ΤΡΙΩΔΙΟΝ
Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ ΤΥΡΙΝΗΣ




ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Στιχηρὰ
Ἦχος πλ. δ'
Δεῦτε ἅπαντες πιστοὶ ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε ἅπαντες πιστοί, τὰς τῶν ὁσίων Πατέρων, χορείας ὑμνήσωμεν, Ἀντώνιον τὸν Κορυφαῖον, τὸν φαεινὸν Εὐθύμιον, καὶ ἕκαστον, καὶ πάντας ὁμοῦ, καὶ τούτων ὥσπερ Παράδεισον, ἄλλον τρυφῆς, τὰς πολιτείας νοητῶς διεξερχόμενοι, τερπνῶς ἀνακράξωμεν. Ταῦτα τὰ ξύλα, ἃ ἐφύτευσεν ὁ Θεὸς ἡμῶν, τὰ αὐτά, τοὺς ἀφθάρτους καρπούς τῆς ζωῆς ἐξανθήσαντα, προσήγαγον τῷ Χριστῷ, ἐκτρέφοντα ἡμῶν τὰς ψυχάς, πρὸς οὓς βοήσωμεν· θεοφόροι μακάριοι, πρεσβεύσατε, τοῦ σωθῆναι ἡμᾶς. (Δίς) 
Ἦχος πλ. δ'
Χαῖρε Αἴγυπτε πιστή, χαῖρε Λιβύη ὁσία, χαῖρε Θηβαῒς ἐκλεκτή, χαῖρε πᾶς τόπος, καὶ πόλις καὶ χώρα, ἡ τοὺς πολίτας θρέψασα, τῆς Βασιλείας τῶν οὐρανῶν, καὶ τούτους ἐν ἐγκρατείᾳ, καὶ πόνοις αὐξήσασα, καὶ τῶν ἐπιθυμιῶν, τελείους ἄνδρας τῷ Θεῷ, ἀναδείξασα, οὗτοι, φωστῆρες τῶν ψυχῶν ἡμῶν ἀνεφάνησαν, οἱ αὐτοὶ τῶν θαυμάτων τῇ αἴγλῃ, καὶ τῶν ἔργων τοῖς τέρασιν, ἐξέλαμψαν νοητῶς, εἰς τὰ πέρατα ἅπαντα. Αὐτοῖς βοήσωμεν· Πατέρες παμμακάριστοι, πρεσβεύσατε, τοῦ σωθῆναι ἡμᾶς. (Δίς) 
Ἦχος πλ. δ'
Τίς ἐξείποι γηγενῶν, τοὺς θαυμαστοὺς ὑμῶν βίους, Πατέρες παγκόσμιοι; ποία δὲ γλῶσσα λαλήσει, τοὺς ἱεροὺς ἐν Πνεύματι ἀγῶνας, καὶ ἱδρῶτας ὑμῶν, τὰ ἆθλα τῶν ἀρετῶν, τὴν τῆξιν τοῦ σώματος, τὰς παλαίστρας τῶν παθῶν, ἐν ἀγρυπνίαις καὶ εὐχαῖς, καὶ τοῖς δάκρυσιν, ὑμεῖς ἐν κόσμῳ, ὥσπερ Ἄγγελοι ὄντως ὤφθητε, οἱ αὐτοί, τὰς δαιμόνων δυνάμεις, τελείως καθείλετε, τελέσαντες θαυμαστά, καὶ ἐξαίσια τέρατα. Διὸ πρεσβεύσατε, σὺν ἡμῖν παμμακάριστοι, τυχεῖν ἡμᾶς τῆς ἀλήκτου χαρᾶς. (Δίς) 
Δοξαστικὸν
Ἦχος πλ. β'
Τὸ κατ' εἰκόνα, τηρήσαντες ἀλώβητον, νοῦν ἡγεμόνα, κατὰ παθῶν ὀλεθρίων, ἀσκητικῶς ἐνστησάμενοι, εἰς τὸ καθ' ὁμοίωσιν ὡς δυνατὸν ἀνεληλύθατε· ἀνδρικῶς γάρ τὴν φύσιν ἐκβιασάμενοι, ἐσπεύσατε τὸ χεῖρον καθυποτάξαι τῷ κρείττονι, καὶ τὴν σάρκα δουλῶσαι τῷ Πνεύματι· ὅθεν μοναζόντων, ἀνεδείχθητε ἀκρότης, πολισταὶ τῆς ἐρήμου, εὐδρομούντων ἀλεῖπται, κανόνες ἀρετῆς ἀκριβέστατοι. Καὶ νῦν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων λυθέντων Πανόσιοι, καθαρῶς ἐποπτεύετε, τὴν ἁγίαν Τριάδα, ἐντυγχάνοντες ἀμέσως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων ὑμᾶς.

Προκείμενον Ἦχος βαρὺς
Ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.
Στίχ. Ἐξελοῦ με, ἐκ τῶν ἐχθρῶν μου ὁ Θεός.
Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσμα
(Κεφ Η' 19-23)

Τάδε λέγει Κύριος Παντοκράτωρ· Νηστεία ἡ τετάρτη, καὶ νηστεία ἡ πέμπτη, καὶ νηστεία ἡ ἑβδόμη, καὶ νηστεία ἡ δεκάτη, ἔσονται τῷ οἴκῳ Ἰούδα καὶ τῷ οἴκῳ Ἰσραήλ, εἰς χαρὰν καὶ εὐφροσύνην, καὶ εἰς ἑορτὰς ἀγαθάς, καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν, καὶ τὴν εἰρήνην ἀγαπήσατε. Τάδε λέγει Κύριος Παντοκράτωρ· Ἔτι ἥξουσι λαοὶ πολλοί, καὶ κατοικοῦντες πόλεις πολλάς, καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν, λέγοντες· Πορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου, καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου Παντοκράτορος ἐν Ἱερουσαλήμ. Καὶ ἥξουσι λαοὶ πολλοί, καὶ ἔθνη πολλά, ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου Παντοκράτορος ἐν Ἱερουσαλήμ, καὶ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου. Τάδε λέγει Κύριος Παντοκράτωρ· Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐπιλήψονται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν, καὶ ἐπιλήψονται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου, λέγοντες· Πορευσώμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν, ὅτι ὁ Θεὸς μεθ' ὑμῶν ἐστιν.
Προκείμενον Ἦχος πλ. β'
Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος.
Στίχ. Κύριε οὐχ ὑψώθη ἡ καρδία μου.

