ΤΡΙΩΔΙΟΝ
ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ




ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ προσόμοια τοῦ Τριῳδίου
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Ὁ πλάστης μου Κύριος, χοῦν ἐκ τῆς γῆς προσλαβών με, ζωηρῷ φυσήματι, ψυχώσας ἐζώωσε καὶ ἐτίμησεν, ἐπὶ γῆς ἄρχοντα, ὁρατῶν ἁπάντων, καὶ Ἀγγέλοις ὁμοδίαιτον. Σατὰν δ΄ ὁ δόλιος, ὀργάνῳ τῷ ὄφει χρησάμενος, ἐν βρώσει ἐδελέασε, καὶ Θεοῦ τῆς δόξης ἐχώρισε, καὶ τῷ κατωτάτῳ, θανάτῳ παραδέδωκεν εἰς γῆν. Ἀλλ' ὡς Δεσπότης καὶ εὔσπλαγχνος, πάλιν ἀνακάλεσαι.
Ἦχος πλ. β'
Στολὴν θεοΰφαντον, ἀπεξεδύθην ὁ τάλας, σοῦ τὸ θεῖον πρόσταγμα, παρακούσας Κύριε, συμβουλίᾳ ἐχθροῦ· καὶ συκῆς φύλλα δέ, καί τοὺς δερματίνους, νῦν χιτῶνας περιβέβλημαι· ἱδρῶτι κέκριμαι· ἄρτον μοχθηρὸν κατεσθίειν γάρ, ἀκάνθας καὶ τριβόλους δέ, φέρειν μοι ἡ γῆ κεκατήραται. Ἀλλ' ὁ ἐν ὑστέροις, τοῖς χρόνοις ἐκ Παρθένου σαρκωθείς, ἀνακαλέσας εἰσάγαγε, πάλιν εἰς Παράδεισον.
Ἦχος πλ. β'
Παράδεισε πάντιμε, τὸ ὡραιότατον κάλλος, θεόκτιστον σκήνωμα, εὐφροσύνη ἄληκτε, καὶ ἀπόλαυσις, δόξα τῶν Δικαίων, Προφητῶν τερπνότης, καὶ Ἁγίων οἰκητήριον, ἤχῳ τῶν φύλλων σου, Πλάστην τὸν τῶν ὅλων ἱκέτευε, τὰς πύλας ὑπανοῖξαί μοι, ἃς τῇ παραβάσει ἀπέκλεισα· καὶ ἀξιωθῆναι, τοῦ ξύλου τῆς ζωῆς μεταλαβεῖν, καὶ τῆς χαρᾶς, ἧς τὸ πρότερον, ἐν σοὶ κατετρύφησα.
Ἦχος πλ. β'
Ἀδὰμ ἐξωστράκισται, παρακοῇ Παραδείσου, καὶ τρυφῆς ἐκβέβληται, γυναικὸς τοῖς ῥήμασιν ἀπατώμενος, καὶ γυμνὸς κάθηται, τοῦ χωρίου οἴμοι! ἐναντίον ὀδυρόμενος. Διὸ σπουδάσωμεν, πάντες τὸν καιρὸν ὑποδέξασθαι, νηστείας ὑπακούοντες, εὐαγγελικῶν παραδόσεων, ἵνα διὰ τούτων, εὐάρεστοι γενόμενοι Χριστῷ, τοῦ Παραδείσου τὴν οἴκησιν, πάλιν ἀπολάβωμεν.
Δόξα... Ἦχος πλ. β'
Ἐκάθισεν Ἀδάμ, ἀπέναντι τοῦ Παραδείσου, καὶ τὴν ἰδίαν γύμνωσιν θρηνῶν ὠδύρετο. Οἴμοι, τὸν ἀπάτῃ πονηρᾷ πεισθέντα καὶ κλαπέντα, καὶ δόξης μακρυνθέντα! οἴμοι, τὸν ἁπλότητι γυμνόν, νῦν δὲ ἠπορημένον! Ἀλλ' ὦ Παράδεισε, τρυφῆς ἀπολαύσω, οὐκέτι ὄψομαι οὐκέτι σου τῆς τὸν Κύριον καὶ Θεόν μου καὶ Πλάστην· εἰς γῆν γάρ ἀπελεύσομαι, ἐξ ἧς καὶ προσελήφθην. Ἐλεῆμον Οἰκτίρμον βοῶ σοι· Ἐλέησόν με τὸν παραπεσόντα.

