ΤΡΙΩΔΙΟΝ
ΚΥΡΙΑΚΗ ΟΡΘΡΟΔΟΞΙΑΣ




ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, τὰ παρόντα Στιχηρὰ προσόμοια, εἰς δ'.
Ποίημα Νικολάου

Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Νῦν εὐσεβείας τὸ σέλας, πᾶσιν ἐφήπλωται, διασκεδάζον πλάνην, ἀσεβείας ὡς νέφος, φωτίζον δὲ καρδίας, τῶν εὐσεβῶν. Δεῦτε πάντες προσπέσωμεν, εὐσεβοφρόνως Εἰκόνας Χριστοῦ σεπτάς, προσκυνοῦντες οἱ Ὀρθόδοξοι.
Ἦχος α'
Ἱεροτύποις Εἰκόσι, νῦν ὡραΐζεται, ὡς νύμφη κοσμηθεῖσα, ἡ Χριστοῦ Ἐκκλησία, καὶ πάντας συγκαλεῖται πνευματικῶς, ἑορτάσαι· συνέλθωμεν, ἐν ὁμονοίᾳ καὶ πίστει χαρμονικῶς, μεγαλύνοντες τὸν Κύριον.
Ἦχος α'
Κόσμος ὁ σύμπας εὐφραίνου· ἰδοὺ γὰρ Κύριος, καθεῖλεν ἀπὸ ὕψους, ἀσεβείας τὸ κράτος, ἀρρήτῳ προμηθείᾳ· καὶ ταπεινοί, ἀνυψώθημεν σήμερον, Ὀρθοδοξίας πρός πίστιν δι' εὐσεβοῦς, Βασιλίδος ὁδηγούμενοι.
Ἦχος α'
Πρὸς τὸ πρωτότυπον φέρει, φησὶ Βασίλειος, τιμὴ ἡ τῆς εἰκόνος· διὰ τοῦτο ἐν σχέσει, τιμῶντες τὰς Εἰκόνας, Σωτῆρος Χριστοῦ, τῶν Ἁγίων ἁπάντων τε, ἵνα αὐτῶν δεδραγμένοι, μήποτε νῦν, δυσσεβείᾳ ὑπαχθείημεν.
Θεοτοκίον
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ὁ τῇ ἀνάρχῳ, καὶ θείᾳ, φύσει ἀόρατος, βροτὸς ὡράθη Κόρη, ἐξ ἁγνῶν σου αἱμάτων, δι' ἄκραν εὐσπλαγχνίαν, οὗ τῆς σαρκός, γεγραφότες τὴν μίμησιν, τιμητικῶς προσκυνοῦμεν πάντες πιστοί, εὐσεβῶς καὶ μεγαλύνομεν.

Ἀπόστιχα Προσόμοια
Ἦχος β'
Οἶκος τοῦ Εὐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Λύμης φθοροποιοῦ, φυγόντες κακοδόξων, ὀρθοδοξίας φέγγει, καρδίας ἐλλαμφθῶμεν, πιστοὶ Θεὸν δοξάζοντες.
Στίχ. Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ.
Ἦχος β'
Ἀρείου θολερά, κατήργηται ἀπάτη, Μακεδονίου Πέτρου, Σεβήρου τε καὶ Πύρρου, καὶ λάμπει Φῶς τρισήλιον.
Στίχ. Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.
Ἦχος β'
Οὐκέτι δυσσεβῶν, αὐχεῖ τὸ νόθον δόγμα· Θεὸς γὰρ Ὀρθοδόξοις, τῇ νεύσει Θεοδώρας, ῥάβδον ἰσχύος δίδωσι.
Θεοτοκίον
Ἦχος β'
Οἶκος τοῦ Εὐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Ὕψωσας ταπεινῶν, τὸ κέρας Θεοτόκε, τεκοῦσα Θεὸν Λόγον· ὅθεν πιστῶς σε πάντες, τιμῶντες μεγαλύνομεν.

Ἀπολυτίκιον τοῦ Τριῳδίου
Ἦχος β'
Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον.
Ἦχος β'
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τα σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.


ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ Προσόμοια τοῦ Τριῳδίου
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Σὲ τὸν ἀκατάληπτον, πρὸ ἑωσφόρου ἀνάρχως, ἐξ ἀΰλου λάμψαντα, ἀσωμάτου τε γαστρὸς τοῦ Γεννήτορος, οἱ Προφῆται Κύριε, οἱ τῷ σῷ Πνεύματι, ἐμπνευσθέντες προηγόρευσαν, Παιδίον ἔσεσθαι, ἐξ Ἀπειρογάμου σαρκούμενον, ἀνθρώποις συναπτόμενον, καὶ τοῖς ἐπὶ γῆς καθορώμενον· δι' ὧν ὡς Οἰκτίρμων, ἐλλάμψεως ἀξίωσον τῆς σῆς, τούς ἀνυμνοῦντας τὴν ἄφραστον, σοῦ σεπτὴν Ἀνάστασιν.
Ἦχος πλ. β'
Λόγῳ σε κηρύξαντες, οἱ θεηγόροι Προφῆται, καὶ ἔργοις τιμήσαντες, ἀτελεύτητον ζωὴν ἐκαρπώσαντο· τῇ γὰρ κτίσει Δέσποτα, παρὰ σὲ τὸν Κτίσαντα μὴ λατρεύειν καρτερήσαντες, τὸν Κόσμον ἅπαντα, εὐαγγελικῶς ἀπεστράφησαν, καὶ σύμμορφοι γεγόνασιν, οὗπερ προηγόρευσαν Πάθους σου· ὧν ταὶς ἱκεσίαις, ἀξίωσον ἀμέμπτως διελθεῖν, τῆς ἐγκρατείας τὸ στάδιον, μόνε Πολυέλεε.
Ἦχος πλ. β'
Φύσει ἀπερίγραπτος, τῇ θεϊκῇ σου ὑπάρχων, ἐπ' ἐσχάτων Δέσποτα, σαρκωθεὶς ἠξίωσας περιγράφεσθαι· τῆς σαρκὸς προσλήψει γάρ, καὶ τὰ ἰδιώματα, ἀνελάβου ταύτης ἅπαντα· διὸ τὸ εἶδός σου, τὸ τῆς ἐμφερείας, ἐγγράφοντες, σχετικῶς ἀσπαζόμεθα, πρὸς τὴν σὴν ἀγάπην ὑψούμενοι, καὶ τῶν ἰαμάτων, τὴν χάριν ἀπαντλοῦμεν ἐξ αὐτοῦ, τῶν Ἀποστόλων ἑπόμενοι, θείαις παραδόσεσιν.
Ἦχος πλ. β'
Ὑπέρτιμον κόσμησιν, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τῶν σεπτῶν ἀπείληφε, καὶ ἁγίων Εἰκόνων, τοῦ Σωτῆρος Χριστοῦ, καὶ τῆς Θεομήτορος καὶ Ἁγίων πάντων, φαιδροτάτην ἀναστήλωσιν· δι' ἧς φαιδρύνεται, καὶ καταγλαΐζεται χάριτι, καὶ στῖφος ἀποβάλλεται, τῶν αἱρετικῶν ἐκδιώκουσα, καὶ ἀγαλλομένη, δοξάζει τὸν φιλάνθρωπον Θεόν τὸν δι' αὐτὴν ὑπομείναντα, πάθη τὰ ἑκούσια.
Δόξα... Ἦχος β'
Ἡ χάρις ἐπέλαμψε τῆς ἀληθείας, τὰ προτυπούμενα πάλαι σκιωδῶς νῦν ἀναφανδὸν ἐκτετέλεσται· ἰδοὺ γὰρ ἡ Ἐκκλησία, τὴν ἔνσωμον Εἰκόνα Χριστοῦ, ὡς ὑπερκόσμιον κόσμον ἐπαμφιέννυται, τῆς σκηνῆς τοῦ μαρτυρίου τὸν τύπον προϋπογράφουσα, καὶ τὴν Ὀρθόδοξον Πίστιν κατέχουσα, ἵνα ὃν σεβόμεθα, τούτου καὶ τὴν Εἰκόνα διακρατοῦντες μὴ πλανώμεθα. Ἐνδυσάσθωσαν αἰσχύνην, οἱ οὕτω μὴ πιστεύοντες· ἡμῖν γὰρ δόξα τοῦ Σαρκωθέντος ἡ μορφή, εὐσεβῶς προσκυνουμένη, οὐ θεοποιουμένη. Ταύτην κατασπαζόμενοι, πιστοὶ βοήσωμεν· Ὁ Θεὸς σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