Ἀπόστιχα 
Ἦχος β'
Ἰδιόμελον
Καθαρίσωμεν ἑαυτοὺς ἀδελφοί, ἀπὸ παντὸς μολυσμοῦ, σαρκὸς καὶ πνεύματος, τὰς λαμπάδας τῶν ψυχῶν ἡμῶν φαιδρύνωμεν, διὰ φιλοπτωχείας, μὴ κατεσθίοντες ἀλλήλους τῇ συκοφαντίᾳ· ἔφθασε γὰρ ὁ καιρός, ὅταν ὁ Νυμφίος ἐλεύσεται, πᾶσιν ἀποδοῦναι κατὰ τὰ ἔργα αὐτοῦ. Συνεισέλθωμεν Χριστῷ μετὰ τῶν φρονίμων Παρθένων, τὴν φωνήν ἐκείνην τοῦ Λῃστοῦ, πρὸς αὐτὸν ἀνακράζοντες· Μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. (Δίς) 
Ἦχος β'
Μαρτυρικὸν
Τῶν ἁγίων Μαρτύρων πρεσβευόντων ὑπὲρ ἡμῶν, καὶ τὸν Χριστὸν ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων τὸ γένος πίστει διασῴζεται.
Δοξαστικὸν, Ἦχος πλ. δ'
Τῶν Μοναστῶν τὰ πλήθη, τοὺς καθηγητὰς νῦν τιμῶμεν, Πατέρες ὅσιοι· δι' ὑμῶν γὰρ τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν, μακάριοι ἐστὲ τῷ Χριστῷ δουλεύσαντες, καὶ ἐχθροῦ θριαμβεύσαντες τὴν δύναμιν, Ἀγγέλων συνόμιλοι, Δικαίων ὁμόσκηνοι, καὶ Ἁγίων, μεθ' ὧν πρεσβεύσατε τῷ Κυρίω, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον, Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Χαῖρε ἁγνείας κειμήλιον, χαῖρε ἀΰλου φωτός, καθαρὸν ἐνδιαίτημα, χαῖρε τὸ κεφάλαιον, τῆς ἡμῶν σωτηρίας τε, τῶν Ἀποστόλων, χαῖρε τὸ κήρυγμα, καὶ τῶν, Μαρτύρων, χαῖρε τὸ καύχημα, χαῖρε τὸ πλήρωμα, Προφητῶν Πανάμωμε, καὶ Ἀσκητῶν, Μοναστῶν ἀγλάϊσμα, καὶ σωτηρία πιστῶν.

Ἀπολυτίκιον
Ἦχος δ'
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Θεοτοκίον, Ἦχος δ'
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον Μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Ταῖς τῶν πατέρων ἀστραπαῖς καταυγασθέντες, ὡς εἰς Παράδεισον τερπνὸν νῦν εἰσιόντες, τῆς τρυφῆς τοῦ χειμάρρου καταπολαύσωμεν, καὶ τούτων τὰς ἀριστείας θαμβητικῶς, σκοποῦντες ἀμιλληθῶμεν ταῖς ἀρεταῖς, τῷ Σωτῆρι κραυγάζοντες· Εὐχαῖς αὐτῶν ὁ Θεός, μετόχους ἡμᾶς ποίησον, οὐρανῶν Βασιλείας σου.
Δόξα... Ὅμοιον
Τὸν ἀρχηγὸν τῶν Μοναστῶν Παῦλον συμφώνως, σὺν Ἀντωνίῳ τῷ σοφῷ καὶ Εὐθυμίῳ, ἀνυμνήσωμεν πάντες, σὺν τοῖς λοιποῖς Πατράσι, καὶ τούτους καθικετεύσωμεν, ὅπως Χριστόν, ἀπαύστως ἐκδυσωπῶσιν ὑπὲρ ἡμῶν, τῶν τὴν θείαν καὶ πάμφωτον, ἐπιτελούντων μνήμην αὐτῶν, ἐν ᾄσμασι δοξάζοντες, τὸν Σωτῆρα καὶ Κύριον.
Καὶ νῦν... Θεοτοκίον Ὅμοιον
Εὐχαριστοῦμέν σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν ἁγνή, καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸν τόκον σου κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως· Σῶσον ἡμᾶς, Παρθένε παντελεῆμον ὡς ἀγαθή, καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ· ἐν ὥρᾳ τῆς ἐτάσεως, μὴ αἰσχυνθῶμεν οἱ δοῦλοί σου.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρῶν ΤΟ ΑΚΟΥΤΕ
Ἀντώνιον ὁμοῦ, καὶ Εὐθύμιον πάντες, σὺν πᾶσι τοῖς λοιποῖς, θεοφόροις Πατράσιν, εὐφημήσωμεν ὕμνοις, αὐτῶν τὴν μνήμην πανηγυρίζοντες· οὗτοι γὰρ τῷ Κυρίῳ, ὑπὲρ τοῦ κόσμου παντὸς πρεσβεύουσιν, ἵνα ῥυσθῶμεν τῆς ἀρχαίας ἀρᾶς, λυτρωθέντες κολάσεως.
Δόξα...
Τὸ προσταχθὲν μυστικῶς ΤΟ ΑΚΟΥΤΕ
Ὡς εἰς λειμῶνα ἀρετῶν ἀνθηφοροῦντα, τῶν θεοφόρων Ἀσκητῶν περιπατοῦντες, τῆς ὀσμῆς πληρούμεθα τῆς ἡδυπνόου· τοῖς ἄθλοις γὰρ στομωθέντες τῶν πειρασμῶν, τὸ σῶμα τῇ ἐγκρατείᾳ δουλοπρεπῶς, καθυπέταξαν πνεύματι, ἀγγελικὴν ἐπὶ γῆς, πολιτείαν βιώσαντες, δόξης οὖν ἠξιώθησαν.
Καὶ νῦν... Θεοτοκίον Ὅμοιον
Τῶν Ἀσωμάτων σου Χριστέ, καὶ τοῦ Προδρόμου, τῶν Μαθητῶν, τῶν Προφητῶν, καὶ τῶν Μαρτύρων, τῶν Ἁγίων ἁπάντων τε, καὶ τῶν Ὁσίων, πρεσβείαις τῆς ἀπειράνδρου καὶ ἀγαθῆς, Μητρός σου, ἐκδυσωπούμενος, δὸς ἡμῖν, τῷ φωτί σου πορεύεσθαι, καὶ καταξίωσον ἡμᾶς, τυχεῖν τῆς Βασιλείας σου, διὰ σπλάγχνα ἐλέους σου.

Κανών α', ᾨδὴ α', τῶν Ἁγίων Πατέρων
Ἦχος πλ. δ'
ᾎσμα ἀναπέμψωμεν ΤΟ ΑΚΟΥΤΕ
Πάντες ἐν ᾠδαῖς πνευματικαῖς, τοὺς ἐν ἀσκήσει λάμψαντας, θείους Πατέρας ἡμῶν, ὑμνήσωμεν συμφώνως, οὓς ἤνεγκεν Αἴγυπτος, Θηβαῒς καὶ Λιβύη, ἅπας τόπος, καὶ πόλις, καὶ χώρα.

Χαίροις Μοναστῶν ὁ ἀρχηγός, Ἀντώνιε πανένδοξε, Ἀμμοὺν ὁ θεοφόρος, τὸ τῆς νηστείας κλέος, Ἀρσένιε Ἀγγελε, κράτος τῆς ἡσυχίας, καὶ Ἀμμωνᾶς ὁ πνευματοφόρος.