Εἰς τὴν Λιτὴν
Τὸ Ἰδιόμελον τοῦ Ἁγίου τῆς Μονῆς

Δόξα... Ἦχος πλ. β'
Ἥλιος ἀκτῖνας ἔκρυψεν, ἡ σελήνη σὺν τοῖς ἄστροις εἰς αἷμα μετετράπη· ὄρη ἔφριξαν, βουνοὶ ἐτρόμαξαν, ὅτε Παράδεισος ἐκλείσθη. Ἐκβαίνων ὁ Ἀδάμ, χερσὶ τύπτων τὰς ὄψεις, ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.
Καὶ νῦν... Θεοτοκίον, Ὅμοιον
Μυστικῶς ἀνυμνοῦμέν σε, Θεοτόκε Μαρία· ἀνεδείχθης γὰρ θρόνος τοῦ μεγάλου Βασιλέως, σκηνὴ παναγία, τῶν οὐρανῶν πλατυτέρα, Χερουβὶμ ἅρμα, ἀνωτέρα δὲ τῶν Σεραφίμ, νυμφὼν δόξης· ἐκ σοῦ γὰρ προῆλθε, σαρκωθεὶς ὁ πάντων Θεός. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπόστιχα
Δόξα... Ἦχος πλ. β'
Ἐξεβλήθη Ἀδὰμ τοῦ Παραδείσου, διὰ τῆς βρώσεως· διὸ καὶ καθεζόμενος ἀπέναντι τούτου, ὠδύρετο, ὁλολύζων, ἐλεεινῇ τῇ φωνῇ, καὶ ἔλεγεν· Οἴμοι, τί πέπονθα ὁ τάλας ἐγώ! μίαν ἐντολὴν παρέβην τὴν τοῦ Δεσπότου, καὶ τῶν ἀγαθῶν παντοίων ἐστέρημαι. Παράδεισε ἁγιώτατε, ὁ δι' ἐμὲ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευε τῷ σὲ ποιήσαντι, κᾀμὲ πλάσαντι, ὅπως τῶν σῶν ἀνθέων πλησθήσωμαι. Διὸ καὶ πρὸς αὐτὸν ὁ Σωτήρ· Τὸ ἐμὸν πλάσμα οὐ θέλω ἀπολέσθαι, ἀλλὰ βούλομαι τοῦτο σῴζεσθαι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὅτι τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλλω ἔξω.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Κανών α', ᾨδὴ α', Τριῳδίου
Ἦχος πλ. β'
Ὡς ἐν ἠπείρῳ πεζεύσας ΤΟ ΑΚΟΥΤΕ
Δεῦρο ψυχή μου ἀθλία, κλαῦσον τὰ σοί, πεπραγμένα σήμερον, μνημονεύουσα τῆς πρίν, ἐν Ἐδὲμ γυμνώσεως, δι΄ ἧς, ἐξεβλήθης τῆς τρυφῆς, καὶ τῆς ἀλήκτου χαρᾶς.

Ὑπὸ πολλῆς εὐσπλαγχνίας, καὶ οἰκτιρμῶν, Πλαστουργὲ τῆς κτίσεως, καὶ τῶν ὅλων Ποιητά, ἐκ χοὸς ζωώσας με τὸ πρίν, ἐνετείλω σε ὑμνεῖν, σὺν τοῖς Ἀγγέλοις σου.

Διὰ χρηστότητος πλοῦτον, σὺ φυτουργεῖς, Πλαστουργὲ καὶ Κύριε, Παραδείσου τὴν τρυφήν, ἐν Ἐδὲμ κελεύων με τρυφᾷν, τῶν ὡραίων καὶ τερπνῶν, καὶ μὴ ῥεόντων καρπῶν.

Οἴμοι ψυχή μου ἀθλία! τῶν ἐν Ἐδέμ, ἀπολαύειν εἴληφας, ἐξουσίαν ἐκ Θεοῦ, μὴ φαγεῖν δὲ γνώσεως καρπόν, προσετάγης, ἵνα τί, παρέβης νόμον Θεοῦ;
Θεοτοκίον
Θεοκυῆτορ Παρθένε, ὡς τοῦ Ἀδάμ, κατὰ γένος θύγατερ, κατὰ χάριν δὲ Χριστοῦ, τοῦ Θεοῦ γεννήτρια ἐμέ, τὸν ἐξόριστον Ἐδέμ, νῦν ἀνακάλεσαι.
Καταβασία
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν».

Κανών α', ᾨδὴ γ', Τριῳδίου
Ἦχος πλ. β'
Οὐκ ἔστιν ἅγιος ὡς σὺ ΤΟ ΑΚΟΥΤΕ
Ὄφις ὁ δόλιος ποτέ, τὴν τιμήν μου φθονήσας, ἐψιθύρισε δόλον, τῆς Εὔας ἐν τοῖς ὠσίν, ἐξ ἧς ἐγώ, πλανηθεὶς ἐξωρίσθην, οἴμοι! τοῦ χοροῦ τῆς ζωῆς.

Τὴν χεῖρα τείνας προπετῶς, ἐγευσάμην τοῦ ξύλου, τοῦ τῆς γνώσεως, οὗπερ, προσέταξέ μοι Θεός, μηδόλως μεταλαβεῖν, καὶ τῆς θείας, δόξης ἀπερρίφθην πικρῶς.

Οἴμοι ἀθλία μου ψυχή! πῶς οὐκ ἔγνως τὸν δόλον; πῶς οὐκ ᾔσθου τῆς πλάνης, καὶ τοῦ φθόνου τοῦ ἐχθροῦ; ἀλλ' ἐσκοτίσθης, τὸν νοῦν, καὶ παρέβης, ἐντολὴν τοῦ Κτίστου σου;
Θεοτοκίον
Ἐλπὶς καὶ σκέπη μου σεμνή, ἡ τὴν γύμνωσιν πάλαι, περιστείλασα μόνη, τὴν τοῦ πεσόντος Ἀδάμ, τῷ τοκετῷ σου Ἁγνή, ἀφθαρσίαν αὖθίς με ἀμφίασον.
Καταβασία
«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἐξεβλήθη ὁ Ἀδάμ, τοῦ Παραδείσου τῆς τρυφῆς, διὰ βρώσεως πικρᾶς, ἐν ἀκρασίᾳ ἐντολήν, μὴ φυλάξας τὴν τοῦ Δεσπότου, καὶ κατεκρίθη, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη αὐτός, ἱδρῶτι δὲ πολλῷ, ἐσθίειν ἄρτον αὐτοῦ. Διὸ ἡμεῖς ποθήσωμεν ἐγκράτειαν, ἵνα μὴ ἔξω θρηνήσωμεν, τοῦ Παραδείσου, ὥσπερ ἐκεῖνος, ἀλλ' εἰς αὐτόν ἐλευσώμεθα.
Ἕτερον Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
ΤΟ ΑΚΟΥΤΕ
Νῦν ὁ καιρὸς τῶν ἀρετῶν ἐπεφάνη, καὶ ἐπὶ θύραις ὁ Κριτής, μὴ στυγνάσωμεν, ἀλλὰ δεῦτε νηστεύοντες προσάξωμεν, δάκρυα κατάνυξιν καὶ ἐλεημοσύνην, κράζοντες· Ἡμάρτομεν, ὑπὲρ ψάμμον θαλάσσης. Ἀλλ' ἄνες πᾶσι πάντων Λυτρωτά, ἵνα καὶ σχῶμεν τὸν ἄφθαρτον στέφανον.
Θεοτοκίον, Ὅμοιον
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Κανών α', ᾨδὴ δ', Τριῳδίου
Ἦχος πλ. β'
Χριστός μου δύναμις ΤΟ ΑΚΟΥΤΕ
Τιμῆς ἠξίωμαι, ἐγὼ ὁ ἄθλιος, παρὰ σοῦ τοῦ Δεσπότου ἐν τῇ Ἐδέμ, οἴμοι πῶς πεπλάνημαι, καὶ διαβόλῳ, φθονηθείς, ἀπερρίφην τοῦ προσώπου σου!