Εἰς τὴν Λιτὴν
Δόξα... Ἰδιόμελον Ἦχος β'
Χαίρετε Προφῆται τίμιοι, οἱ τὸν νόμον Κυρίου καλῶς διαταξάμενοι, καὶ τῇ πίστει φανέντες, ἀπόρθητοι στῦλοι ἀκλινεῖς· ὑμεῖς γὰρ καὶ μεσῖται ὤφθητε τῆς νέας Διαθήκης Χριστοῦ, καὶ μεταστάντες πρὸς Οὐρανόν, αὐτὸν ἱκετεύσατε, εἰρηνεῦσαι τὸν Κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον Ἦχος ὁ αὐτὸς
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἀπόστιχα
Δόξα... Ἦχος β', Ἰδιόμελον
Οἱ ἐξ ἀσεβείας, εἰς εὐσέβειαν προβάντες, καὶ τῷ φωτὶ τῆς γνώσεως ἐλλαμφθέντες, ψαλμικῶς τὰς χεῖρας κροτήσωμεν, εὐχαριστήριον αἶνον Θεῷ προσάγοντες, καὶ τὰς ἐν τοίχοις καὶ πίναξι, καὶ ἱεροῖς σκεύεσιν ἐγχαραχθείσας ἱερὰς Χριστοῦ Εἰκόνας, τῆς Πανάγνου, καὶ πάντων τῶν Ἁγίων, τιμητικῶς προσκυνήσωμεν, ἀποβαλλόμενοι τὴν δυσσεβῆ τῶν κακοδόξων θρησκείαν· ἡ γὰρ τιμὴ τῆς Εἰκόνος, ὥς φησι Βασίλειος, ἐπὶ τὸ πρωτότυπον διαβαίνει, αἰτούμενοι ταῖς πρεσβείαις τῆς ἀχράντου σου Μητρός, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ πάντων τῶν Ἁγίων, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Ἦχος β'
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν Κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον τοῦ Τριῳδίου
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον.
Ἦχος β'
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τα σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τοῦ Τριῳδίου, οὗ ἡ ἀκροστιχίς.
Σημερον εὐσεβίης θεοφεγγέος ἤλυθεν αἴγλη.
Ποίημα τοῦ κυρίου Θεοφάνους.

ᾨδὴ α', τοῦ Τριῳδίου

Ἦχος δ'
Θαλάσσης τὸ ἐρυθραῖον ΤΟ ΑΚΟΥΤΕ
Σκιρτῶντες μετ' εὐφροσύνης σήμερον, πιστοὶ βοήσωμεν· Ὡς θαυμαστὰ τὰ ἔργα σου Χριστέ, καὶ μεγάλη ἡ δύναμις, ὁ τὴν ἡμῶν ὁμόνοιαν, καὶ συμφωνίαν ἐργασάμενος!

Ἡμέραν χαρμονικὴν θεόφρονες, δεῦτε τελέσωμεν, νῦν οὐρανὸς εὐφραίνεται καὶ γῆ, καὶ Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν συστήματα, διαφερόντως ἑορτάζοντα.

Μεγίστην εὐεργεσίαν βλέποντες, χεῖρας κροτήσωμεν, τὰ διεστῶτα μέλη τοῦ Χριστοῦ, συνηγμένα πρὸς ἕνωσιν, καὶ τὸν Θεὸν αἰνέσωμεν, τὸν τὴν εἰρήνην πρυτανεύσαντα.

Ἐδόθη τῇ Ἐκκλησία σήμερον, τὰ νικητήρια θεοκινήτῳ νεύσει καὶ βουλῇ, Μιχαὴλ Θεοδώρας τε, τῶν εὐσεβῶς τῆς Πίστεως, ἀντεχομένων Βασιλέων ἡμῶν.
Θεοτοκίον
Ῥομφαῖαι τῶν δυσσεβῶν ἐξέλιπον, σαφῶς αἱρέσεων· τὸν γὰρ Ναόν σου Πάναγνε σεμνή, ἐν Εἰκόσι κοσμούμενον, πανευσεβῶς θεώμενοι, νῦν πανιέρως ἀγαλλόμεθα.
Καταβασία
«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

ᾨδὴ γ', τοῦ Τριῳδίου
Ἦχος δ'
Εὐφραίνεται ἐπὶ σοὶ ΤΟ ΑΚΟΥΤΕ
Οὐκέτι τῶν ἀσεβῶν, αἱρετικῶν νῦν ἡ ὀφρὺς αἴρεται· ἡ γὰρ Θεοῦ δύναμις, τὴν Ὀρθοδοξίαν ἐκράτυνε.

Νεφέλαι προφητικῶς, ζωοποιὸν ἐξ οὐρανοῦ σήμερον, δρόσον ἡμῖν ῥανάτωσαν, ἐπὶ τῇ ἐγέρσει τῆς Πίστεως.

Εὐήχως αἱ μυστικαί, τῶν Ἀποστόλων τοῦ Χριστοῦ σάλπιγγες, ὑπερφυῶς βοάτωσαν, τῶν σεπτῶν Εἰκόνων ἀνόρθωσιν.

