟΥΤΕ
Τῶν βασάνων εἴδη, ἀσθενείᾳ σώματος ὑπενεγκόντες, ἰατροὶ νοσούντων, Ἀθλοφόροι ὤφθητε· ὅθεν κραυγάζω. Τὴν ἐμὴν νοσοῦσαν ψυχὴν ἰατρεύσατε, χρόνῳ τῆς Νηστείας, διὰ τῆς μετανοίας.

Οἴμοι! πῶς παρῆλθον, πᾶσαι αἱ ἡμέραι μου ἐν ἀμελείᾳ, καὶ ἰδοὺ τὸ τέλος, φθάνει ἀτελείωτον, καλῶν λαβεῖν με. Οἱ καλῶς τὸν δρόμον, τελέσαντες Μάρτυρες, τέλος ἀγαθόν μοι, γενέσθαι δυσωπεῖτε.

Σταλαγμοῖς αἱμάτων, τὴν πυρὰν ἐσβέσατε τῆς ἀθεΐας, θεῖοι Ἀθλοφόροι, καὶ τοῖς ἐκδημήσασι τοῦδε τοῦ βίου, ἐξαιτεῖτε ὄντως, τὴν θείαν ἀνάπαυσιν, καὶ τῶν πεπραγμένων, τὴν λύσιν εἰς αἰῶνας.
Θεοτοκίον
Ἰεζεκιὴλ σε, πύλην ἀδιόδευτον Ἁγνὴ προεῖδε, μετανοίας πύλας, πᾶσιν ὑπανοίγουσαν ἀπεγνωσμένοις· ὅθεν δυσωπῶ σε, τρίβους μοι ὑπάνοιξον, τὰς πρὸς τὰς ἐκεῖθεν, φερούσας καταπαύσεις.

Κανών β', ᾨδὴ η', Τριῳδίου
Ἦχος γ'
Τὸν ἐξ ἀνάρχου ΤΟ ΑΚΟΥΤΕ
Τοὺς πολυάθλους αἰκισμούς, διαφόρως ὑπομείναντες, οἱ μὲν καέντες, ἕτεροι πρισθέντες, ἄλλοι δὲ τεμνόμενοι, εὐφραίνεσθε Ἀθληταί, ἀναμέλποντες Χριστῷ· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἐν τοῖς αἵμασιν ὑμῶν, ἁγιάζετε τὰ πέρατα, μικραῖς ῥανίσι, ῥεῖθρα ἰαμάτων πᾶσιν ἀναβλύζοντες, πανεύφημοι Μάρτυρες· διὸ βοᾶτε ἀεί· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Ἡ τρισυπόστατος Μονάς, ὁ Πατὴρ ὁ Υἱός, καὶ Πνεῦμα τὸ ζῶν, μία Θεότης, μία Βασιλεία, σὲ αἰνεῖ τὸ ἄδυτον φῶς, Ἀγγέλων αἱ στρατιαί, καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, ὑμνοῦμεν, εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Ἰδοὺ πᾶσαι γενεαί, μακαρίζομέν σε Ἄχραντε, τὰ μεγαλεῖα τὰ σὰ καθορῶντες· σὺ γὰρ τίκτεις ὑπερφυῶς, τὸν τοῦ παντὸς Ποιητήν, Θεὸν ὄντα καὶ βροτόν· διό σε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Μαρτυρικὸν
Τῶν Ἀθλοφόρων ὁ χορός, δυσωπήθητι τοῦ σῶσαι ἡμᾶς, πρὸς τὸν Σωτῆρα, τὰς ἱκετηρίας, καὶ τανῦν ποιούμενοι, λατρεύειν εἰλικρινῶς, δι' ἐγκρατείας αὐτῷ· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Νεκρώσιμον
Τοὺς Κοιμηθέντας εὐσεβῶς, ἐλπίδι ἀναστάσεως, πρὸς αἰωνίαν ζωὴν ἐγερθῆναι, Κύριε, ἀξίωσον αἰνεῖν σε εἰλικρινῶς, καὶ δοξάζειν ψαλμικῶς· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.
Ὁ Εἱρμὸς
«Τὸν ἐξ ἀνάρχου τοῦ Πατρός, γεννηθέντα πρὸ αἰώνων Θεόν, καὶ ἐπ' ἐσχάτων ἐκ τῆς Θεοτόκου, σάρκα ἐνδυσάμενον, ὡς τέλειον ἄνθρωπον, καὶ Θεὸν ἐκ τοῦ Θεοῦ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', Τριῳδίου
Ἦχος πλ. δ'
Ὅρους παρῆλθες τῆς φύσεως ΤΟ ΑΚΟΥΤΕ
Ὤφθητε θεῖοι ὡς ἄνθρακες, ὕλην πονηρὰν ἀθεΐας συμφλέξαντες, καὶ στίφη τῶν δαιμόνων ξίφει συγκόψαντες, γενναῖοι Ἀθλοφόροι, φωταγωγοὶ τῶν καρδιῶν ἡμῶν.