Ἐμὲ θρηνήσατε, Ἀγγέλων τάγματα, Παραδείσου τὰ κάλλη καὶ τῶν φυτῶν, τῶν ἐκεῖ εὐπρέπεια, τὸν πλανηθέντα δυστυχῶς καὶ Θεοῦ ἀποσκιρτήσαντα.

Λειμὼν μακάριε, φυτὰ θεόφυτα, Παραδείσου τερπνότης νῦν ἐπ' ἐμέ, δάκρυα σταλάξατε, ἐκ φύλλων ὥσπερ ὀφθαλμῶν, τὸν γυμνόν, καὶ ξένον δόξης Θεοῦ.

Οὐκέτι βλέπω σε, οὐκ ἀπολαύω σου, τῆς ἡδίστης καὶ θείας μαρμαρυγῆς, πάντιμε Παράδεισε· γυμνὸς γὰρ ἔρριμαι εἰς γῆν, παροργίσας τὸν Ποιήσαντα.
Θεοτοκίον
Ἁγία Δέσποινα, ἡ διανοίξασα, Παραδείσου τὰς πύλας πᾶσι πιστοῖς, ἃς Ἀδὰμ ἀπέκλεισε διὰ παράβασιν ποτέ, πύλας ἐλέους μοι διάνοιξον.
Καταβασία
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».

Κανών α', ᾨδὴ ε', Τριῳδίου
Ἦχος πλ. β'
Τῷ θείῳ φέγγει σου ἀγαθὲ ΤΟ ΑΚΟΥΤΕ
Φθονήσας πάλαι μοι ὁ ἐχθρός, τῆς ἐν Παραδείσῳ εὐτυχοῦς, ἀναστροφῆς ὁ μισάνθρωπος, ὄφεως ἐν εἴδει με ὑπεσκέλισε, καὶ δόξης ἀϊδίου ξένον με ἔδειξε.

Θρηνῶ καὶ κόπτομαι τὴν ψυχήν, καὶ τοῖς ὀφθαλμοῖς ἐπιζητῶ, πλήθη δακρύων προστίθεσθαι, ὅταν ἀποβλέψω, καὶ καταμάθω μου, τὴν γύμνωσιν ἣν ἔσχον, ἐκ παραβάσεως.

Ἐκ γῆς ἐπλάσθην χειρὶ Θεοῦ, αὖθις δ' ἐπιστρέφειν πρὸς τὴν γῆν, ἐγὼ ὁ ἄθλιος ἤκουσα. τίς ἐμὲ μὴ κλαύσῃ, τὸν ἀπωσθέντα Θεοῦ, καὶ τῆς Ἐδὲμ τὸν ᾍδην ἀνταλλαξάμενον;
Θεοτοκίον
Νυμφῶνα δόξης σε μυστικόν, πάντες καταγγέλλομεν πιστοί, Θεοκυῆτορ, πανάμωμε· ὅθεν δυσωπῶ σε Ἁγνὴ πεσόντα με, νυμφῶνος Παραδείσου, οἰκεῖον ποίησον.
Καταβασία
«Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγαυσον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».

Κανών α', ᾨδὴ ς', Τριῳδίου
Ἦχος πλ. β'
Τοῦ βίου τὴν θάλασσαν ΤΟ ΑΚΟΥΤΕ
Στολήν με ἐνέδυσας, θεοΰφαντον Σωτήρ, ἐν τῇ Ἐδὲμ ὡς εὔσπλαγχνος, ἐγὼ δέ σου παρεῖδον τὴν ἐντολήν, πεισθεὶς τῷ ἀλάστορι, καὶ γυμνὸς καθωράθην ὁ ταλαίπωρος.

Ψυχὴ παναθλία μου, ἐμακρύνθης ἐκ Θεοῦ, διὰ ἀπροσεξίας σου, Παραδείσου ἐστέρησαι τῆς τρυφῆς, Ἀγγέλων κεχώρισαι, εἰς φθορὰν κατηνέχθης, ὢ τοῦ πτώματος!

Ἐλέησον οἴκτειρον, Παντοκράτορ ὁ Θεός, τῶν σῶν χειρῶν τὸ ποίημα, μὴ παρίδῃς με δέομαι Ἀγαθέ, τὸν ἀποχωρίσαντα, ἐμαυτὸν τῆς χορείας τῶν Ἀγγέλων σου.
Θεοτοκίον
Μαρία Θεόκλητε, ἡ Κυρία τοῦ παντός, ὡς τετοκυῖα Κύριον, Βασιλέα τῶν ὅλων καὶ Λυτρωτήν, αἰχμάλωτον ὄντα με, Παραδείσου τῆς δόξης ἀνακάλεσαι.
Καταβασία
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

Κοντάκιον
Ἦχος πλ. β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τῆς σοφίας ὁδηγέ, φρονήσεως χορηγέ, τῶν ἀφρόνων παιδευτά, καὶ πτωχῶν ὑπερασπιστά, στήριξον, συνέτισον τὴν καρδίαν μου Δέσποτα. Σὺ δίδου μοι λόγον, ὁ τοῦ Πατρός Λόγος· ἰδοὺ γὰρ τὰ χείλη μου, οὐ μὴ κωλύσω ἐν τῷ κράζειν σοι· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.
Ὁ Οἶκος
Ἐκάθισεν Ἀδὰμ τότε, καὶ ἔκλαυσεν ἀπέναντι τῆς τρυφῆς τοῦ Παραδείσου, χερσὶ τύπτων τὰς ὄψεις, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.
Ἰδὼν Ἀδὰμ τὸν Ἄγγελον, ὠθήσαντα, καὶ κλείσαντα τὴν τοῦ θείου κήπου θύραν, ἀνεστέναξε μέγα, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.
Συνάλγησον Παράδεισε, τῷ κτήτορι πτωχεύσαντι, καὶ τῷ ἤχῳ σου τῶν φύλλων, ἱκέτευσον τὸν Πλάστην, μὴ κλείσῃ σε. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.
Παράδεισε πανάρετε, πανάγιε, πανόλβιε, ὁ δι' Ἀδὰμ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευσον Θεὸν διὰ τὸν παραπεσόντα. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν ποιούμεθα τῆς ἀπὸ τοῦ Παραδείσου τῆς τρυφῆς ἐξορίας τοῦ Πρωτοπλάστου Ἀδάμ.
Στίχοι
Κόσμος γενάρχαις πικρὰ συνθρηνησάτω.
Βρώσει γλυκείᾳ, συμπεσὼν πεπτωκόσι.

Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς τρυφῆς τοῦ Παραδείσου ἡμᾶς καταξίωσον, καὶ ἐλέησον, ὡς μόνος φιλάνθρωπος. Ἀμήν.

Κανών α', ᾨδὴ ζ', Τριῳδίου
Ἦχος πλ. β'
Δροσοβόλον μὲν τὴν κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ὁ δεσπόζων τῶν αἰώνων πάντων Κύριος, ὁ πλάσας με βουλήματι σῷ, φθονηθέντα με, τῷ δολίῳ δράκοντι ποτέ, καὶ σὲ παροργίσαντα Σωτήρ, μὴ ὑπερίδῃς ὁ Θεός, ἀλλ' ἀνακάλεσαί με.

Τὰ τοῦ αἴσχους περικείμενος ἐνδύματα, οἴμοι! ἀντὶ στολῆς φωταυγοῦς, ἀποκλαίομαι τὴν ἐμὴν ἀπώλειαν Σωτήρ, καὶ πίστει βοῶ σοι Ἀγαθέ· Μὴ ὑπερίδῃς, ὁ Θεός, ἀλλ' ἀνακάλεσαί με.