Τέρπου σκεῦος ὄντως τοῦ Θεοῦ, Ἀγάθων ἱερόψυχε, Ἀχιλλὰ καὶ Ἀμώη, τὰ ἄνθη τῆς ἐρήμου, Ἀνούβ, καὶ Ἀλώνιε, Ἀμοναθά, καὶ Ἄνθιμε, τῶν ἀρετῶν φαιδροὶ μαργαρῖται.

Λύχνοι διακρίσεως ἡμῖν, ὑμνείσθω Ἄρης σήμερον, καὶ Ἀπολλὼς ὁ μέγας, ὑπακοῆς δὲ φῶτα, Ἀθρὲ καὶ Ἀκάκιος, τούτοις καὶ Ἀββακύρης, συνεκλάμπει, ὥς τις ἑωσφόρος.

Ὄρος πολιτείας ὑψηλῆς, ἀνέφανεν Αὐξέντιος, ἀθλητὴς δὲ ἁγνείας, Ἀβράμιος, ὁ μέγας, μεθ' ὧν Ἀφροδίσιος, στῦλος τῆς ἐγκρατείας ἀνεδείχθη, σὺν Ἀθηνοδώρῳ.

Λάμπει ὡς ἀστὴρ ἐν οὐρανῷ, ἐν ἀσκηταῖς Ἀμμώνιος καὶ ὁ θεῖος Ἀνίνας· αὐγάζει δὲ σὺν τούτοις, καὶ ὁ μέγας Ἀντίοχος, Ἀγαπητὸς ὁ πάνυ, εἴς τις ἄλλος, σὺν τούτοις αὐγάζει.

Ὕμνοις εὐφημοῦμεν ἱεροῖς, τὸν μέγαν Ἀθανάσιον, τὸν ἐν τῷ ὄρει λαμπρῶς, ἀσκήσαντα τοῦ Ἄθω, φωστῆρα τὸν μέγιστον πάσης τῆς οἰκουμένης, οὗ πρεσβείαις σῳζόμεθα πάντες.

Βίοις θεοπνεύστοις ἀληθῶς, Παράδεισος ἐδείχθητε, τῆς Ἐκκλησίας σοφοὶ μακάριοι Πατέρες, οἳ πάντες κατ' ὄνομα, ὑπὲρ ἡμῶν πρεσβείαν, τῷ Κυρίῳ ποιεῖτε ἀπαύστως.
Μαρτυρικὸν
Δεῦτε φιλομάρτυρες πιστοί, τιμήσωμεν τοὺς Μάρτυρας, ἐν ἐτησίοις ᾠδαῖς, καὶ ᾄσμασιν ἐν πίστει, Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾄδοντες καὶ βοῶντες· ᾌσωμέν σοι τῷ μόνῳ Δεσπότῃ.
Δόξα...
Τρία μιᾶς φύσεως ὑμνῶ, πρόσωπα αὐθυπόστατα, ἀγέννητον Πατέρα, Υἱὸν τὸν γεννηθέντα, καὶ Πνεῦμα τὸ ἅγιον, ἄναρχον βασιλείαν, ἐξουσίαν, Θεότητα μίαν.
Καὶ νῦν... Θεοτοκίον
Χαίροις, ὁ πανάγιος Ναός, ὁ πόκος ὁ θεόδροσος, ἐσφραγισμένη πηγή, τοῦ ἀθανάτου ῥείθρου, τὴν πόλιν σου Δέσποινα, φύλαττε ἐκ παντοίων, πολεμίων ἀπολιορκήτως.
Ὁ Εἱρμὸς
«ᾎσμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον ᾄδοντα καὶ βοῶντα· ᾌσωμέν σοι τῷ μόνῳ Δεσπότῃ».

Κανών α', ᾨδὴ β', τῶν Ἁγίων Πατέρων
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπ' ἐσχάτων, πλὴν ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδάμ, ὡς φιλάνθρωπος».

Ὀσμῆς νῦν πληρούμεθα, ὡς εἰς Παράδεισον ἄλλον θέοντες, τῶν θεοφυτεύτων ἀρετῶν τῶν Ἀσκητῶν, ἃς ἐν ἐγκρατείᾳ, καὶ δάκρυσιν ἤνθησαν, ποικίλως καρποφοροῦντες, πολιτείας τῷ Θεῷ οἱ ὁσιώτατοι.

Μέγας Βησσαρίων, πτηνῶν τὸν βίον ζῶν, ἄλλος Ἄγγελος, νέος Ἰὼβ πάλιν, ὁ στερρὸς Βενιαμίν, ἀλλὰ καὶ Βιτάλιος λαμπτήρ, πόρνας σῴζων Θεῷ, Βυτίμιος δὲ ὁ θεῖος, καὶ ὁ κλεινὸς Βαβύλας, σὺν τούτοις ὑμνείσθωσαν.

Ὕψει πολιτείας, οὐράνιος γέγονας ὦ Βενέδικτε, οἶκος δὲ σοφίας, ὁ ποιμὴν Βασιανός, ἀλλὰ καὶ Βασίλειός τις, ἦρε στέφανον ὑπακοῆς· τῷ τάφῳ γὰρ ζῶν οἰκήσας, διαδείκνυσιν ἡμῖν ὑπακοῆς τὸ λαμπρόν.

Ὕμνος Γελασίῳ, οὗτος ἀοίδιμος βασιλεὺς παθῶν· αἶνος Γερασίμῳ, ᾧ δεδούλευκεν ὁ θήρ· εἶκε γὰρ αὐτῷ, δι' ἀρετῆς τελειότητα, δόξα καὶ Γερμανῷ, τῷ πατρί, σύν Γαΐῳ τῷ σοφῷ θεραπευτῇ τοῦ Χριστοῦ.

Δαυῒδ Θεσσαλονίκης, γέρας καὶ καύχημα, ὁ θεόληπτος Δανιήλ, αἰνείσθω ὁ ἐν θαύμασι πολύς, ἔργῳ δὲ καὶ λόγῳ Δανιὴλ ὁ τῆς Σκήτεως Δῖός τε καὶ Δάλματος, ἀρχηγοὶ τῶν μοναστῶν, ἔρεισμα πίστεως.

Ἀστέρων διαυγείας, ὑποταγὴ πολλῷ κρείττους ἔδειξεν, ὡς δύο φωστῆρας καταλάμποντας ἡμᾶς, Δομετιανόν τε καὶ Δομέτιον τοὺς θεόφρονας, σὺν τούτοις καὶ οἱ ἀνώνυμοι, ἐνδόξως ἀνυμνείσθωσαν.
Μαρτυρικὸν
Ὄλβος ἀκένωτος, πιστῶν τὴν λάρνακα προκατέλαβε, τῶν ὑπὲρ Κυρίου ἀθλησάντων εὐσεβῶς· δεῦτε οἱ πιστοὶ μαρτυρικῶς τούτοις ᾄσωμεν, καρπούμενοι τὰς ἰάσεις τῶν ψυχῶν, καὶ σωμάτων διὰ πίστεως.
Δόξα...
Ὑπερτελεστάτη, Μονάς, ὑπέρθεε τρισυπόστατε, ἀγέννητε Πάτερ, καὶ Υἱὲ μονογενές, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευθέν, δι' Υἱοῦ δὲ φανέν, οὐσία μία καὶ φύσις, κυριότης βασιλεία, σῶσον πάντας ἡμᾶς.
Καὶ νῦν... Θεοτοκίον
Μόνη εἰσήγαγες, τῇ ἀνθρωπότητι ξένην γέννησιν, μόνη οὐχ ὑπέστης, τὴν ἐκ φύσεως φθοράν, ἄσπορον ἀφθόρως, τοκετὸν ὑπομείνασα· διό σε ὡς Θεοτόκον, κατὰ χρέος οἱ πιστοί, Ἁγνὴ δοξάζομεν.
Καταβασία
«Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπ' ἐσχάτων, πλὴν ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδάμ, ὡς φιλάνθρωπος».

Κανών α', ᾨδὴ γ', τῶν Ἁγίων Πατέρων
Ἦχος πλ. δ'
Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Κύριος ΤΟ ΑΚΟΥΤΕ
Εἰς ἄλλον Παράδεισον, εἰσιόντες ἀρετῶν, τῶν θεσπεσίων Πατέρων, τοῖς τούτου γευσώμεθα, ἀειζωοπαρόχου, ἐμψύχου τρυφήσεως, πιστῶς ἀνευφημοῦντες αὐτούς.

Τιμάσθω Εὐθύμιος, ὁ φανώτατος ἀστήρ, ὁ ἑωσφόρος Ἑλλάδιος, Ἐφραὶμ ὁ θεόπνευστος, σὺν Εὐλογίῳ τῷ πάνυ, οἱ ἔργοις καὶ θαύμασιν, ἀστράψαντες τοῖς πέρασιν.

Ὑμνείσθω ἐν ᾄσμασι, Ζωσιμᾶς ὁ θαυμαστός, καὶ Ζαχαρίας ὁ πάντιμος, καὶ Ζήνων, καὶ Ζώϊλος, Ἡσαΐας ὁ μέγας, Ἠλίας ὁ ἔνδοξος, σὺν τούτοις γεραιρέσθωσαν.

Τῆς Θέρμης Θεόδωρον, τὸν πανάγαστον ὑμνῶ, καὶ τοῦ Ἐννάτου τὸν πάνυμνον, μεθ' ὧν καὶ Θεόδουλον, σὺν Θεωνᾷ ἀναμέλπω· τιμῶ τὸν θεσπέσιον, καὶ μέγαν Θεοδόσιον.

Αἰνείσθω Θεόκτιστος, ὁ πανάριστος ποιμήν, καὶ ὁ ὑψίνους Θαλάσσιος, ὁ μέγας Θεόδωρος, ὁ κληθεὶς Συκεώτης, σημείοις καὶ τέρασι, φανεὶς ἐπὶ τῆς γῆς ὑψηλός.

Ἀστέρες ἀνίσχουσιν, ἄλλοι πάλαι παμφαεῖς, ὁ κολοβὸς Ἰωάννης, σὺν τοῖς ἐν τῇ κλίμακι, τρισὶ φαεσφόροις, σὺν πλείοσιν ἄλλοις τε, ἐνδόξως καταλάμποντες.
Μαρτυρικὸν
Τιμήσωμεν ᾄσμασι, καὶ ᾠδαῖς πνευματικαῖς, οἱ συνελθόντες φιλέορτοι, Μαρτύρων τὴν πάνσεπτον, καὶ ἐτήσιον μνήμην· ἀεὶ γὰρ πρεσβεύουσι Χριστῷ, ὑπὲρ τοῦ γένους ἡμῶν.
Δόξα...
Τριὰς ὁμοούσιε, καὶ ὑπέρθεε Μονάς, ἡ διαιρέσει τὴν ἕνωσιν καὶ ἔμπαλιν ἔχουσα, τοῖς προσώποις τὴν φύσιν, εἰς ἓν ἡμᾶς σύναψον θέλημα τῶν σῶν ἐντολῶν.
Καὶ νῦν... Θεοτοκίον
Σκηνήν σε θεότευκτον, προδιέγραψε Μωσῆς, τοῖς Σεραφὶμ συγκαλύπτουσαν, Ἁγίων τὰ Ἅγια, προτυπῶν σου Παρθένε, τὸν τόκον τὸν ἄχραντον, Χριστὸν σαρκὶ τραφήσεσθαι.
Ὁ Εἱρμὸς
«Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα κτίσις, καὶ οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε φιλάνθρωπε».

Κάθισμα
Ἦχος πλ. δ'
Τὴν σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἀντωνίου τὸ πρᾶον καὶ καθαρόν, Εὐθυμίου τὸ μέγα καὶ θαυμαστόν, Παύλου Ἀρσενίου τε, τὸ ἀμιγὲς καὶ ἡσύχιον, Θεοκτίστου τὸ κλέος, καὶ τῶν λοιπῶν Ὁσίων, ἁπάντων τὰ τάγματα, οἱ πιστοὶ δοξάσωμεν, καὶ συνευφημήσωμεν, ἐν ᾠδαῖς σὺν τούτοις, Εὐπραξίαν τὴν παρθένον, σὺν πάσαις ὑμνήσωμεν, γυναικῶν ταῖς θεόφροσι, καὶ συμφώνως βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα... Ὅμοιον
Τοὺς δεσμοὺς διαρρήξαντες τῶν παθῶν, ἐκολλήθητε πόθῳ τῶν ἀγαθῶν, δόξαν ὑπερκόσμιον, ἐν Χριστῷ ἐνεδύσασθε, ἐξ οἰκείων κόπων, εὑρόντες ἀνάπαυσιν, ἐγκρατείας πόνοις, τυχόντες τῆς ἄνω ζωῆς· ὅθεν ἐπαξίως συνευφραίνεσθε ἅμα, ταῖς ἄνω Δυνάμεσι, γηθοσύνως ἐν ᾄσμασι, τῷ Θεῷ παριστάμενοι, Θεοφόροι Πατέρες ἡμῶν, τῶν πταισμάτων ἄφεσιν αἰτήσασθε, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Καὶ νῦν... Θεοτοκίον Ὅμοιον
Εἰς ἰλὺν ἐνεπάγην ἁμαρτιῶν, καὶ οὐκ ἔστιν ὑπόστασις ἐν ἐμοί, δεινῶς κατεπόντισε, καταιγὶς τῶν πταισμάτων μου, ἀλλ' ὡς τεκοῦσα Λόγον, τὸν μόνον φιλάνθρωπον, ἐπ' ἐμὲ τὸν δοῦλόν σου, ἐπίβλεψον δέομαι, ῥῦσαι ἁμαρτίας, καὶ παθῶν ψυχοφθόρων, καὶ πάσης κακώσεως, τοῦ ἀλάστορος Δέσποινα, ἵνα ψάλλω γηθόμενος· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

Κανών α', ᾨδὴ δ', τῶν Ἁγίων Πατέρων
Ἦχος πλ. δ'
Ἐξ ὄρους κατασκίου ΤΟ ΑΚΟΥΤΕ
Λαμπτὴρ κοσμοφανής, ὁ θεῖος Ἱλαρίων, ὄρος γνωστικόν, ὁ μέγας Ἰουστῖνος· μεθ' ὧν Ἱέραξ τιμάσθω, καὶ Ἰβηστίων, οἱ ἀριστόκλεοι, σὺν τῷ Ἰωσήφ.

Καὶ Ἱερεμίας, ἤστραψε τῷ βίω, ὤφθη δὲ καὶ σθένος μέγα Ἰσχυρίων· μεθ' ὧν πυρσεύει Καρίων, Κόπρης καὶ Κάστωρ, Κασσιανὸς δὲ δι' ἀμφοῖν παγκαλλής.

Ἄγαμαι Καλλίστου, τὰς χρηστολογίας, αἰνῶ τὰς Λαυρεντίου ἀγαθοεργίας, τὴν εὐπραξίαν Λογγίνου διαφημίζω, καταγεραίρω τὰς τοῦ Λὼτ ἀρετάς.

Λεόντιον ὑμνῶ, βυθὸν θεολογίας, Μάξιμον δὲ μέλπω, πέλαγος δογμάτων, Μαρκιανὸν ἐγκαλλώπισμά τε, καὶ Μᾶρκον, τὸν εὐπειθῆ καί, τὸν θεάκουστον.

Γέρας ἀρετῶν, Μακάριος ὁ μέγας, ὁ Πολιτικὸς δὲ χρῆμα εὐσεβείας, ἀνακηρύττεται τούτοις Μᾶρκος ὁ πάνυ, σὺν Δαλματώῃ, ὁ αἰθίοψ Μωσῆς.

Μαρτινιανοῦ, καὶ Μάλχου μεγαλύνω τοὺς ὑπὲρ ἁγνείας δρόμους τε καὶ ἄθλους, τὸ εὐπραγὲς δὲ Μαρκέλλου τοῦ ποιμενάρχου, τιμῶ καὶ Μίλλην τὸν νεκρέγερτον.
Μαρτυρικὸν
Μάρτυρες Χριστοῦ, ἀπαύστους ἱκεσίας, τῷ Δημιουργῷ, προσάγετε καὶ κτίστου, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ τῶν τιμώντων, ὑμῶν τὴν μνήμην ἐν τοῖς ᾄσμασι.
Δόξα...
Ξένον ὅτι ἕν, καὶ τρία ἡ Θεότης, ὅλη ἐν τρισί, προσώποις ἀμερίστως· Πατήρ, Υἱὸς γὰρ καὶ Πνεῦμα ἅγιόν ἐστι, τὰ προσκυνούμενα ἐν φύσει μιᾷ.
Καὶ νῦν... Θεοτοκίον
Χαῖρε τοῦ Θεοῦ, εὐρύχωρον χωρίον, χαῖρε κιβωτέ, τῆς νέας Διαθήκης, χαῖρε ἡ στάμνος, το μάννα ἐξ ἧς ἐδόθη, πᾶσι βροτοῖς τὸ ἐπουράνιον.
Ὁ Εἱρμὸς
«Ἐξ ὄρους κατασκίου Λόγε, ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε, καὶ ἐν τρόμῳ, ἐδοξολόγει σου τὴν δύναμιν».

Κανών α', ᾨδὴ ε', τῶν Ἁγίων Πατέρων
Ἦχος πλ. δ'
Τῆς τῶν παθῶν με ἀχλύος ΤΟ ΑΚΟΥΤΕ
Τοῦ ἐν Ἐδὲμ Παραδείσου, δεῦτε ἴδωμεν ἄνθη ἀείζῳα, τὰ θεοβλαστούργητα, Πατέρων σπουδάσματα, ὧν ὑπάρχει μόνος γεωργὸς ὁ Κύριος.

Νείλου τοῖς ῥείθροις τῶν λόγων, καταρδεύεται πᾶσα, νοερὰ ψυχή, Ναυκρατίου Νίκωνος, τοῖς βίοις λαμπρύνεται, σὺν Ναθαναὴλ δέ, καὶ Νισθένωρ τέρπει αὐτήν.

Ὁ Ξενοφῶν σὺν υἱέσιν, ἀρεταῖς ἀπαστράπτων, φωτίζει ἡμᾶς, μέγας δὲ Ὀρσήσιος, ὑπὲρ δὲ Ὀνούφριος, τὸν Ποιμένα δέ, τίς ἀξιολογήσει βροτῶν;

Παμβὼ καὶ πράξει καὶ λόγῳ, μακαριζέσθω ἀξίως, ὡς ὑψηλός· εἴργων δὲ τοὺς δαίμονας Πούπλιος ὁ ἔνδοξος, δοξαζέσθω ἴσα, ὁ λαμπρὸς Πιννούφριος.

Ἀξιοχρέως τιμάσθω, ὁ περίδοξος ὄντως Παφνούτιος, Πίωρ, Πατερμούθιος Παῦλος ὁ ἁπλούστατος, Πιτυροὺν ὁ μέγας καὶ Πατέρων ἔξοχος.

Λαμπρῶς ἐγκωμιαζέσθω, ὁ φωστήρων φωστήρ, ὁ Παχώμιος, Παλάμων ὁ σύναθλος, ὁ θεῖος Πετρώνιος, Πασσαρίων σὺν τούτοις, θείαις ἐξυμνείσθω ᾠδαῖς.
Μαρτυρικὸν
Ἀθλητικῶς ἐν σταδίῳ, τὸν Χριστὸν Θεὸν ἀνακηρύξαντες, ἀήττητοι Μάρτυρες, στεφάνους ἐλάβετε, καὶ χορεύετε σὺν τοῖς Ἀσωμάτοις χοροῖς.
Δόξα...
Ταῖς ὑποστάσεσι τρία, εἰ καὶ φύσει τὸ ἕν, Θεότης ἐστίν· εἰς ἃ βεβαπτίσμεθα, καὶ οἷς περ πιστεύομεν, ὁ Πατήρ, ὁ Λόγος, καὶ τὸ Πνεῦμα τὸ συμφυές.
Καὶ νῦν... Θεοτοκίον
Ἡ διὰ λόγου τὸν Λόγον, ὑπὲρ λόγον τεκοῦσα Πανάχραντε, αὐτὴν ἱκετεύουσα, μὴ παύσῃ δεόμεθα, ἐκ κινδύνων ἀεὶ ῥύσασθαι τὴν ποίμνην σου.
Ὁ Εἱρμὸς
«Τῆς τῶν παθῶν με ἀχλύος, ὡς ἐκ νυκτὸς βαθυτάτης λυτρούμενος, ὀρθρίζειν ἀξίωσον, τὸ πνεῦμά μου δέομαι, ἐν φωτὶ ἡμέρας, τῶν σῶν προσταγμάτων Χριστέ».

Κανών α', ᾨδὴ ς', τῶν Ἁγίων Πατέρων
Ἦχος πλ. δ'
Συνεχόμενον δέξαι με ΤΟ ΑΚΟΥΤΕ
Θαυμαστοὶ οἱ πανσέβαστοι, Πατέρες ἡμῶν, ὧν οἱ θεῖοι ἆθλοι, ὧν τὰ παλαίσματα, ὧν αἱ ἰάσεις· τίς γὰρ πλὴν τούτων, ἔδειξε τεράτων ἰσχύν;

Ῥαβουλᾶς ὁ θαυμάσιος, καὶ Ῥοῦφος ὁμοῦ, καὶ Σισώης ἅμα ὁ ἰσάγγελος ἀνευφημείσθω, μεθ' ὧν ὁ θεῖος Σέριδος, καὶ Σιλουανός.

Οὐρανὸς τετραφώστηρος, ἐφάνη ἐν γῆ, ἡ δὶς δύο αὕτη, Συμεώνιος ὁμωνυμία· οἳ ἐν τοῖς στύλοις τρεῖς εἰσι, καὶ εἷς ὁ Σαλός.

Μέσον ἄστρων ὡς ἥλιος, ὧν ἦν ἀρχηγός, ὁ ἡγιασμένος Σάββας ἤστραψε, μεθ' ὃν αὐγάζει καὶ Σεραπίων, πράξεσι, σὺν τῷ Σιλβανῷ.

Σαρματᾶς καὶ Τιμόθεος, Τιθόης ὁμοῦ, σὺν Ὑπερεχίῳ, καὶ Φαρμούθιος, Φωκᾶς, Χαρίτων, Χαιρήμων, Ψόης ὑμνείσθω, καὶ Ὢρ ὁ σοφός.

Ἡ ἁγία καὶ ἔνδοξος, Πατέρων πληθύς, ἡ μνημονευθεῖσα, καὶ ἀνώνυμος, ῥῦσαι κινδύνων, τοὺς πόθῳ τὰ μνημόσυνα τελοῦντας ὑμῶν.
Μαρτυρικὸν
Θαυμαστὸς εἶ φιλάνθρωπε, ἐν σοῖς Ἀθληταῖς, ὧν οἱ θεῖοι ἆθλοι, ὧν τὰ θαύματα, ὧν αἱ ἰάσεις, ὧν ταῖς πρεσβείαις, σῶσον ἡμᾶς Κύριε.
Δόξα...
Σὲ τριὰς ὑπεράρχιε, καὶ θεία μονάς, φῶς καὶ φῶτα μέλπω, ζωὴν καὶ ζωάς, Νοῦν Λόγον, Πνεῦμα ἅγιόν τε, καὶ ἅγια, τὸν ἕνα Θεόν.
Καὶ νῦν... Θεοτοκίον
Ἐκ τῆς ῥίζης ἀνέτειλε, σοῦ ἄνθος ζωῆς, Ἰεσσαὶ προπάτορ, ἀνασκίρτησον, ὁ σῴζων κόσμον, ἐκ τῆς ἁγνῆς Νεάνιδος, Χριστὸς ὁ Θεός.
Ὁ Εἱρμὸς
«Συνεχόμενον δέξαι με, φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, καὶ προσπίπτοντα, τοῖς οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην, Κύριε, σῶσόν με».

Κοντάκιον
Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς ΤΟ ΑΚΟΥΤΕ ΤΟ ΑΚΟΥΤΕ
Ὡς εὐσεβείας κήρυκας, καὶ ἀσεβείας φίμωτρα, τῶν θεοφόρων τὸν δῆμον ἐφαίδρυνας, Κύριε, τὴν ὑφήλιον λάμποντα. Ἐν εἰρήνῃ τελείᾳ, ταῖς αὐτῶν ἱκεσίαις, τούς σὲ δοξάζοντας καὶ μεγαλύνοντας, διαφύλαξον, ψάλλειν καὶ ᾄδειν σοι, Ἀλληλούϊα.
Ὁ Οἶκος
Τοῖς τοῦ βίου τερπνοῖς ἐνητένισα, λογισμοῖς θεωρῶν τὰ γινόμενα, καὶ μετρήσας αὐτῶν τὰ ἐπώδυνα, τὴν ζωὴν τῶν βροτῶν ἐταλάνισα, ὑμᾶς δὲ μόνους ἐμακάρισα, τοὺς μερίδα καλὴν ἐπιλεξαμένους, τὸ παθεῖν τῷ Χριστῷ, καὶ μένειν σὺν αὐτῷ, καὶ συμψάλλειν ἀεὶ τῷ Προφήτῃ Δαυΐδ, Ἀλληλούϊα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῷ Σαββάτῳ τῆς Τυρινῆς, μνείαν ἐπιτελοῦμεν πάντων τῶν ἐν ἀσκήσει λαμψάντων ἁγίων Ἀνδρῶν τε καὶ Γυναικῶν.
Στιχοι
Ψυχαῖς Δικαίων, ὧν ἀεὶ μνήμη μένει,
Χοὰς μενούσας, προσκομίζω τοὺς λόγους.

Ταῖς τῶν Ὁσίων σου πάντων πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.

Κανών α', ᾨδὴ ζ', τῶν Ἁγίων Πατέρων
Ἦχος πλ. δ'
Ὁ τοὺς Παῖδας δροσίσας ΤΟ ΑΚΟΥΤΕ
Δεῦτε προσοίσωμεν ὕμνους κατὰ χρέος, γυναιξὶ ταῖς ὁσίως βιωσάσαις, καὶ ἰσαγγέλως· Ὧν ἱκεσίαις, κράζομεν· Ὁ Θεὸς σῶσον πάντας ἡμᾶς.

Ἡ χρηστοφόρος Βρυαίνη, σὺν τῇ θείᾳ Φεβρωνίᾳ τιμάσθω, καὶ Θωμαΐιδι, καὶ Ἱερείᾳ, καὶ Πλατωνὶς δὲ ᾄδεται, σὺν αὐταῖς καὶ Μελανθία πιστῶς.

Ταῖς ἀγγελόφροσιν αἶνος Εὐπραξίαις, σὺν δυσὶ Θεοδώραις, Ἀναστασίαις ταῖς πανολβίαις, ὕμνος καὶ δόξα ἄπαυστος, θαυμαστῶς λατρευσάσαις Θεῷ.

Ἡ Αἰγυπτία Μαρία, φῶς ἐν κόσμῳ, καὶ ἡ Μαρῖνος κληθεῖσα, ἄστρον ὤφθη τῇ οἰκουμένῃ, ἡ Εὐφροσύνη ἥλιος, ἀρεταῖς ἀπαστράπτουσα.

Πυρσοφαὴς Θεοδούλη καὶ ἐν ἀσκήσει, σὺν ταύτῃ αὐγάζει, Θεοδότη καὶ Ἰουλίττα, καὶ συνεκλάμπει πράξεσιν, Ἰσιδώρα ἡ πανόλβιος.

Ἡ οὐρανόφρων Μαρίνη νῦν τιμάσθω, σὺν τῇ μεγάλη Ματρώνῃ· Συγκλητικὴ δὲ καὶ ἡ Σάρρα, σὺν τῇ Ἰούστῃ ᾄσμασιν, ὡς σοφαὶ ἀνυμνείσθωσαν.

Πελαγία ὁ Ἀγγελος Κυρίου, Ταϊσία, ὁ λύχνος τῆς μετανοίας, συναδέσθω, καὶ εἴ τις ἄλλη, ἔλαμψε Γυναικῶν ἐν ἀσκήσει.
Μαρτυρικὸν
Τῶν Ἀθλοφόρων τὴν μνήμην ἐκτελοῦντες, δυσωποῦμεν τὸν μόνον Ζωοδότην, τοῦ καταπέμψαι τοῖς ἀνυμνοῦσιν ἔλεος, καὶ πταισμάτων συγχώρησιν.
Δόξα...
Σὺν τῷ Υἱῷ τὸν Πατέρα προσκυνοῦμεν, καὶ τὸ ἅγιον Πνεῦμα ὁμοφρόνως, δοξολογοῦντες πιστῶς βοῶμεν· Δόξα σοι Τριὰς μονάς, ὁ Θεὸς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε Παρθένε ἡ τεκοῦσα, τὸν τοῦ κόσμου Σωτῆρα καὶ Δεσπότην, εὐλογημένη, αὐτὸν δυσώπει πάντοτε, οἰκτειρῆσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ Εἱρμὸς
«Ὁ τοὺς Παῖδας δροσίσας ἐν καμίνῳ, καὶ παρθένον φυλάξας τὴν Τεκοῦσάν σε μετὰ τόκον, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Κανών α', ᾨδὴ η', τῶν Ἁγίων Πατέρων
Ἦχος πλ. δ'
Τὸν ἐν Ὄρει, ἁγίῳ δοξασθέντα ΤΟ ΑΚΟΥΤΕ
Τοὺς ποιμένας, καὶ σοφοὺς Διδασκάλους, Ἱεράρχας, Χριστοῦ τῆς Ἐκκλησίας, σὺν τοῖς Ὁσίοις, πάντες ἀνυμνήσωμεν, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Κατὰ χρέος, Βασίλειος ὁ μέγας, καὶ σὺν τούτῳ, ὁ πολύαθλος ὄντως, ὑμνείσθω Ἀθανάσιος ἐν ᾄσμασι, μετὰ Γρηγορίου, τοῦ θεολογίαις, ἐξάρχοντος ἁπάντων.

Ἰωάννην, τὸ χρυσορρῆμον στόμα, σὺν Κυρίλλοις, τοῖς θεοσόφοις στύλοις, δοξάσωμεν ὡσαύτως καὶ Ἡσύχιον, ἄλλον θεολόγον, σὺν τῷ θεηγόρῳ, καὶ θείῳ Μελετίῳ.

Γρηγορίῳ, δόξα τῶν Νυσσαέων, σὺν τοῖς δύῳ, θαυματουργοῖς Πατράσι, καὶ ὁ σοφὸς τὰ θεῖα Ἐπιφάνιος, σὺν Ἀμφιλοχίῳ, τῷ λαμπρῷ φωστῆρι, ὑμνείσθω εἰς αἰῶνας.

Μητροφάνην, τῶν Ἱερέων κλέος, σὺν Νεκταρίῳ Ἀττικῷ Γενναδίῳ, μεθ' ὧν καὶ Ἀνατόλιον ὑμνήσωμεν, τοὺς ζωολαμπτῆρας, ἅμα Εὐσεβείῳ καὶ Πρόκλῳ τοῖς πανσόφοις.

Νικολάῳ, τῷ ἱεροκηρύκῳ, Σωφρονίῳ, τῷ ὄντως μελιγλώττῳ, σὺν Εὐλαλίῳ ᾄδω καὶ Διάδοχον, ἅμα Εὐσταθίῳ, Ἰουβεναλίῳ, τοῖς πατροκορυφαίοις.
Μαρτυρικὸν
Τὰς ἰάσεις, ψυχῶν τε καὶ σωμάτων, ὡς ἐκ κρήνης, τῆς λάρνακος βρυούσης, τῶν Ἀθλοφόρων πίστει ἀρυσώμεθα, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τούς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.
Ὡς Μονάδα, τῇ οὐσίᾳ ὑμνῶ σε, ὡς Τριάδα, τοῖς προσώποις σε σέβω, πάτερ, Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον, ἄναρχον τὸ κράτος, τῆς σῆς Βασιλείας, δοξάζω εἰς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Σὺ τὸ Ὄρος, τοῦ Θεοῦ ἀνεδείχθης, Θεοτόκε, ἐν ᾧ Χριστὸς οἰκήσας, θείους ναοὺς εἰργάσατο τοὺς ψάλλοντας· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...
Ὁ Εἱρμὸς
«Τὸν ἐν Ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ, πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', τῶν Ἁγίων Πατέρων
Ἦχος πλ. δ'
Τὸν προδηλωθέντα ἐν Ὄρει ΤΟ ΑΚΟΥΤΕ
Τὶς τὴν παρρησίαν, ἐρεύξεται Ἀμβροσίου; τοῦ Ἱεροθέου δέ, πῶς τὴν σοφίαν ἐξείποι; καὶ Ἀλεξάνδρων τῶν θεοσόφων Πατέρων, τὴν ὑπὲρ τῆς πίστεως στερρότητα;

Φαίδιμος ὁ θεῖος, Σπυρίδων ὁ θεοφόρος, σὺν τῷ Ἀντιπάτρῳ, Παμβῷ, Παλλαδίῳ, καὶ Νόννῳ, Ἱερωνύμῳ, καὶ Γερμανῷ τῷ παντίμῳ, ὡς θεοφωστῆρες ἀνυμνείσθωσαν.

Ὁ πολὺς τὰ θεῖα, Διονύσιος τιμάσθω, ὡς τῶν οὐρανίων μύστης, ὁ πολύαθλος Κλήμης, Φλαβιανός τε, καὶ Παῦλος ὁ μέγας, τῆς ὁμολογίας οἱ προκήρυκες.

Μιχαὴλ Συνάδων, ὑμνείσθω σὺν Ταρασίῳ, Νικηφόρος αὖθις, σὺν Θεοδώρῳ τῷ πάνυ, καὶ Θεοφάνης, ὁ Ἱερώνυμος ὄντως, οἱ ὑπασπισταὶ τῶν χαρακτήρων Χριστοῦ.

Πέτρος καὶ Ἰγνάτιος, οἱ ὄντως θεοφόροι, ὡς Χριστοῦ ἀπόστολοι, καὶ ἱερόαθλοι ὄντες, ἀνυμνείσθωσαν ἅμα σὺν Πολυκάρπῳ, καὶ Κυπριανῷ τῷ χριστομάρτυρι.

Ὅσιοι Πατέρες, καὶ Ἱεράρχαι Κυρίου, σὺν Ἱερομάρτυσι, καὶ Γυναιξὶν ἁγίαις, ὀνομαστοὶ καὶ ἀνώνυμοι πάντες, εὔξασθε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Μαρτυρικὸν
Ἐν ταῖς οὐρανίαις, μοναῖς τῆς δόξης Κυρίου, σὺν χοροῖς τῶν Μαρτύρων, καὶ Ἀποστόλων τρυφῶντες, ὑπὲρ ἡμῶν τῶν ἐν γῇ τὰς αἰτήσεις, Μάρτυρες τῷ κτίστῃ προσαγάγετε.
Δόξα...
Ὁ εἷς ἐν Τριάδι Θεός, δόξα σοι ἀπαύστως· εἰ γὰρ καὶ Θεὸς ἕκαστον, ἀλλ' εἷς τῇ φύσει πέλεις, ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ πνεῦμα, τοῖς τρισσοφαέσιν ἰδιώμασι.
Καὶ νῦν... Θεοτοκίον
Βάτον καιομένην πυρί, καὶ μὴ φλεγομένην, προεώρα πάλαι Μωσῆς, ἐν Σιναίῳ τῷ, ὄρει, σὴν θεόδεκτόν σου γαστέρα Παρθένε, ὑποδεχομένην τὸ ἀκήρατον πῦρ.
Ὁ Εἱρμὸς
«Τὸν προδηλωθέντα, ἐν Ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς, Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν».

Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Οἱ κόσμον ἀρνησάμενοι, καὶ τὸν Σταυρὸν ἀράμενοι, πληθὺς ὁσίων Πατέρων, σὺν τοῖς χοροῖς τῶν Μαρτύρων, Ἱεραρχῶν ὁμήγυρις, καὶ Γυναικῶν τὸ σύνταγμα, ἡμᾶς καταφαιδρύνατε, τοῦ ἀνυμνῆσαι ἀξίως, ὑμῶν τὴν πάμφωτον μνήμην.
Ἕτερον Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν ΤΟ ΑΚΟΥΤΕ
Τοὺς ἐν ἀσκήσει λάμψαντας, Θεοφόρους Πατέρας, καὶ Ἱεράρχας ἅμα τε, Γυναικῶν τὰς ὁσίας, καὶ τῶν Ἱερομαρτύρων, τὰς χορείας ἐν ὕμνοις, φαιδρῶς ἀνευφημήσωμεν, ὅπως ἁγιασθῶμεν, καὶ ταῖς εὐχαῖς τούτων, καὶ πρεσβείαις τῆς Θεοτόκου, τὸν δρόμον διανύσωμεν, εὐμαρῶς τῆς νηστείας.

Ἱστῶμεν Στιχηρὰ
Ἦχος πλ. δ'
Ὁ ἐν Ἐδὲμ Παράδεισος ΤΟ ΑΚΟΥΤΕ
Τὴν τῶν Πατέρων ἅπαντες πληθύν, ὁσίως ἀσκήσασαν, ἐν ᾠδαῖς ἐγκωμιάσωμεν πιστοί, τοὺς Ἱεράρχας δὲ Χριστοῦ, εὐφημήσωμεν ᾄσμασι, θεοφρόνως ὁμοψύχως ἀδελφοί· ἐν ἐγκρατείᾳ γὰρ ἔζησαν, καὶ ἐν νηστείᾳ καθαρᾷ, καὶ τοῦ Χριστοῦ κατετράνωσαν, τὸ Εὐαγγέλιον ἡμῖν, μεθ' ὧν ἀνυμνήσωμεν, Γυναικῶν τὰς θεοφόρους καὶ λαμπράς, τὴν αὐτῶν πολιτείαν, θεοπρεπῶς ζηλοῦντες ἐν ψυχῇ, ἵνα εὕρωμεν ἐκεῖ, πλημμελημάτων τὴν συγχώρησιν.
Ἦχος πλ. δ'
Τοὺς ἐν ἀσκήσει λάμψαντας φαιδρῶς, ὁσίως τε ζήσαντας, εὐφημήσωμεν ἐνδόξως ἀδελφοί, ὡς βιοτεύσαντας καλῶς, πρὸς ζωὴν τὴν αἰώνιον, εὐσεβῶς μετοικισθέντας ἐν χαρᾷ, πρὸς λῆξίν τε τὴν ἀνώλεθρον, καὶ μακαρίαν τὴν ἐκεῖ, δι' ἀρετῆς καὶ σεμνότητος, εὐθυδρομήσαντας ἰδού, ἀξίως τιμήσωμεν, ὅπως τύχωμεν ἐλέους ἐκ Θεοῦ, τῇ αὐτῶν παρακλήσει, καὶ αἰωνίου δόξης καὶ χαρᾶς, καὶ ῥυσθῶμεν τῶν ἐκεῖ, ἀπαραιτήτων κολάσεων.
Ἦχος πλ. δ'
Ἱεραρχῶν ἁπάντων ὁ χορός, Δικαίων ὁμήγυρις, Ἀσκητῶν τε καὶ ὁσίων Γυναικῶν, τῶν βιωσάντων εὐσεβῶς, δυσωπηθέντες χάριτι· Ἱκετεύσατε τὸν μόνον ἀγαθόν, καὶ πανοικτίρμονα Κύριον, τοῦ οἰκτειρῆσαι καὶ ἡμᾶς, καὶ τῆς ἐκεῖ κατακρίσεως, ῥυσθείημεν διαπαντός, ταῖς προσευχαῖς ὑμῶν σοφοί, καὶ μελλούσης ἀπολαύσεως, τρυφᾶν διηνεκῶς, εἰς αἰῶνας αἰώνων, ἀγαλλιώμενοί τε καὶ ἡμεῖς, αἶνον ὕμνοις ἀπαύστως, τῷ Ζωοδότῃ ἀνακράζοντες.
Ἦχος πλ. δ'
Θεοπρεπῆ πανήγυριν πιστοί, κροτήσωμεν σήμερον, ἐν τῇ μνήμῃ τῶν Ἁγίων δαψιλῶς Ἱεραρχῶν, καὶ Ἀσκητῶν, καὶ Ἱερομαρτύρων, καὶ ὁσίων Γυναικῶν, καὶ εὐσεβῶν· τῶν γὰρ φθαρτῶν κατεφρόνησαν, καὶ τῶν προσκαίρων ἀληθῶς, καὶ ὡς ἀράχνην ἡγήσαντο, καὶ ὥσπερ σκύβαλα αὐτά, ἵνα κερδήσωσι, τὸν Χριστὸν καὶ τὰ βασίλεια αὐτοῦ, καὶ τὰ θεῖα ἐκεῖνα, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὓς οὐδὲ ἤκουσε ποτέ, ὧν πρεσβείαις ὁ Θεός, ῥῦσαι φθορᾶς τὰς ψυχὰς ἡμῶν.
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἰδιόμελον
Ὅσιοι Πατέρες, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, τῶν κατορθωμάτων ὑμῶν, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὕρετε μισθὸν τῶν καμάτων ὑμῶν, τῶν δαιμόνων ὠλέσατε τὰς φάλαγγας, τῶν Ἀγγέλων ἐφθάσατε τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζηλώσατε, παρρησίαν ἔχοντες πρὸς Κύριον, εἰρήνην αἰτήσασθε ταῖς ψυχαῖς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τῶν σῶν Ὁσίων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Μεγάλη Δοξολογία


Τὰ Τυπικὰ καὶ ἀπὸ τοῦ Κανόνος, ᾨδὴ γ' καὶ ς'.

Προκείμενον Ἦχος βαρὺς
Καυχήσονται Ὅσιοι ἐν δόξῃ.
Στίχ. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν.

Ἀλληλούϊα Ἦχος β'
Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου.
Στίχ. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ.

Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούϊα.