ΤΡΙΩΔΙΟΝ
Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ




ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Δίδου μοι κατάνυξιν, καὶ τῶν κακῶν ἀλλοτρίωσιν, καὶ τελείαν διόρθωσιν, εἰς πάθη τοῦ σώματος, νῡν βεβυθισμένῳ, καὶ μεμακρυσμένῳ, ἐκ σοῦ Θεὲ Παμβασιλεῦ, καὶ μηδαμόθεν ἐλπίδα ἔχοντι, καὶ σῶσόν με τὸν ἄσωτον, διὰ πολλὴν ἀγαθότητα, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ'
Μωσῆς ὁ θεσπέσιος, διὰ νηστείας τεθέαται, καθαρθεὶς τὸν ποθούμενον. Τοῦτον οὖν ζηλώσασα, ταπεινὴ ψυχή μου, σπεῦσον ἐν ἡμέρᾳ, τῆς ἐγκρατείας τῶν κακῶν, ἐκκαθαρθῆναι, ὅπως τὸν Κύριον, διδόντα σοι τὴν ἄφεσιν, νῡν θεωρήσῃς ὑπάρχοντα, ἀγαθὸν καὶ φιλάνθρωπον, παντοδύναμον Κύριον.
Ἕτερον Τοῦ κυρίου Θεοδώρου
Ἦχος πλ. β'
Ἀρχαγγελικῶς ἀνυμνήσωμεν ΤΟ ΑΚΟΥΤΕ
Τὰ τῶν Νηστειῶν νῡν δισέβδομα φαιδρῶς, ἐναρξώμεθα τελοῦντες, ἡμέραν ἐξ ἡμέρας ἀδελφοί, ἅρμα πυρὸς ἐργασάμενοι ἡμῖν, ὡς Ἠλίας ὁ Θεσβίτης, τὰς τέσσαρας μεγάλας ἀρετάς, τὸν νοῦν ἀνυψώσωμεν ἀπαθείᾳ, τὴν σάρκα ὁπλίσωμεν τῇ ἁγνείᾳ, τρέποντες, καὶ νικῶντες τὸν ἐχθρόν.

Προκείμενον Ἦχος πλ. δ'
Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ Ὄνομά σου, Κύριε.
Στίχ. Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.
Στίχ. Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.
Καὶ πάλιν γεγονωτέρᾳ φωνῇ
Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ Ὄνομά σου, Κύριε.

Ἀπόστιχα, Ἦχος πλ. δ'
Ἰδιόμελον
Δεῦτε ἐκκαθάρωμεν ἑαυτούς, ἐν ἐλεημοσύναις καὶ οἰκτιρμοῖς πενήτων, μὴ σαλπίζοντες, μὴ δημοσιεύοντες ἡμῶν τὴν εὐποιΐαν, μὴ ἐπιγνώτω ἡ ἀριστερά, τῆς δεξιᾶς τὸ ἔργον, μὴ σκορπίσῃ ἡ κενοδοξία, τὸν καρπὸν τῆς ἐλεημοσύνης, ἀλλ' ἐν κρυπτῷ, τῷ τὰ κρυπτὰ εἰδότι κράξωμεν· Πάτερ, ἄφες τὰ παραπτώματα ἡμῶν, ὡς φιλάνθρωπος.
Ἦχος πλ. δ'
Δεῦτε ἐκκαθάρωμεν ἑαυτούς, ἐν ἐλεημοσύναις καὶ οἰκτιρμοῖς πενήτων, μὴ σαλπίζοντες, μὴ δημοσιεύοντες ἡμῶν τὴν εὐποιΐαν, μὴ ἐπιγνώτω ἡ ἀριστερά, τῆς δεξιᾶς τὸ ἔργον, μὴ σκορπίσῃ ἡ κενοδοξία, τὸν καρπὸν τῆς ἐλεημοσύνης, ἀλλ' ἐν κρυπτῷ, τῷ τὰ κρυπτὰ εἰδότι κράξωμεν· Πάτερ, ἄφες τὰ παραπτώματα ἡμῶν, ὡς φιλάνθρωπος.
Ἦχος πλ. δ'
Μαρτυρικὸν
Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῡν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. δ'
Τὰ οὐράνια ὑμνεῖ σε κεχαριτωμένη, Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Παραβάσεως καρπῷ, θανατωθέντα τὴν ψυχήν, ζωοποίησον Χριστέ, διὰ νηστείας ἀληθοῦς, καὶ μετανοίας μοι δέομαι ὡς Οἰκτίρμων, καὶ δίδου ἐν ὁδοῖς, ἀεὶ πορεύεσθαι, εὐθείαις καὶ καλαῖς, τῶν σῶν σεπτῶν ἐντολῶν, ὅπως τῆς θείας δόξης σου, σὺν πᾶσιν ἐπιτυχὼν τοῖς ποθοῦσί σε, δοξολογῶ σου, τὴν περὶ πάντας Ἰησοῦ ἀγαθότητα.
Θεοτοκίον
Τρικυμίαις τῶν παθῶν, ὁ ἀσυνείδητος ἐγώ, χειμαζόμενος Ἁγνή, ἐπικαλοῦμαί σε θερμῶς. Μή με παρίδῃς τὸν δείλαιον ἀπολέσθαι, ἄβυσσον ἐλέους, ἡ τέξασα· πλήν σου γὰρ ἐλπίδα, οὐ κέκτημαι, μὴ οὖν ἐχθροῖς ἐπίχαρμα, καὶ γέλως ὁ πεποιθώς σοι ὀφθήσομαι· καὶ γὰρ ἰσχύεις, ὅσα καὶ βούλει, ὡς Μήτηρ οὖσα τοῦ πάντων Θεοῦ.

Μετὰ τὴν γ' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος πλ. β'
Κύριε ἐλέησον ἡμᾶς ΤΟ ΑΚΟΥΤΕ
Κύριε κατεύθυνον ἡμᾶς, τὴν νηστείαν δισσεύοντας, ἁγιασμὸν ἡμῖν λάμψον, καὶ φωτισμὸν τῶν δικαιωμάτων σου, καὶ ἀξίωσον ἡμᾶς προσφέρειν σοι, εὐπρόσδεκτον εὐχήν, τὸ γόνυ κλίνοντας· σὺ γὰρ εἶ Πατὴρ ἡμῶν, καὶ ἡμεῖς υἱοί σου, καὶ σὲ φόβῳ ὑμνοῦμεν καὶ τὸ ὄνομά σου, ἐπικεκλήμεθα.
Θεοτοκίον ΤΟ ΑΚΟΥΤΕ
Ἀρχὴ σωτηρίας, ἡ τοῦ Γαβριὴλ προσηγορία, πρὸς τὴν Παρθένον ἐγένετο· ἤκουσε γὰρ τὸ Χαῖρε, καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν, ὡς ἡ Σάρρα ἐν τῇ σκηνῇ· ἀλλ' οὕτως ἔλεγεν· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

Κανών α', ᾨδὴ α', Τριῳδίου
Ἦχος δ'
Τριστάτας κραταιοὺς ΤΟ ΑΚΟΥΤΕ
Ὁ μόνος ἀγαθός, ἡ πηγὴ τοῦ ἐλέους, ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ αἴρων ὡς Θεός, τὰ τοῦ Κόσμου ἐγκλήματα, σῶσόν με ἁμαρτημάτων, τρικυμίᾳ ποντούμενον, μετανοίας πρός ὅρμον ἰθύνων με.

Νηστεία καθαρά, μακρυσμὸς ἁμαρτίας, ἀλλοτρίωσις παθῶν, ἀγάπη πρὸς Θεόν, προσευχῆς ἐπιμέλεια, δάκρυα σὺν κατανύξει, καὶ πενήτων προμήθεια, ὡς ὁ Χριστὸς ἐν Γραφαῖς ἐπηγγείλατο.

Πληγέντα τὴν ψυχήν, ἁμαρτίας ῥομφαία, καὶ κατάστικτον πολλοῖς, ὑπάρχοντα κακοῖς, Ἰατρὲ τῶν ψυχῶν ἡμῶν, ἴασαι ὡς εὐεργέτης, ἐπιθείς μοι τὰ φάρμακα, τῶν σοφῶν ἐντολῶν σου φιλάνθρωπε.
Θεοτοκίον
Ἀμόλυντε σκηνή, Παναγία Παρθένε, μολυνθέντα με δεινῶν, παθῶν ἐπαγωγαῖς, τῇ πηγῇ τοῦ ἐλέους σου, κάθαρον, καὶ δός μοι ὄμβρους, κατανύξεως Δέσποινα, ἁμαρτίας βυθὸν ἀφανίζουσα.

Κανών β', ᾨδὴ α', Τριῳδίου
Ἦχος πλ. β'
Βοηθὸς καὶ σκεπαστὴς ΤΟ ΑΚΟΥΤΕ
Ὡς μεθέορτον χαράν, καὶ δευτερεύουσαν Ἑβδομάδα, τῶν φωτοποιῶν, Νηστειῶν ἀδελφοί, δεξάμενοι πόθῳ, ἀνυμνήσωμεν Χριστόν, ἐνθέως εὐφραινόμενοι.

Κατανύξεως καιρόν, τὸν τῆς νηστείας νῡν εὑρηκότες, κλαύσωμεν σφοδρῶς, καὶ στενάξωμεν, πετάσωμεν χεῖρας, πρὸς τὸν μόνον Λυτρωτήν, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Τρισυπόστατε Μονάς, ἀρχικωτάτη Κυρία πάντων, τελεταρχική, ὑπεράρχιε, αὐτὴ ἡμᾶς σῶσον, ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ Πνεῦμα τὸ πανάγιον.
Καὶ νῦν... Θεοτοκίον
Τίς ἐγέννησεν υἱόν, τὸν μὴ σπαρέντα πατρῴῳ νόμῳ; τοῦτον οὖν γεννᾷ, ὁ Πατὴρ πλὴν μητρός, παράδοξον τέρας! σὺ γὰρ ἔτεκες Ἁγνή, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Πῶς σου οἴσω τὴν ὀργήν, Χριστέ μου ὅταν εἰς κρίσιν ἔλθῃς; ποῖον δὲ εὑρών, λόγον δώσω ἐκεῖ, μὴ πράξας μὴ δράσας, τὸ σὸν θέλημα Χριστὲ; διὸ πρὸ τέλους ἄνες μοι.
Ὁ Εἱρμὸς
Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν· Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται.


Κανών α', ᾨδὴ η', Τριῳδίου
Ἦχος δ'
Λυτρωτὰ τοῦ παντὸς ΤΟ ΑΚΟΥΤΕ
Παροδεύων τοῦ βίου τὸ ἄστατον, λῃστρικοῖς λογισμοῖς περιέπεσα, καὶ πληγωθεὶς προσώζεσα, ἰατρὲ τῶν νοσούντων, δίδου μοι χεῖρα, τῶν Ἁγίων σου πάντων δεήσεσι.

Χαλεπῆς ἁμαρτίας κλυδώνιον, τὴν ἐμὴν συνταράσσει διάνοιαν, ὥσπερ τὸν Πέτρον σῶσόν με, Ἰησοῦ μελῳδοῦντα· Πάντα τὰ ἔργα, εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

Ἐγκρατείᾳ τὰ πάθη νεκρώσωμεν, τῇ νηστείᾳ τὸ πνεῦμα πτερώσωμεν, πρὸς οὐρανὸν καὶ κράξωμεν, κατανύξει καρδίας. Ἡμάρτομέν σοι, ὁ Θεός, ὡς οἰκτίρμων συγχώρησον.
Θεοτοκίον
Ἐν γαστρί σου σκηνώσας ὁ Ὕψιστος, οὐρανῶν πλατυτέραν σε ἔδειξε, καὶ προστασίαν ἄμαχον, τῶν βοώντων Παρθένε· Πάντα τὰ ἔργα, εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

Κανών β', ᾨδὴ η', Τριῳδίου
Ἦχος πλ. β'
Ὃν Στρατιαί, οὐρανῶν ΤΟ ΑΚΟΥΤΕ
Τῆς τῶν παθῶν τυραννίδος Κύριε, ἀδούλωτον τὴν ψυχήν, δεῖξον τὴν ἐμήν, ἵνα ἐλευθερίως, ποιῶν τὸ θέλημά σου, χαίρω καὶ δοξάζω, τὸ κράτος σου εἰς τοὺς αἰῶνας.