Ὑμνήσωμεν τὸν Χριστόν, τὸν ἀναδείξαντα ἡμῖν Ἀνασσαν, θεοσεβῆ φιλόχριστον, σὺν τῷ θεοστέπτῳ βλαστήματι.
Θεοτοκίον
Σκηνήν σου τὴν ἱεράν, καταλαβόντες οἱ πιστοὶ Πάναγνε, φωτοειδεῖ χάριτι, νῦν καταυγασθῆναι δεόμεθα.
Καταβασία
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Κάθισμα
Ἦχος α'
Χορὸς Ἀγγελικὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν θείαν σου μορφήν, ἐν Εἰκόνι τυποῦντες, τὴν Γέννησιν Χριστέ, ἀριδήλως βοῶμεν, τὰ θαύματα τὰ ἄρρητα, τὴν ἑκούσιον Σταύρωσιν· ὅθεν Δαίμονες, ἀποδιώκονται φόβῳ, καὶ κακόδοξοι, ἐν κατηφείᾳ θρηνοῦσιν, ὡς τούτων συμμέτοχοι.
Δόξα... Ὅμοιον
Μορφὰς τῶν Προφητῶν, Ἀποστόλων τὰ εἴδη, Μαρτύρων ἱερῶν, καὶ Ἁγίων ἁπάντων, Εἰκόνας καὶ μορφώματα, ἱερῶς ὡραΐζεται, τοῦ Νυμφίου δέ, τοῦ νοητοῦ καὶ τῆς Νύμφης, ἀγλαΐζεται, ταῖς νοεραῖς ἀγλαΐαις, ἡ μήτηρ ἡ ἄνω Σιών.
Καὶ νῦν... Θεοτοκίον, Ὅμοιον
Τοῖς πόθῳ σου Σεμνή, τὴν ἁγίαν Εἰκόνα, τιμῶσι καὶ Θεοῦ, ἀληθῆ σε Μητέρα, συμφώνως καταγγέλλουσι, καὶ πιστῶς προσκυνοῦσί σε, φύλαξ φάνηθι, καὶ κραταιὰ προστασία, ἀποτρέπουσα, πᾶν δυσχερὲς πόρρω τούτων, ὡς πάντα ἰσχύουσα.

ᾨδὴ δ', τοῦ Τριῳδίου
Ἦχος δ'
Ἐπαρθέντα σε ἰδοῦσα ΤΟ ΑΚΟΥΤΕ
Ἐπιφοιτήσει τῇ θείᾳ τοῦ Παρακλήτου, τὸν σὸν Ναὸν ἁγίασον, καὶ τῇ παρουσίᾳ, τούτου τῆς αἱρέσεως, τὴν πλάνην ἀπέλασον, Λόγε τοῦ Θεοῦ πολυέλεε.

Βιαιοτάτης ῥυσάμενος δυσσεβείας, τὸν σὸν λαὸν ἀνάδειξον τῷ τῆς εὐσεβείας, ζήλῳ πυρπολούμενον, καὶ πίστει κραυγάζοντα· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἱεροτύποις μορφώσεσι τῶν Εἰκόνων, τῶν τοῦ Χριστοῦ θεώμενοι, καὶ τῆς Θεοτόκου, τύποις καταλάμποντα, τὰ θεῖα σκηνώματα, ἱεροπρεπῶς ἀγαλλόμεθα.

Ἡ Βασίλισσα στεφάνῳ κεκοσμημένη, τὴν ἀληθῆ ποθήσασα, Χριστοῦ βασιλείαν, τούτου ἀνιστόρησεν Εἰκόνα τὴν ἄχραντον, καὶ τὰ τῶν Ἁγίων μορφώματα.
Θεοτοκίον
Σεσαρκωμένον τεκοῦσα τὸν Θεὸν Λόγον, θεοπρεπὲς ἁγίασμα, Κεχαριτωμένη, τούτου ἀναδέδειξαι· διό σου τὸ τέμενος, τὸ φωτοειδὲς ἐγκαινίζομεν.
Καταβασία
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

ᾨδὴ ε', τοῦ Τριῳδίου
Ἦχος δ'
Κύριέ μου φῶς ΤΟ ΑΚΟΥΤΕ
Θοῦ Κύριε τῇ σῇ, Ἐκκλησίᾳ, κραταίωμα, ἀκλόνητον διαμένειν, εἰς αἰῶνα αἰῶνος, τῷ σάλῳ τῶν αἱρέσεων.

Εἰς ἅπασαν τὴν γῆν, ἡ φαιδρότης ἐξέλαμψε, τῆς ἄνωθεν δεδομένης, τοῖς πιστοῖς εὐφροσύνης, καὶ θείας ἀντιλήψεως.

Ὁ μόνος ἀγαθός, καὶ πηγὴ ἀγαθότητος, σὺ ὕψωσον ὀρθοδόξων, Βασιλέων τὸ κέρας, τιμώντων τὴν Εἰκόνα σου.

Φῶς ἄδυτον ἡμῖν, εὐσεβείας ἀνέτειλε, θεσπίσματι θεοπνεύστῳ, τῶν πιστῶν Βασιλέων, καὶ νεύματι θεόφρονι.
Θεοτοκίον
Ἐγκαίνισον ἡμῖν, τὴν ἀρχαίαν εὐπρέπειαν, πανάχραντε Θεομῆτορ, καὶ τὸν Οἶκόν σου τοῦτον, ἁγίασον σῇ χάριτι.
Καταβασία
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε».

ᾨδὴ ς', τοῦ Τριῳδίου
Ἦχος δ'
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως ΤΟ ΑΚΟΥΤΕ
Γράφεται, καὶ τιμᾶται πιστῶς προσκυνούμενος, ὁ χαρακτὴρ τοῦ Δεσπότου, καὶ λαμβάνει πάλιν ἡ Ἐκκλησία, παρρησίαν, εὐσεβῶς τὸν Σωτῆρα δοξάζουσα.