Σκότος βασάνων διήλθετε, καὶ πρὸς φωτισμὸν νοητὸν μετοικίσθητε, γενναῖοι Ἀθλοφόροι· διὸ φωτίσατε τὴν ταπεινὴν ψυχήν μου, ἐσκοτισμένην πλημμελήμασιν.

Ἤλγησαν πόνους προσφέροντες, οἱ πανευκλεεῖς Ἀθλοφόροι τοῦ σώματος, καὶ νῦν τοῖς μεταστᾶσι πιστοῖς τὴν ἄπονον, ἀνάπαυσιν αἰτοῦνται, καὶ παραδείσου τὴν ἀπόλαυσιν.
Θεοτοκίον
Φάνηθι ἄχραντε Δέσποινα, θεῖος συνεργὸς τοῖς ἀχρείοις οἰκέταις σου, καιρῷ τῆς ἐγκρατείας, τὰς προσευχὰς ἡμῶν προσάγουσα Κυρίῳ, τῷ τῶν αἰώνων βασιλεύοντι.

Κανών β', ᾨδὴ θ', Τριῳδίου
Ἦχος γ'
Σὲ τὴν ἀθάνατον ΤΟ ΑΚΟΥΤΕ
Ὡς πῦρ ἐμβληθέντες ἐκ Θεοῦ, εἰς τὴν γῆν καταφλέξατε, πᾶσαν πλάνην εἰδώλων, ἀνάψαντες πυρσόν, εἰς τὰ πέρατα εὐσεβείας, Ἀθλοφόροι Χριστοῦ.

Ὑμᾶς οὔτε φλόγες οὐ σφαγαί, οὐ τροχοὶ οὐκ ἀρθρέμβολα, καταπέλται, πριστῆρες, οὐκ ἄλλη βάσανος πικρὰ διεχώρισε, τῆς ἀγάπης Χριστοῦ Ἀθληταί.
Δόξα...
Ἓν καὶ τρία ἀνυμνῶ, εὐσεβῶς τὴν Θεότητα, τῇ μορφὴ τοῖς προσώποις, συνάπτων καὶ διαιρῶν, ὁ Πατήρ, ὁ Υἱός, καὶ τὸ ἅγιον Πνεῦμα· ταῦτα Ἓν εἰσι.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν ἐκ ῥίζης Ἱεσσαί, καὶ Δαυῒδ τοῦ προπάτορος, ἐκβλαστήσασαν ῥάβδον, πανάχραντε Ἁγνὴ μεγαλύνομεν, ὅτι σῴζεις τὰς ψυχὰς ἡμῶν.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Μαρτυρικὸν
Πληθὺς Μαρτύρων ἡ σεπτή, τὸν Χριστὸν ἐκδυσώπησον, ἐν εἰρήνῃ πληροῦντας τὸν δρόμον τῶν Νηστειῶν, κατιδεῖν ἡμᾶς, καὶ προσκυνῆσαι καὶ τὰ Πάθη αὐτοῦ.
Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.
Νεκρώσιμον
Νεκρῶν καὶ ζώντων ὡς Θεός, ὁ νεκρώσας τὸν θάνατον, καὶ ζωὴν τῇ Ἐγέρσει σου πᾶσι παρασχών, Χριστὲ ἀνάπαυσον, καὶ τοὺς δούλους σου, οὓς μετέστησας.
Ὁ Εἱρμὸς
«Σὲ τὴν ἀθάνατον πηγήν, τὴν δι' Ἁγίων ἰάματα, τῷ γένει τῶν ἀνθρώπων παρέχουσαν, Ἁγνὴ μεγαλύνομεν, ὅτι σῴζεις τὰς ψυχὰς ἡμῶν».


Προκείμενον Ἦχος πλ. β'
Εὐφράνθητε ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε δίκαιοι.
Στίχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Κοινωνικὸν
Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις, Ἀλληλούϊα.