Ἐτραυμάτισεν ὁ ὄφις ὁ παμπόνηρος, ὅλην μου τὴν ψυχὴν φθονερῶς, Παραδείσου δὲ τῆς τρυφῆς, ἐξόριστον ποιεῖ, ἀλλ' ὦ εὐσυμπάθητε Σωτήρ, μὴ ὑπερίδῃς ὡς Θεός, ἀλλ' ἀνακάλεσαί με.
Θεοτοκίον
Τὴν ἰκέσιόν μου δέησιν Πανάμωμε πρόσδεξαι συμπαθείᾳ τῇ σῇ, καὶ συγχώρησιν τῶν πταισμάτων, δίδου μοι Ἁγνή, ἐν θρήνοις βοῶντι ἐκτενῶς· Μὴ ὑπερίδῃς Ἀγαθή, ἀλλ' ἀνακάλεσαί με.
Καταβασία
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν Τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».

Κανών α', ᾨδὴ η', Τριῳδίου
Ἦχος πλ. β'
Ἐκ φλογὸς τοῖς Ὁσίοις ΤΟ ΑΚΟΥΤΕ
Δωρεαῖς πολυτρόποις πάλαι τετίμηκας, τῶν χειρῶν σου τὸ ἔργον, μόνε φιλάνθρωπε· δράκων δὲ δεινὸς συριγμῷ ἐδελέασεν, οἴμοι! τῶν προσόντων, καλῶν ἀπογυμνώσας.

Ἵνα τί συμβουλίας πικρᾶς ἀκήκοας, καὶ τῆς θείας ἐγένου ψήφου παρήκοος; οἴμοι ταπεινὴ ψυχή, Θεὸν λυπήσασα, ὃν ἀεὶ δοξάζειν, ἐτάχθης σὺν Ἀγγέλοις.

Ἑρπετῶν καὶ θηρίων δεσπότης γέγονας, ἑρπετῷ ψυχοφθόρῳ, πῶς προσωμίλησας, σύμβουλον λαβών, ὡς εὐθῆ τὸν ἀλάστορα; ὢ τῆς σῆς ἀπάτης, ψυχή μου παναθλία!
Θεοτοκίον
Φωτοφόρον σκηνήν σε Θεοῦ σαρκώσεως, ἀνυμνοῦμεν Μαρία Θεοχαρίτωτε· ὅθεν με δεινῶς σκοτισθέντα τοῖς πάθεσι, λάμψον φῶς ἐλέους, ἐλπὶς ἀπηλπισμένων.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.
Καταβασία
«Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι. Σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', Τριῳδίου
Ἦχος πλ. β'
Θεὸν ἀνθρώποις ἰδεῖν ΤΟ ΑΚΟΥΤΕ
Γλυκὺς εἰς γεῦσιν καρπὸς τῆς γνώσεως, ἐν τῇ Ἐδὲμ ἐφάνη μοι, πλησθέντι τῆς βρώσεως, εἰς χολὴν δὲ γέγονε τὸ τέλος αὐτῆς, οἴμοι ψυχὴ ἀθλία! πῶς ἀκρασίᾳ σε, τῆς τοῦ Παραδείσου ἑστίας, ξένην πεποίηκε;

Θεὲ τῶν ὅλων, ἐλέους Κύριε, εἰς τὴν ἐμὴν ταπείνωσιν, εὐσπλάγχνως ἐπίβλεψον, καὶ μὴ πόρρω πέμψῃς με τῆς θείας Ἐδέμ, ὅπως βλέπων τὰ κάλλη· ὅθεν ἐκπέπτωκα, σπεύσω πάλιν θρήνοις, προσλαβεῖν ἅπερ ἀπώλεσα.

Θρηνῶ, στενάζω, καὶ ἀποδύρομαι, τὰ Χερουβὶμ φλογίνῃ τῇ ῥομφαίᾳ θεώμενος, τῆς εἴσοδον φυλάττειν ταχθέν, πᾶσι τοῖς Ἐδὲμ τὴν παραβάταις, οἴμοι! ἀπρόσιτον, εἰμὴ σὺ ἀκώλυτον Σωτήρ, ταύτην ποιήσεις μοι.

Θαρρῶ τῷ πλήθει, τῷ τοῦ ἐλέους σου, Χριστὲ Σωτήρ, καὶ θείας ἐκ πλευρᾶς σου τῷ Αἵματι, δι' οὗ καθηγίασας τὴν φύσιν βροτῶν, ἤνοιξας δὲ τὰς πύλας, τοῖς σοὶ λατρεύουσι, τὰς τοῦ Παραδείσου Ἀγαθέ, τὰς πρὶν κλεισθείσας Ἀδάμ.
Θεοτοκίον
Ζωῆς ἡ πύλη ἡ ἀδιόδευτος, ἡ νοητὴ Παρθένε Θεοτόκε ἀνύμφευτε, Παραδείσου πύλας μοι κλεισθείσας τὸ πρίν, ἄνοιξον σαῖς πρεσβείαις, ὅπως δοξάζω σε, τὴν μετὰ Θεόν μου βοηθόν, καὶ κραταιὰν προσφυγήν.
Καταβασία
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταίς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν».

Ἐξαποστειλάριον, Τριῳδίου
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἐντολῆς σου Κύριε, παρήκουσα ὁ ἄθλιος, καὶ γυμνωθεὶς τῆς σῆς δόξης, αἰσχύνης πέπλησμαι, οἴμοι! καὶ τῆς τρυφῆς ἐκβέβλημαι, τοῦ Παραδείσου εὔσπλαγχνε. Ἐλεῆμον ἐλέησον, τὸν στερηθέντα δικαίως, τῆς ἀγαθότητος τῆς σῆς.
Ἕτερον Ἐξαποστειλάριον, Τριῳδίου
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Ἀποικισθέντες Κύριε, Παραδείσου τὸ πρῶτον, διὰ τῆς ξύλου βρώσεως, ἀντεισήγαγες πάλιν, διὰ Σταυροῦ καὶ τοῦ Πάθους, σοῦ Σωτὴρ καὶ Θεέ μου, δι' οὗ ἡμᾶς ὀχύρωσον, τὴν Νηστείαν πληρῶσαι, ἁγνοπρεπῶς, καὶ τὴν θείαν Ἔγερσιν προσκυνῆσαι, τὸ Πάσχα τὸ σωτήριον, σὲ Τεκούσης πρεσβείαις.

Στιχηρὰ Ἰδιόμελα τοῦ Τριῳδίου
Ἦχος πλ. α'
Οἴμοι! ὁ Ἀδάμ, ἐν θρήνῳ κέκραγεν, ὅτι ὄφις καὶ γυνή, θεϊκῆς παρρησίας με ἔξωσαν, καὶ Παραδείσου τῆς τρυφῆς ξύλου βρῶσις ἡλλοτρίωσεν. Οἴμοι! οὐ φέρω λοιπόν τὸ ὄνειδος, ὁ ποτὲ βασιλεὺς τῶν ἐπιγείων πάντων κτισμάτων Θεοῦ, νῦν αἰχμάλωτος ὤφθην, ὑπὸ μιᾶς ἀθέσμου συμβουλῆς, καὶ ὁ ποτὲ δόξαν ἀθανασίας ἠμφιεσμένος, τῆς νεκρώσεως τὴν δοράν, ὡς θνητὸς ἐλεεινῶς περιφέρω. Οἴμοι! τίνα τῶν θρήνων συνεργάτην ποιήσομαι; Ἀλλὰ σὺ Φιλάνθρωπε, ὁ ἐκ γῆς δημιουργήσας με, εὐσπλαγχνίαν φορέσας, τῆς δουλείας τοῦ ἐχθροῦ, ἀνακάλεσαι καὶ σῶσόν με.
Ἦχος πλ. α'
Τὸ στάδιον τῶν ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε, ἀναζωσάμενοι τὸν καλὸν τῆς Νηστείας ἀγῶνα· οἱ γὰρ νομίμως ἀθλοῦντες, δικαίως στεφανοῦνται, καὶ ἀναλαβόντες τὴν πανοπλίαν τοῦ Σταυροῦ, τῷ ἐχθρῷ ἀντιμαχησώμεθα, ὡς τεῖχος ἄρρηκτον κατέχοντες τὴν Πίστιν, καὶ ὡς θώρακα τὴν προσευχήν, καὶ περικεφαλαίαν τὴν ἐλεημοσύνην, ἀντὶ μαχαίρας τὴν νηστείαν, ἥτις ἐκτέμνει ἀπὸ καρδίας πᾶσαν κακίαν. Ὁ ποιῶν ταῦτα, τὸν ἀληθινὸν κομίζεται στέφανον, παρὰ τοῦ Παμβασιλέως Χριστοῦ, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Ἦχος πλ. β'
Ἀδὰμ τοῦ Παραδείσου διώκεται, τροφῆς μεταλαβὼν ὡς παρήκοος, Μωσῆς θεόπτης ἐχρημάτισε, νηστείᾳ τὰ ὄμματα, τῆς ψυχῆς καθηράμενος. Διὸ τοῦ Παραδείσου οἰκήτορες γενέσθαι ἐπιποθοῦντες, ἀπαλλαγῶμεν τῆς ἀλυσιτελοῦς τροφῆς, καὶ Θεὸν καθορᾷν ἐφιέμενοι, Μωσαϊκῶς τὴν τετράδα, τῆς δεκάδος νηστεύσωμεν, προσευχῇ καὶ τῇ δεήσει, εἰλικρινῶς προσκαρτεροῦντες, κατευνάσωμεν τῆς ψυχῆς τὰ παθήματα, ἀποσοβήσωμεν τῆς σαρκὸς τὰ οἰδήματα, κοῦφοι πρὸς τὴν ἄνω πορείαν μετίωμεν, ὅπου αἱ τῶν Ἀγγέλων χορεῖαι, ἀσιγήτοις φωναῖς, τὴν ἀδιαίρετον ἀνυμνοῦσι Τριάδα, καθορᾷν τὸ ἀμήχανον κάλλος, καὶ δεσποτικόν. Ἐκεῖ ἀξίωσον ἡμᾶς, Υἱὲ Θεοῦ ζωοδότα, τούς ἐπὶ σοὶ πεποιθότας, συγχορεῦσαι ταῖς τῶν Ἀγγέλων στρατιαῖς, ταῖς τῆς τεκούσης σε Μητρὸς Χριστὲ πρεσβείαις, καὶ Ἀποστόλων, καὶ τῶν Μαρτύρων, καὶ πάντων τῶν Ἁγίων.
Δόξα...Ἦχος πλ. β'
Ἔφθασε καιρός, ἡ τῶν πνευματικῶν ἀγώνων ἀρχή, ἡ κατὰ τῶν δαιμόνων νίκη, ἡ πάνοπλος ἐγκράτεια, ἡ τῶν Ἀγγέλων εὐπρέπεια, ἡ πρὸς Θεὸν παρρησία· δι' αὐτῆς γὰρ Μωϋσῆς, γέγονε τῷ Κτίστῃ συνόμιλος, καὶ φωνὴν ἀοράτως, ἐν ταῖς ἀκοαῖς ὑπεδέξατο· Κύριε, δι' αὐτῆς ἀξίωσον καὶ ἡμᾶς, προσκυνῆσαί σου τὰ Πάθη καὶ τὴν ἁγίαν Ἀνάστασιν, ὡς φιλάνθρωπος.

Μεγάλη Δοξολογία

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου καὶ ἐκ τοῦ Κανόνος τοῦ Τριῳ δίου ἡ ς' ᾨδή. Ὁ Ἀπόστολος.

Προκείμενον Ἦχος πλ. δ'
Εὔξασθε, καὶ ἀπόδοτε, Κυρίῳ τῷ Θεῷ ἡμῶν.
Στίχ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός.

Ἀλληλούϊα Ἦχος δ'
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ.

Κοινωνικὸν
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.