Γυμνοῦται, κατηφείας καὶ σκότους αἱρέσεως, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, καὶ φορεῖ χιτῶνα τῆς εὐφροσύνης, καὶ τῇ θείᾳ, καὶ φωσφόρῳ πυκάζεται χάριτι.

Εὐκλείας, τῆς ἀρχαίας ἐλλάμψεως ἔτυχε, τῶν Ὀρθοδόξων ὁ δῆμος, Θεοδώρας νεύσει τῆς Βασιλίδος, καὶ τοῦ ταύτης, εὐσεβοῦς Μιχαὴλ Αὐτοκράτορος.
Θεοτοκίον
Ὁ πάλαι, μαρτυρίου προστάξας γενέσθαι σκηνήν, ὡς ἐν σκηνῇ λογικῇ σοι, κατοικεῖ ὁ μόνος δεδοξασμένος, ὁ δοξάζων, τὸν Ναόν σου Παρθένε τοῖς θαύμασι.
Καταβασία
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς Πλευρᾶς σου ῥεύσαντι αἵματι».

Κοντάκιον
Ἦχος πλ. δ'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἀπερίγραπτος Λόγος τοῦ Πατρός, ἐκ σοῦ Θεοτόκε περιεγράφη σαρκούμενος, καὶ τὴν ῥυπωθεῖσαν εἰκόνα εἰς τὸ ἀρχαῖον ἀναμορφώσας, τῷ θείῳ κάλλει συγκατέμιξεν. Ἀλλ' ὁμολογοῦντες τὴν σωτηρίαν, ἔργῳ καὶ λόγῳ, ταύτην ἀνιστοροῦμεν.
Ὁ Οἶκος
Τοῦτο τὸ τῆς Οἰκονομίας μυστήριον, πάλαι Προφῆται θειωδῶς ἐμπνευσθέντες, δι' ἡμᾶς, τοὺς εἰς τὰ τέλη τῶν αἰώνων καταντήσαντας, προκατήγγειλαν, τῆς τούτου τυχόντες ἐλλάμψεως. Γνῶσιν οὖν θείαν δι' αὐτοῦ λαβόντες, ἕνα Κύριον τὸν Θεὸν γινώσκομεν, ἐν τρισὶν ὑποστάσεσι δοξαζόμενον, καὶ αὐτῷ μόνῳ λατρεύοντες, μίαν Πίστιν, ἓν Βάπτισμα ἔχοντες, Χριστὸν ἐνδεδύμεθα. Ἀλλ' ὁμολογοῦντες τὴν σωτηρίαν, ἔργῳ καὶ λόγῳ, ταύτην ἀνιστοροῦμεν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πρώτῃ τῶν Νηστειῶν, ἀνάμνησιν ποιούμεθα τῆς ἀναστηλώσεως τῶν ἁγίων καὶ σεπτῶν Εἰκόνων, γενομένης παρὰ τῶν ἀειμνήστων Αὐτοκρατόρων Κωνσταντινουπόλεως, Μιχαὴλ καὶ τῆς μητρὸς αὐτοῦ Θεοδώρας, ἐπὶ τῆς Πατριαρχείας τοῦ ἁγίου καὶ Ὁμολογητοῦ Μεθοδίου.
Στίχοι
Τὰς οὐ πρεπόντως ἐξορίστους Εἰκόνας,
Χαίρω, πρεπόντως προσκυνουμένας βλέπων.

Ἡ ἀπαράλλακτος Εἰκὼν τοῦ Πατρός, πρεσβείαις τῶν ἁγίων σου Ὁμολογητῶν, ἐλέησον ἡμᾶς, Ἀμήν.

ᾨδὴ ζ', τοῦ Τριῳδίου
Ἦχος δ'
Ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Συγχορευέτω, τῆς Ἐκκλησίας τῇ φαιδρότητι, πόθῳ θεϊκῷ Ἀγγέλων ἡ στρατιά, θεοφρόνως ἀναμέλπουσα· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

Ἡ Ἐκκλησία, τῶν πρωτοτόκων καὶ πανήγυρις, χαίρει θεωμένη νῦν τὸν θεῖον λαόν, ὁμοφρόνως ἀναμέλποντα· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

Λελυτρωμένοι, τῆς πρὶν ἀχλύος τῆς αἱρέσεως, νεύσει Θεοδώρας τῆς ἀξιοπρεποῦς, Βασιλίδος ἀναμέλπομεν· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.
Θεοτοκίον
Ὑπὲρ τὰς ἄνω, χοροστασίας ἤρθης Πάναγνε, μόνη γενομένη Μήτηρ τοῦ Παντουργοῦ· γεγηθότες οὖν κραυγάζομεν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε Δέσποινα.
Καταβασία
Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