Τὴν τοῦ Ἡσαῦ, ἀκρασίαν μίσησον, ψυχή μου, καὶ Ἰακώβ, ζήλου τὰ καλά, πτέρνισον τὸν Βελίαρ, διὰ τῆς ἐγκρατείας, πλούτισον τὰ θεῖα, καὶ ὕμνησον εἰς τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα
Ἕνα Θεόν, κατ' οὐσίαν σέβομαι, τρεῖς ὑποστάσεις ὑμνῶ, διοριστικῶς, ἄλλας ἀλλ' οὐκ ἀλλοίας, ἐπεὶ Θεότης μία, ἐν τρισὶ τὸ κράτος· καὶ γὰρ Πατήρ, Υἱὸς καὶ Πνεῦμα.
Καὶ νῦν... Θεοτοκίον
Ἐκ φωτεινῆς, προελθὼν νηδύος σου, ὡς νυμφίος ἐκ παστοῦ, ἔλαμψε Χριστός, φῶς τοῖς ἐν σκότει μέγα· καὶ γὰρ δικαιοσύνης, Ἥλιος ἀστράψας, ἐφώτισεν Ἁγνὴ τόν Κόσμον.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ὑδροποτῶν, οὐδεὶς ἠφρονεύσατο, ὤφθη δὲ Νῶε γυμνός, οἴνου πειραθείς, σπέρματα δὲ κακίας, ὁ Λὼτ ἐντεῦθεν τίκτει· φεῦγε ὦ ψυχή μου, τὴν μίμησιν, Χριστὸν ὑμνοῦσα.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...
Ὁ Εἱρμὸς
«Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', Τριῳδίου
Ἦχος δ'
Εὔα μὲν τῷ τῆς παρακοῆς ΤΟ ΑΚΟΥΤΕ
Νηστεύσωμεν μήνιδος παθῶν, τρυφήσωμεν τὴν ἀγάπην τὴν ἀνόθευτον, θρέψωμεν πένητας τῷ ἄρτῳ, τῇ θείᾳ σιτιζόμενοι χάριτι, καὶ δάκρυσι τὰ δάκρυα σβέσωμεν, τὰ τῆς μελλούσης ἀποφάσεως.

Ταλαίπωρε στέναξον ψυχή, σκυθρώπασον, μετανοίας τρόπους ἔνδειξον, νῡν ἐπὶ θύραις ἡ ἡμέρα, ὁ κρίνων ἀποτόμως καθέζεται, ἑκάστῳ ἀπονέμων τὰ ἄξια, τῶν πεπραγμένων καθὼς γέγραπται.

Οὐ κέκτημαι πράξεις ἀγαθάς, ἐσπίλωσα τὸν χιτῶνα, ὄνπερ εἴληφα θείου Βαπτίσματος ἐνδύσει, ἐν σκότει ἀγνωσίας πορεύομαι, φωτί με τοῦ προσώπου σου Κύριε, ἀπεγνωσμένον νῡν ἀνόρθωσον.
Θεοτοκίον
Μαρία Κυρία τοῦ παντός, παντοίοις με δουλωθέντα ἁμαρτήμασι, σὺ ἐλευθέρωσον Παρθένε, τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν· αὐτὴ γὰρ ὑπὲρ λόγον ἐκύησας, τὴν οὐσιώδη ἀγαθότητα.

Κανών β', ᾨδὴ θ', Τριῳδίου
Ἦχος πλ. β'
Ἀσπόρου συλλήψεως ΤΟ ΑΚΟΥΤΕ
Νῡν κακοπαθήσωμεν, ὡς στρατιῶται τοῦ Χριστοῦ· ὅσον γὰρ ὅσον, ὁ καιρὸς παρέρχεται, οἱ στέφανοι πλέκονται, τῶν ἀγωνιζομένων, οὓς ἀποδίδωσιν ὁ Χριστός, ὅταν ἥξῃ μετὰ δόξης, ἐπὶ γῆς τοῦ κρῖναι πᾶσαν τὴν γῆν.

Ὅλος τετραυμάτισμαι, ὅλος Χριστέ μου ἥλκωμαι, ἰάτρευσόν μου, τὰ ἕλκη τὰ τραύματα, τὰ πάθη τὰ δήγματα, τὰ ἐκ τῆς ἁμαρτίας, ἵνα ἀκούσω ὡς ὁ Λεπρός, τῆς φωνῆς σου τῆς ἁγίας, ὅτι θέλω καθαρίσθητι.
Δόξα...
Μόνου μονογεννήτωρ, μονογενοῦς Υἱοῦ Πατήρ, καὶ μόνος μόνου, φῶς φωτὸς ἀπαύγασμα, καὶ μόνον μόνος μόνου, Θεοῦ ἅγιον Πνεῦμα, Κυρίου Κύριον ὄντως ὄν· Ὦ Τριάς Μονὰς ἁγία, σῶσόν με θεολογοῦντά σε.
Καὶ νῦν... Θεοτοκίον
Τὸ θαῦμα τοῦ τόκου σου, ἐκπλήττει με Πανάμωμε, πῶς συλλαμβάνεις, ἀσπόρως τὸν ἄληπτον, εἰπὲ πῶς παρθενεύεις, γεννήσασα ὡς μήτηρ; τὸ ὑπὲρ φύσιν πίστει λαβών, τὸ τικτόμενον προσκύνει· ὅσα θέλει γὰρ καὶ δύναται.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Νηστεία τὸν Μωσέα, θεόπτην ἀπειργάσατο, Ἠλίαν πάλαι, φλογερὸν ἡνίοχον, τὸν Παῦλον δὲ ψυχή μου, φρικτὸν οὐρανοδρόμον· διὸ νηστεύσωμεν ἐκ κακῶν, καὶ εἰς ὕψος ἀπαθείας, καὶ ἡμεῖς ἁρπαγησόμεθα.
Ὁ Εἱρμὸς
«Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν».


Ἀπόστιχα, Τριῳδίου
Ἦχος πλ. α'
Ἰδιόμελον
Θαυμαστὸν ὅπλον, ἡ προσευχὴ καὶ νηστεία, αὕτη τὸν Μωσέα, νομογράφον ἔδειξε, καὶ Ἠλίαν ἐν θυσίαις ζηλωτήν, ταύτῃ προσκαρτερήσαντες πιστοί, τῷ Σωτῆρι βοήσωμεν· Σοὶ μόνῳ ἡμάρτομεν, ἐλέησον ἡμᾶς.
Ἦχος πλ. α'
Θαυμαστὸν ὅπλον, ἡ προσευχὴ καὶ νηστεία, αὕτη τὸν Μωσέα, νομογράφον ἔδειξε, καὶ Ἠλίαν ἐν θυσίαις ζηλωτήν, ταύτῃ προσκαρτερήσαντες πιστοί, τῷ Σωτῆρι βοήσωμεν· Σοὶ μόνῳ ἡμάρτομεν, ἐλέησον ἡμᾶς.
Ἦχος πλ. α'
Μαρτυρικὸν
Εὐλογημένος ὁ στρατός, τοῦ Βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ Ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν Ἀσωμάτων ἀξιωθέντες τιμῆς· Εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. α'
Σὲ δυσωποῦμεν ὡς Θεοῦ Μητέρα εὐλογημένη· Πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας
Ἦχος πλ. α'
Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας ἡμῶν, μνήσθητι ὅτι χοῦς ἑσμεν, μὴ καταδικάσῃς ἡμᾶς, ἐν τοῖς κατωτάτοις τῆς γῆς Ἀναμάρτητε. (Δίς)

Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς κα'
Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν.
Στίχ. Ὁ Θεὸς ὁ Θεός μου, πρόσχες μοι.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ Δ', 2-6 Ε', 1-7)

Τάδε λέγει Κύριος· Ἐπιλάμψει ὁ Θεὸς τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ. Καὶ ἔσται τὸ ὑπολειφθέν ἐν Σιών, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ, Ἅγιοι κληθήσονται πάντες, οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ. Ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν, καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἷμα Ἱερουσαλὴμ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν, ἐν πνεύματι κρίσεως, καὶ πνεύματι καύσεως. Καὶ ἥξει Κύριος, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιών, καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός, καὶ πάσῃ τῇ δόξῃ σκεπασθήσεται. Καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ. ᾌσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου, τῷ ἀμπελῶνι μου, ἀμπελὼν ἐγενήθη τῶν ἠγαπημένων ἐν κέρατι, ἐν τόπῳ πίονι, καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον Σωρήχ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, καὶ ἐποίησεν ἀκάνθας. Καὶ νῡν οἱ ἐνοικοῦντες ἐν Ἱερουσαλήμ, καὶ ἄνθρωπος τοῦ Ἰούδα, κρίνατε ἐν ἐμοί, καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. τί ποιήσω ἔτι τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἐνέμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. Νῡν οὖν ἀναγγελῶ ὑμῖν, τί ἐγὼ ποιήσω τῷ ἀμπελῶνί μου, ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, ουδ' οὐ μὴ σκαφῇ, καὶ ἀναβήσονται εἰς αὐτόν, ὡς εἰς χέρσον, ἄκανθαι, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι, τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν· ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαώθ, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ὁ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον.
Προκείμενον Ἦχος πλ. β' Ψαλμὸς κβ'
Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.
Στίχ. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.