ᾨδὴ η', τοῦ Τριῳδίου
Ἦχος δ'
Χεῖρας ἐκπετάσας Δανιὴλ ΤΟ ΑΚΟΥΤΕ
Ἐκκλησίας πατρικούς, διαφυλάττοντες, εἰκόνας γράφομεν, καὶ ἀσπαζόμεθα στόμασι, καὶ καρδίᾳ καὶ θελήματι, τῶν τοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ Ἁγίων κράζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἐπὶ τὸ πρωτότυπον σαφῶς, τὴν τῆς Εἰκόνος τιμήν, καὶ τὴν προσκύνησιν, ἀναβιβάζοντες σέβομεν, θεηγόρων τοῖς διδάγμασιν ἀκολουθοῦντες, τῷ Χριστῷ πίστει κραυγάζομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Νοῦν καταυγασθεῖσα φωτισμῷ, τοῦ θείου Πνεύματος, σεπτὴ Βασίλισσα, καρποὺς θεόφρονας ἔχουσα, τὴν εὐπρέπειαν ἠγάπησε, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, καὶ ὡραιότητα, εὐλογοῦσα, ἅμα πιστοῖς Ἰησοῦν τὸν θεάνθρωπον.
Θεοτοκίον
Ἀκτῖσι φωτὸς τοῦ νοητοῦ, καταλαμπόμενος θεῖος Οἶκός σου, κατασκιάζει νῦν ἅπαντας, τῇ νεφέλῃ τῇ τοῦ Πνεύματος, καὶ ἁγιάζει τοὺς πιστούς, συμφώνως ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Καταβασία
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

ᾨδὴ θ', τοῦ Τριῳδίου
Ἦχος δ'
Λίθος ἀχειρότμητος ΤΟ ΑΚΟΥΤΕ
Ἱερογραφίαις Εἰκόνων, κεκοσμημένην καθορῶντες, πάλιν τὴν σεπτὴν Ἐκκλησίαν, μέτ' εὐλαβείας πάντες προσδράμωμεν, καὶ τῷ Χριστῷ βοήσωμεν· Σὲ μεγαλύνομεν Τρισάγιε.

Γέρας καὶ τιμὴν κεκτημένη, ἡ Ἐκκλησία τὸν Σταυρόν σου, καὶ τὰς σεβασμίους Εἰκόνας, καὶ τῶν Ἁγίων τὰ ἐκτυπώματα, μετ' εὐφροσύνης Δέσποτα, καὶ θυμηδίας μεγαλύνει σε.

Λάμπρυνον τῇ θείᾳ σου δόξῃ, τοὺς Βασιλεῖς ἡμῶν Οἰκτίρμον, καὶ παρεμβολαῖς ἀγγελικαῖς, καὶ πανοπλίαις τούτους περίφραξον, τὴν τῶν ἐθνῶν θρασύτητα, καθυποτάσσων αὐτοῖς Δέσποτα,
Θεοτοκίον
Ἤρθη τῆς προμήτορος Εὔας, ἡ καταδίκη Θεοτόκε, ὅτι σὺ τὸν πάντων Δεσπότην, ἀνερμηνεύτως Ἁγνὴ γεγέννηκας, οὗ νῦν τὴν ἐμφέρειαν, ἐν ταῖς Εἰκόσιν ἀσπαζόμεθα.
Καταβασία
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώτας φύσεις. Διὸ ἐπαγαλλόμενοι σὲ Θεοτόκε μεγαλύνομεν».

Ἐξαποστειλάριον τοῦ Τριῳδίου
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Σκιρτήσατε κροτήσατε, μετ' εὐφροσύνης ᾄσατε· Ὡς θαυμαστά σου καὶ ξένα, Χριστὲ βοῶντες τὰ ἔργα! καὶ τίς ἰσχύσει ἐξειπεῖν, Σῶτερ τὰς δυναστείας σου, τοῦ τήν ἡμῶν ὁμόνοιαν, καὶ συμφωνίαν εἰς μίαν, ἑνώσαντος Ἐκκλησίαν.
Θεοτοκίον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Ῥομφαῖαι νῦν ἐξέλιπον, τῆς δυσμενοῦς αἱρέσεως, καὶ τὸ μνημόσυνον ταύτης, ἐξηφανίσθη μετ' ἤχου· τὸν γὰρ Ναόν σου Πάναγνε, πανευπρεπῶς θεώμενοι, κεκοσμημένον χάρισι, τῶν σεβασμίων Εἰκόνων, χαρᾶς πληρούμεθα πάντες.



Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου.
Στιχηρὰ Προσόμοια τοῦ Τριῳδίου
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἐν σοὶ νῦν ἀγάλλεται ἡ Ἐκκλησία φιλάνθρωπε, τῷ Νυμφίῳ καὶ Κτίστῃ αὐτῆς, τῷ ταύτην θελήματι, θεοπρεπεστάτῳ, ἐξ εἰδώλων πλάνης, λυτρωσαμένῳ καὶ σαυτῷ, ἁρμοσαμένῳ τιμίῳ Αἵματι, φαιδρῶς ἀπολαμβάνουσα, τὴν ἱερὰν ἀναστήλωσιν, τῶν Εἰκόνων, καὶ χαίρουσα, σὲ ὑμνεῖ καὶ δοξάζει πιστῶς.
Στιχηρὰ Προσόμοια τοῦ Τριῳδίου
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἐν σοὶ νῦν ἀγάλλεται ἡ Ἐκκλησία φιλάνθρωπε, τῷ Νυμφίῳ καὶ Κτίστῃ αὐτῆς, τῷ ταύτην θελήματι, θεοπρεπεστάτῳ, ἐξ εἰδώλων πλάνης, λυτρωσαμένῳ καὶ σαυτῷ, ἁρμοσαμένῳ τιμίῳ Αἵματι, φαιδρῶς ἀπολαμβάνουσα, τὴν ἱερὰν ἀναστήλωσιν, τῶν Εἰκόνων, καὶ χαίρουσα, σὲ ὑμνεῖ καὶ δοξάζει πιστῶς.
Ἦχος δ'
Σαρκὸς τὸ ἐκτύπωμα, ἀναστηλοῦντές σου Κύριε, σχετικῶς ἀσπαζόμεθα, τὸ μέγα μυστήριον, τῆς Οἰκονομίας, τῆς σῆς ἐκδηλοῦντες· οὐ γὰρ δοκήσει, ὡς φασίν, οἱ θεομάχοι παῖδες τοῦ Μάνεντος, ἡμῖν ὤφθης φιλάνθρωπε, ἀλλ' ἀληθείᾳ καὶ φύσει σαρκός, δι' αὐτοῦ ἀναγόμενοι, πρὸς σὸν πόθον καὶ ἔρωτα.
Ἦχος δ'
Ἡμέρα χαρμόσυνος, καὶ εὐφροσύνης ἀνάπλεως, πεφανέρωται σήμερον· φαιδρότης δογμάτων γάρ, τῶν ἀληθεστάτων, ἀστράπτει καὶ λάμπει, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, κεκοσμημένη ἀναστηλώσεσιν, Εἰκόνων τῶν ἁγίων νῦν, ἐκτυπωμάτων καὶ λάμψεσι, καὶ ὁμόνοια γίνεται, τῶν Πιστῶν θεοβράβευτος.
Δόξα... Ἦχος πλ. β'
Ἰδιόμελον
Μωσῆς τῷ καιρῷ τῆς ἐγκρατείας, Νόμον ἐδέξατο, καὶ λαὸν ἐπεσπάσατο, Ἠλίας νηστεύσας, οὐρανοὺς ἀπέκλεισε· τρεῖς δὲ Παῖδες Ἀβραμιαῖοι, τύραννον παρανομοῦντα, διὰ νηστείας ἐνίκησαν. Δι' αὐτῆς καὶ ἡμᾶς Σωτὴρ ἀξίωσον, τῆς Ἀναστάσεως τυχεῖν, οὕτω βοῶντας· Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

Μεγάλη Δοξολογία


Τα Τυπικά, οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου, καὶ ἐκ τοῦ Κανόνος τοῦ Τριῳδίου, ἡ ς' ᾨδή.

Προκείμενον Ἦχος δ'
ᾨδὴ τῶν Πατέρων

Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν.

Ἀλληλούϊα Ἦχος πλ. δ'
Μωϋσῆς καὶ Ψαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ.

Μεγαλυνάριον
Ἦχος πλ. α'
Ἀντὶ τὸ «Ἄξιον ἐστίν»
«Ἐπi σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις. Ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναὲ καὶ παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν· τὴν γὰρ σὴν μήτραν θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις δόξα σοι.»

Κοινωνικὸν
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.


Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Προπορευομένων τῶν Ἱεροπαίδων μετὰ εἰκόνων καὶ θυμιατοῦ, ὁ Ἱερεὺς ἐξέρχεται τοῦ Ἱεροῦ μετὰ τοῦ Τιμίου Σταυροῦ καὶ γίνεται λιτανεία πέριξ τοῦ ἐσωτερικοῦ τοῦ Ναοῦ εἰς τέσσαρες στάσεις. Εἰς ἑκάστην γίνεται δέησις καὶ ψάλλεται τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς εἰς στάσεις τέσσαρες.

Λαός:
Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθὲ αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν Χριστὲ ὁ Θεὸς· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

α' Ἐν τῇ βορείᾳ πλευρᾷ τελεῖται δέησις ὑπὲρ τῶν ζώντων.

Ἱερεύς: Ἐλέησον ἡμᾶς, ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

Λαός: Κύριε, ἐλέησον (3).

Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.

Λαός: Κύριε, ἐλέησον (3).

Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (Ὄνομα) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Λαός: Κύριε, ἐλέησον (3).

Ἱερεύς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός: Ἀμήν.

Λαός: Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθὲ αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν Χριστὲ ὁ Θεὸς· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

β' Ἐν τῇ δυτικῇ πλευρᾷ, τελεῖται δέησις ὑπὲρ τῶν κεκοιμημένων, εὐσεβῶν Βασιλέων Ὀρθοδόξων πατριαρχῶν, Ἀρχιερέων κ.τ.λ.

Ἱερεύς: Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Λαός: Κύριε, ἐλέησον (3).

Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως τῶν ψυχῶν τῶν κεκοιμημένων δούλων σου βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων ἱερομονάχων ἱεροδιακόνων μοναχῶν καὶ πάντων τῶν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν.

Λαός: Αἰωνία ἡ μνήμη αὐτῶν (3).

Ἱερεύς: Ὅτι σὺ εἶ ἡ ἀνάστασις ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις τῶν κεκοιμημένων δούλων σου Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός: Ἀμήν.

Λαός: Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθὲ αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν Χριστὲ ὁ Θεὸς· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

γ' Ἐν τῇ νοτίῳ πλευρᾷ τελεῖται δέησις ὑπὲρ τῶν ζώντων.

Ἱερεύς: Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Λαός: Κύριε, ἐλέησον (3).

Ἱερεύς: Ἐτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.

Λαός: Κύριε, ἐλέησον (3).

Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (Ὄνομα) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Λαός: Κύριε, ἐλέησον (3).

Ἱερεύς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός: Ἀμήν.

Λαός: Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθὲ αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν Χριστὲ ὁ Θεὸς· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

δ' Ἐν δὲ τῇ ἀνατολικῇ πλευρᾷ τελεῖται δέησις ὑπὲρ τῶν ζώντων.

Ἱερεύς: Ἐλέησον ἡμᾶς, ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

Λαός: Κύριε, ἐλέησον (3).

Ἱερεύς: Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τοῦ ἵλεων εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθόν καὶ Φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Λαός: Κύριε, ἐλέησον (3).

Ἱερεύς: Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν , ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.

Λαός: Κύριε, ἐλέησον (3).

Ἱερεύς: Ὅτι ἐλεήμων καὶ Φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός: Ἀμήν.

(Ἐνταῦθα ἀναγινώσκει ὁ Ἱερεὺς τὰς ἑξῆς περικοπὰς ἐκ τοῦ Συνοδικοῦ τῆς Ζ' Οἰκουμενικῆς Συνόδου.)

Ἱερεύς:
Οἱ Προφῆται ὡς εἶδον, οἱ Ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ Διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ Οἰκουμένη ὡς συμπεφώνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἑβράβευσεν, οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν Χριστόν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ τοὺς Αὐτοῦ Ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν θυσίαις, ἐν Ναοῖς, ἐν Εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ Δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὸ τὸν κοινὸν Δεσπότην ὡς Αὐτοῦ γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμονες. Αὕτη ἡ πίστις τῶν Ἀποστόλων, αὕτη ἡ πίστις τῶν Πατέρων, αὕτη ἡ πίστις τῶν Ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν Οἰκουμένην ἐστήριξεν. Ἐπὶ τούτοις τοὺς τῆς εὐσεβείας Κήρυκας ἀδελφικῶς τε καὶ πατροποθήτως εἰς δόξαν καὶ τιμὴν τῆς εὐσεβείας, ὑπὲρ ἧς ἀγωνίσαντο, ἀνευφημοῦμεν καὶ λέγομεν· Τῶν τῆς Ὀρθοδοξίας προμάχων εὐσεβῶν Βασιλέων, ἁγιωτάτων Πατριαρχῶν, Ἀρχιερέων, Διδασκάλων, Μαρτύρων, Ὁμολογητῶν, Αἰωνία ἡ μνήμη.

Λαός: Αἰωνία ἡ μνήμη αὐτῶν (3).

Ἱερεύς: Τούτων τοῖς ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καΙ διδασκαλίαις παιδαγωγεῖσθαί τε καὶ κρατύνεσθαι Θεὸν ἐκλιπαροῦντες, καὶ μιμητός τῆς ἐνθέου αὐτῶν πολιτείας μέχρι τέλους ἀναδεικνύσθαι ἐκδυσωποῦντες, ἀξιωθείημεν τῶν ἐξαιτουμένων, οἰκτιρμοῖς καὶ χάριτι τοῦ Μεγάλου καὶ Πρώτου Ἀρχιερέως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πρεσβείαις τῆς ὑπερενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν θεοειδῶν Ἀγγέλων καὶ πάντων τῶν Ἁγίων.
Λαός: Ἀμήν.

Λαός: Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος (3).

Λαός: Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλεος.