ΤΡΙΩΔΙΟΝ
Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ ΤΥΡΙΝΗΣ




ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Ἀπόστιχα
Ἦχος α'
Ἰδιόμελον
Περιχαρῶς δεξώμεθα πιστοί, τὸ θεόπνευστον διάγγελμα τῆς Νηστείας, ὡς πρῴην οἱ Νινευῖται, καὶ αὖθις πόρναι καὶ τελῶναι, τὸ τῆς μετανοίας κήρυγμα, παρὰ τοῦ Ἰωάννου, δι' ἐγκρατείας ἑτοιμασθῶμεν πρὸς μετουσίαν, τῆς ἐν τῇ Σιὼν δεσποτικῆς ἱερουργίας, διὰ δακρύων προκαθαρθῶμεν τοῦ ἐν αὐτῇ θείου Νιπτῆρος, προσευξώμεθα ἰδεῖν τὴν τοῦ τυπικοῦ ἐνταῦθα, Πάσχα τελείωσιν, καὶ τοῦ ἀληθινοῦ ἀνάδειξιν, παρασκευασθῶμεν εἰς προσκύνησιν τοῦ Σταυροῦ, καὶ τῆς Ἐγέρσεως Χριστοῦ τοῦ Θεοῦ, βοῶντες πρὸς αὐτόν· Μὴ καταισχύνῃς ἡμᾶς, ἀπὸ τῆς προσδοκίας ἡμῶν φιλάνθρωπε! (Δίς)
Μαρτυρικὸν
Ἦχος α'
Ὢ τῆς καλὴς ὑμῶν πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε, καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ προσκαίρως πειρασθέντες, αἰωνίως ἀγάλλεσθε, ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα! Φθαρτὰ γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε ἀπαύστως Τριάδα ὁμοούσιον.
Σταυροθεοτοκίον
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Παρθένος ἡ ἄσπιλος ποτέ, ἐπὶ ξύλου βλέπουσα· ὃν ἐξ ἀσπόρου γὰρ ἔτεκε, γαστρὸς μὴ φέρουσα, τὴν τῶν σπλάγχνων τρῶσιν, τρυχομένη ἔλεγεν· ὁ νεύματι κρατῶν κτίσιν ἅπασαν, πῶς ὡς κατάκριτος, ἐν Σταυρῷ ἐναπῃώρησαι; πάντως θέλων, σῶσαι τὸ ἀνθρώπινον.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος β'
Εὐσπλαγχνίας ὑπάρχουσα ΤΟ ΑΚΟΥΤΕ
Μετ' εἰρήνης διελθεῖν ἡμᾶς τοὺς ταπεινούς, τὴν προκαθάρσιμον εὐδόκησον τῶν Νηστειῶν, τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου Χριστὲ ὁ Θεός, κατάβαλε τοῦ ἐχθροῦ τὰ πανουργεύματα, καὶ τῷ Σταυρῷ σου πάντας διάσωσον, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια. (Δίς)
Σταυροθεοτοκίον, Ὅμοιον

Παρεστῶσα τῷ Σταυρῷ σου, ἡ ἀσπόρως τεκοῦσά σε, καὶ μὴ φέρουσα ὁρᾶν ἀδίκως πάσχοντα, ὠλοφύρετο κλαυθμῷ καὶ ἀνεβόα σοι· Πῶς πάσχεις ὁ τῇ φύσει ἀπαθής, γλυκύτατε Υἱέ; Ὑμνῶ σου τὴν ἄκραν ἀγαθότητα.

Κανών α', ᾨδὴ α', Ποίημα τοῦ Κυρίου Ἀνδρέου Κρήτης
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσομαί σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαὸν δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν».

Νηστεύων ὁ Κύριος ἀνθρωπίνως, πρὸς ὑποτύπωσιν ἡμῶν, νικᾷ τὸν πειράζοντα, δεικνὺς τὸ ἡμέτερον, καὶ ὅρους ὑπογράφων ἡμῖν.

Μωσῆς ὁ θειότατος ἐν Σιναίῳ, δι' ἐγκρατείας τῷ Θεῷ, πρόσωπον πρὸς πρόσωπον, λαλεῖν κατηξίωται· Αὐτὸν πιστοὶ ζηλώσωμεν.

Ἱλάσθητι Κύριε τῷ λαῷ σου, καὶ ἐπιβλέψας ὡς Θεός, ἱλέῳ σου ὄμματι, ἐπίσκεψαι ἅπαντας, τῷ πλήθει τοῦ ἐλέους σου.
Θεοτοκίον
Σοὶ πάντες προστρέχομεν Θεοτόκε, ὡς ὑπερμάχῳ ἀσφαλεῖ, εἰς πρεσβείαν κινοῦντές σε, λυτρώσασθαι τὴν ποίμνην σου ἐκ πάσης περιστάσεως.

Κανών α', ᾨδὴ γ', Ποίημα τοῦ Κυρίου Ἀνδρέου Κρήτης
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν Κυρίῳ Θεῷ μου, ἐστερεώθη ἡ καρδία μου· διὸ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.

Ὁ θαυμάσιος Ἐνώχ, δι' ἐγκρατείας μετετέθη ἐκ γῆς, αὐτὸν ζηλοτυποῦντες, μετατεθῶμεν ἐκ φθορᾶς πρὸς ζωήν.

Προσευχαῖς καὶ νηστείαις, τὸν Λυτρωτὴν ἱλεωσώμεθα· συγχαίρει γὰρ ὁ Κτίστης, τῇ μετανοίᾳ τῶν κτισμάτων αὐτοῦ.

Ἑτοιμάζου ὦ ψυχή, καὶ προκαθαίρου, πρὸ τοῦ πάθους Χριστοῦ, ἵνα τῇ ἀναστάσει, πνευματικῶς συνεορτάσῃς αὐτῷ.
Θεοτοκίον
Ὡς τεκοῦσα Θεόν, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε· πρὸς σὲ γὰρ Θεοτόκε, ἁμαρτωλοὶ καταφεύγομεν.

Κανών β', ᾨδὴ γ', τοῦ Τριῳδίου
Ἦχος β'
Ἐν πέτρᾳ με τῆς πίστεως ΤΟ ΑΚΟΥΤΕ
Ἐξέτεινας παλάμας ἐν τῷ Σταυρῷ σου, ἐνέκρωσας νεκρώσει σου τὴν κατάραν, ἐζώωσας τῷ πάθει σου τοὺς ἀνθρώπους· διὸ ὑμνοῦμέν σου, τὴν θείαν Σταύρωσιν, Ἰησοῦ φιλάνθρωπε ὁ Θεὸς ἡμῶν.

Τῇ βρώσει τῇ τοῦ ξύλου θανατωθέντες, τῷ ξύλῳ ἐζωώθημεν τοῦ Σταυροῦ σου. Αὐτὸν οὖν σοι προσάγομεν εἰς πρεσβείαν, χάριν καὶ ἔλεος, ἡμῖν κατάπεμψον, εὐεργέτα Δέσποτα πολυέλεε.

Τὰ πρόθυρα ἠνέῳκται τῆς νηστείας, τὸ στάδιον ἐγγίζει τῆς ἐγκρατείας, ζεούσῃ προθυμίᾳ διανιστῶμεν, ὑποδεξόμενοι, δῶρον θεόσδοτον, ἀναστέλλον καύσωνα παραπτώσεων.

Ὁ χρόνος ὁ μακάριος τῆς νηστείας, ἀκτῖνας ἀποστίλβων τῆς μετανοίας, ἀνέτειλε, προσέλθωμεν φιλοτίμως, ἐκτιναξάμενοι, σκότος βαθύτατον, ῥαθυμίας ἅπαντες ἀγαλλόμενοι.

Νηστείαν ἁγιάσωμεν φιλοφρόνως, κηρύξωμεν ἐγκράτειαν παθημάτων, βοήσωμεν ἐν δάκρυσι, τῷ Δεσπότῃ· Δὸς ἡμῖν Κύριε, χάριν συμπράττουσαν, εἰς τὰ σὰ θελήματα πολυέλεε.

Δεξάμενοι τὸ δώρημα τῆς νηστείας, δοξάσωμεν τὸν δόντα εἰς σωτηρίαν, καὶ τοῦτο ἐργασώμεθα ἐπιπόνως, ἵνα τὴν ἄφεσιν, τῶν ἐπταισμένων ἡμῖν, ἐκ χειρὸς δεξώμεθα τοῦ ποιήσαντος.
Θεοτοκίον
Κατεύνασον τὸν τάραχον τῶν παθῶν μου, θεράπευσον τὰ τραύματα τῆς ψυχῆς μου, ἐξέγειρον ἐξ ὕπνου με ῥαθυμίας, τῇ μεσιτείᾳ σου, τῇ προστασίᾳ σου, Παναγία Δέσποινα Μητροπάρθενε.

Κανών γ', ᾨδὴ γ', τοῦ Τριῳδίου
Ἦχος β'
Στειρωθέντα μου τὸν νοῦν ΤΟ ΑΚΟΥΤΕ
Ὑψωθέντος σου Σωτήρ, ἑκουσίως ἐν Σταυρῷ, ἡ κτίσις πᾶσα, ἐδονήθη τῆς γῆς, καὶ ἐρράγη τοῦ Ναοῦ τὸ καταπέτασμα.

Ἐμαστίχθης ἐν Σταυρῷ ὦ Ἰησοῦ μου δι' ἐμέ, καὶ ἐκεντήθης, τὴν πλευρὰν ἀγαθέ· ὅθεν πίστει προσκυνῶ, τὸ θεῖον κράτος σου.
Δόξα...
Κλίνας γόνυ ἐν τῇ γῇ, τὸν Πατέρα προσκυνῶ, Υἱὸν δοξάζω, καὶ τὸ πνεῦμα ἀνυμνῶ, τὴν μονόθελον ἀρχήν, καὶ τρισυπόστατον.
Καὶ νῦν... Θεοτοκίον
Ἀκατάληπτόν ἐστι τὸ μυστήριον σεμνή, τῆς σῆς λοχείας· τίκτεις γὰρ Μαριάμ, ἀπειράνδρως τὸν Θεόν, καὶ μένεις ἄφθορος.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τῆς νηστείας τὸν καιρόν, τῇ δυνάμει σου Χριστέ, καθαγιάσας, σῶσον πάντας ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, τοὺς προσκυνοῦντάς σε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ἀρετῶν, ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου».

Κανών α', ᾨδὴ δ', Ποίημα τοῦ Κυρίου Ἀνδρέου Κρήτης
Ἦχος δ'
Εἰσακήκοα τὴν ἀκοήν σου ΤΟ ΑΚΟΥΤΕ
Ὁ Ἀβραὰμ δι' ἀρετῆς καὶ φιλοξενίας, τὴν Τριάδα ὑπεδέξατο, ἀγγελικῶς ἐνδημήσασαν.

Πλοῦτος ἄσυλος τῆς ἐγκρατείας ἐστί, τὸ δῶρον, καὶ ὁ τούτῳ πλουτιζόμενος, καταπλουτήσει Θεότητα.

Δεῦτε κλαύσωμεν ἅμα τῷ λόγῳ, πίστει βοῶντες· ὁ Θεὸς ἡμῖν Ἱλάσθητι, τοῖς πολλὰ πλημμελήσασι.
Θεοτοκίον
Μήτηρ ἄχραντε εὐλογημένη, ἁγνὴ Παρθένε, τὸν Υἱόν σου καὶ Θεὸν ἡμῶν, ὑπὲρ τοῦ κόσμου ἱκέτευε.

Κανών α', ᾨδὴ ε', Ποίημα τοῦ Κυρίου Ἀνδρέου Κρήτης
Ἦχος δ'
Ὁ ἀνατείλας τὸ φῶς ΤΟ ΑΚΟΥΤΕ
Νηστεύσας πάλαι Μωσῆς, ἐν Σιναίῳ τῷ ὄρει, θεόπτης ἀνεδείχθη, καὶ Ἠλίας ἔμπυρος, ἁρματηλάτης ἀνεφέρετο.

Διὰ νηστείας ποτέ, ὁ σοφὸς Ἡσαΐας τοῦ ἄνθρακος ἐκείνου, τῇ λαβίδι γεύεται, ὅτε χειλέων αὐτοῦ καθήψατο.

Νηστεύσας πρὶν ὁ Δανιήλ, καὶ οἱ τρεῖς Παῖδες ἅμα, τὰς μύλας τῶν λεόντων θλάσαντες, καιομένης φλογὸς κατεπάτησαν.
Θεοτοκίον
Θεογεννῆτορ Ἁγνή, Θεὸν ἐν γαστρί σου, βαστάσασα ἀφθόρως, φύλαττε τὴν ποίμνην σου, καὶ διατήρησον ἄτρωτον.

Κανών α', ᾨδὴ ς', Ποίημα τοῦ Κυρίου Ἀνδρέου Κρήτης
Ἦχος δ'
Ὡς Ἰωνᾶν τὸν Προφήτην ΤΟ ΑΚΟΥΤΕ
Τὸν Ἰωνᾶν ἐν τῷ κήτει, ἡ σεμνὴ διασῴζει νηστεία ποτέ. Νηστεύσωμεν οὖν ἐκ καρδίας, καὶ φύγωμεν ἐκείνην, τὴν ἐν γεέννῃ φθοράν.

Οἱ Νινευῖται δὲ πάλιν, τὴν ὀργὴν τοῦ Θεοῦ μετεποίησαν, θερμῇ μετανοίᾳ καὶ πόθῳ, αὐτοὺς νῦν ἐκ πόθου, πάντες ζηλώσωμεν.

Ἡ ἐνεστῶσα νηστεία, συγκαλεῖται ἡμᾶς εἰς μετάνοιαν· προσδράμωμεν, οὖν ἐκ πόθου, καὶ γνῶμεν, τί τὸ δῶρον τῆς ἐγκρατείας ἐστίν.
Θεοτοκίον
Ἡ ἀφράστως τεκοῦσα, τὸν Σωτῆρα τοῦ κόσμου, Χριστὸν τὸν Θεὸν ἡμῶν, αὐτὸν δυσωποῦσα μὴ παύσῃ, τὸ γένος ἅπαν σῶσαι τῶν ἀνυμνούντων σε.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ὡς Ἰωνᾶν τὸν Προφήτην, ἐλυτρώσω τοῦ κήτους, Χριστὲ ὁ Θεός, κᾀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων ἀνάγαγε, καὶ σῶσόν με, μόνε φιλάνθρωπε».

Κανών α', ᾨδὴ ζ', Ποίημα τοῦ Κυρίου Ἀνδρέου Κρήτης
Ἦχος δ'
Ὁ τῶν Πατέρων Θεὸς ΤΟ ΑΚΟΥΤΕ
Γενώμεθα καὶ ἡμεῖς, ὡς ὁ Δανιὴλ ἐκεῖνος, ὁ τοὺς λέοντας ποτέ, διὰ νηστείας ἐν λάκκῳ, ἐξημερώσας βρύχοντας.

Τοὺς νεανίας τοὺς τρεῖς, ζηλώσωμεν ἐν φόβῳ, ἵνα φύγωμεν, καὶ τὸ πῦρ τῆς γεέννης, ὡς οὗτοι τὴν Βαβυλῶνος κάμινον.

Νηστεύσωμεν καὶ ἡμεῖς, ἐν καθαρᾷ τῇ καρδίᾳ, καὶ ἁγνίσωμεν σῶμα, καὶ ὅλον ὅλως τὸ πνεῦμα, Θεῷ καθιερώσωμεν.
Θεοτοκίον
Παρθενομῆτορ Ἁγνή, τὸν ἐκ σοῦ σαρκωθέντα, προαιώνιον Λόγον, ἐκδυσωποῦσα μὴ παύσῃ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κανών α', ᾨδὴ η', Ποίημα τοῦ Κυρίου Ἀνδρέου Κρήτης
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν Βασιλέα Χριστόν, ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ, λέγοντες μεγάλῃ τῇ φωνῇ· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον».

Νηστεύσας πρὶν Ἰωσήφ, μίξιν ἔφυγε παρανόμου γυναίου, καὶ βασιλείας ἔτυχε· διὸ καὶ ἡμεῖς σβέσωμεν, διὰ νηστείας τὰ πεπυρωμένα βέλη, τοῦ ἐχθροῦ Βελίαρ.

Διὰ νηστείας Δαυΐδ, νίκην ἐστήσατο κατὰ τοῦ ἀλλοφύλου, καὶ βασιλείαν εὕρατο· διὸ καὶ ἡμεῖς λάβωμεν, δι' ἐγκρατείας νίκην κατ' ἐχθρῶν καὶ ἐν Κυρίῳ στεφανωθῶμεν.

Φυλάξωμεν καὶ ἡμεῖς, τὰς ἀρετὰς αὐτῶν, τοῦ Ἰὼβ τὴν ἀνδρείαν, τοῦ Ἰακὼβ τὸ ἄπλαστον, τὴν πίστιν Ἀβραάμ, τὴν σωφροσύνην τὴν τοῦ Ἰωσήφ, καὶ τοῦ Δαυῒδ τὰς ἀριστείας.
Θεοτοκίον
Τὸν Βασιλέα Χριστόν, ὃν ἡμῖν ἔτεκεν ἡ Παρθένος Μαρία καὶ μετὰ τόκον ἔμεινε παρθένος ἁγνή, πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Κανών β', ᾨδὴ η', τοῦ Τριῳδίου
Ἦχος β'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς ΤΟ ΑΚΟΥΤΕ
Σταυροφανῶς ὁ Μωϋσῆς, τὰς παλάμας ἀνυψῶν ἐπὶ τοῦ ὄρους, τοὺς ἐχθροὺς ἐτροποῦτο, σὺ δὲ Σωτὴρ ἐν Σταυρῷ, τὰς χεῖρας ἐκτείνας ἐνέκρωσας, τὴν ὀλεθροτόκον, τοῦ ᾍδου τυραννίδα.

Ἥλοις παγεὶς ἐπὶ Σταυροῦ, καὶ πλευρὰν διανυγείς, Χριστὲ Σωτήρ μου, τῆς κατάρας ἐρρύσω τοὺς γηγενεῖς, καὶ χαρᾶς ἀλήκτου, μετόχους ἀνέδειξας· ὅθεν εὐλογοῦμεν, τὴν σὴν φιλανθρωπίαν.

Τῆς ἐγκρατείας ὁ καιρός, ἀνατείλας νοητῶς καταφωτίζει, τῆς ψυχῆς τὰς αἰσθήσεις, καὶ παθῶν τὴν ἀχλὺν ἐλαύνει· διὸ ἀσπασώμεθα, τοῦτον ἐκ καρδίας, Χριστόν ὑπερυψοῦντες.

Πάθη ὀλέθρια ψυχῆς, ἡδονὰς θανατηφόρους νηστεία θανατοῖ, καὶ τῷ ὄντι ἐν καταστάσει ποιεῖ, καρδίας ὁρμὰς καὶ κινήματα· ταύτην οὖν ἐν πίστει, δεξώμεθα προθύμως.

Οὐχὶ νηστείας ἀπαρχήν, τὴν παροῦσαν ἱερὰν πιστοὶ ἡμέραν, ἐπιστάμενοι, ταύτην εἰλικρινεῖ λογισμῷ, τιμῶμεν, ἀλλ' εἴσοδον λέγοντες, καὶ τῶν τῆς νηστείας, παρείσβασιν προθύρων.

Προδεξιοῦται δεξιῶς, τὴν φιλόθεον ψυχὴν τοῖς προοιμίοις, ἡ καλλίστη νηστεία, προκαθαρσίων γερῶν, οἷα βαθμίσι καὶ κλίμακι, ταύτῃ προστεθεῖσα τὴν σήμερον ἡμέραν.
Θεοτοκίον
Ἄνοιξον κρούουσιν ἡμῖν, καὶ τὸ ἔλεος, τὸ σὸν προσκαλουμένοις, ταχινὴ τῶν ἀνθρώπων καταφυγὴ καὶ στερρά, ἐν πᾶσι Παρθένε βοήθεια, καὶ τῶν ἐν ἀνάγκαις βεβαία προστασία.

Κανών γ', ᾨδὴ η', τοῦ Τριῳδίου
Ἦχος β'
Τὸν ἐν τῇ βάτῳ Μωσεῖ ΤΟ ΑΚΟΥΤΕ
Ἀναρτηθεὶς ἐν Σταυρῷ, ὁ τῶν ὅλων Δεσπότης, τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ, πάλιν ἀνεκαλέσω, καὶ ἐν τῷ Παραδείσῳ Χριστὲ Σωτὴρ εἰσῆξας, σὲ ἀνυμνολογοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Σοῦ ὑψωθέντος Χριστέ, ἐν Σταυρῷ ἑκουσίως, αἱ αὐγαὶ τοῦ ἡλίου, συνεστάλησαν φόβῳ, καὶ ἔδυ ἡ ἡμέρα· ὅθεν ὁ Λῃστὴς σὲ Θεὸν καθωμολόγει, εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.
Ἴσον Πατρὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, πεπιστεύκαμεν εἶναι, τὴν ἁγίαν Τριάδα, ἐν Θεότητι μιᾷ, ἣν πίστει προσκυνοῦμεν, τὸ τοῦ Ἀρείου δόγμα, ἀεὶ καταπατοῦντες.
Καὶ νῦν... Θεοτοκίον
Πῶς σε ὑμνήσω ὡς δεῖ, Θεοτόκε Παρθένε, δυσωδῶν ἁμαρτιῶν ἐγὼ νῦν ὁ σκοτεινός; ἀλλ' οὖν Ὑπεραγία, σύγγνωθί μοι τῇ τόλμῃ, τοῦ πενιχροῦ μου ἔπους.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Σταυρὲ πιστῶν ἡ ἐλπίς, Βασιλέων τὸ ὅπλον, Ἱερέων ἡ δόξα, Μοναζόντων τὸ σθένος, τῇ σῇ δυνάμει πάντας, τοὺς σὲ δοξολογοῦντας, σῷζε εἰς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν...
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει προτυπώσαντα ποτέ, ὑμνεῖτε εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ', Ποίημα τοῦ Κυρίου Ἀνδρέου Κρήτης
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Μεγαλύνομεν πάντες, τὴν φιλανθρωπίαν σου Χριστὲ Σωτὴρ ἡμῶν, ἡ δόξα τῶν δούλων σου, καὶ στέφανος τῶν πιστῶν, ὁ μεγαλύνας τὴν μνήμην τῆς τεκούσης σε».

Μωϋσῆς ἐν Αἰγύπτῳ, θάλασσαν διέρρηξε, καὶ λαὸν διήγαγε, καὶ τοῦτον ἔθρεψεν, ἐν ἐρήμῳ ἀβάτῳ, διὰ νηστείας ἐκτελῶν τεράστια.

Ἰησοῦς ὁ τοῦ Ναυῆ, διὰ τῆς ἐγκρατείας λαὸν καθηγίασε, καὶ ἐκληροδότησεν, εἰς γῆν ἐπαγγελίας, τὸν Ἰορδάνην διαβιβάσας τὸ πρότερον.

Ὁ Γεδεὼν ἐκεῖνος, μόνοις τριακοσίοις, ἀνδράσι τοῖς λάμψασι, νικᾷ τὸν ἀλλόφυλον, ἐγκρατείᾳ καὶ εὐχῇ, αὐτὸν ζηλοῦντες, καὶ ἡμεῖς μιμησώμεθα.
Θεοτοκίον
Χαῖρε πάνσεμνε Ἁγνή, παρθενίας τὸ καύχημα, Ἀγγέλων τὸ στήριγμα, ἀνθρώπων βοήθεια, κόσμου ἡ χαρά, Μαρία, καὶ Μήτηρ, καὶ δούλη τοῦ Θεοῦ ἡμῶν.

Κανών β', ᾨδὴ θ', τοῦ Τριῳδίου
Ἦχος β'
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ΤΟ ΑΚΟΥΤΕ
Σταυρῷ τὰς θείας παλάμας ἐξαπλώσας, συνῆψας, τὰ πρῴην διεστῶτα Λυτρωτά, καὶ τῷ Πατρὶ τὴν κατάκριτον, μεσιτεύσας ὡς δῶρον, προσήγαγες οὐσίαν τῶν βροτῶν· διὰ τοῦτο ὑμνοῦμεν, τὴν ἄχραντόν σου Σταύρωσιν.

Ἡ τῆς ἁγίας Νηστείας, ἐπιλάμψασα χάρις, ἀκτῖνας ἐπαφίησιν ἡμῖν, προκαθαιρούσας παλίρροιαν λογισμῶν, καὶ τοῦ κόρου, τὸ σκότος ἐλαυνούσας· οἱ πιστοί, διὰ τοῦτο προθύμως, ταύτην ὑποδεξώμεθα.

Ἡ φωτοφόρος Νηστεία, χαρισμάτων ἐνθέων, κρατῆρα συγκεράσασα ἡμῖν, σήμερον πᾶσι προδείκνυσιν, ὡς βουλόμενοι τούτων μεθέξειν, εἰς ὠφέλειαν ψυχῆς, τῷ Δεσπότῃ τῶν ὅλων, συμπρᾶξαι δυσωπήσωμεν.

Ἥλοις τῶν θείων χειρῶν σου, προσηλώσας Οἰκτίρμον, ἡμῶν τὰς ἁμαρτίας ἐν Σταυρῷ, Λόγχῃ πλευράς σου διέρρηξας, πονηρὰ γραμματεῖα, σφαλμάτων καὶ πταισμάτων χαλεπῶν· διὰ τοῦτο ὑμνοῦμεν, τὴν ἄχραντόν σου Σταύρωσιν.

Τῶν ἀρετῶν ἡ καλλίστη, ἐξανοίγεται τρίβος, τὸ στάδιον τῶν θείων Νηστειῶν, πᾶσιν ἰδοὺ εὐτρεπίζεται· οἱ ἀθλῆσαι νομίμως, βουλόμενοι αἰτήσατε Χριστόν, εἰρηναῖον ἐξ ὕψους, καιρὸν ἡμῖν δωρήσασθαι.
Θεοτοκίον
Τῇ ὀξυτάτῃ πρεσβείᾳ, τῇ ἀγρύπνῳ σου σκέπῃ, τῇ κραταιᾷ σου Δέσποινα ἁγνή, νῦν βοηθείᾳ συντήρησον, τοὺς πιστούς σου οἰκέτας, ἐκ πάσης ἐναντίας προσβολῆς, καὶ παθῶν καὶ πταισμάτων, καὶ πειρασμῶν διάσωσον.

Κανών γ', ᾨδὴ θ', τοῦ Τριῳδίου
Ἦχος β'
Τὴν ὑπερφυῶς σαρκὶ ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, ἑκουσίως προσπαγείς, πάντας ἡμᾶς ἐρρύσω, τῆς κατάρας τοῦ νόμου· διό σε κατὰ χρέος μεγαλύνομεν Χριστέ.

Πάντες προσκυνοῦμέν σου, τὰ παθήματα Σωτήρ, ἅπερ ἑκὼν ἐδέξω, ἵνα ἐλευθερώσῃς, τὸ γένος τῶν ἀνθρώπων, τῆς δουλείας τοῦ ἐχθροῦ.
Δόξα...
Ἀϊδίως ὁ Πατήρ, καὶ ἀρρεύστως τὸν Υἱόν, ἐγέννησε, καὶ Πνεῦμα ἐκπεπόρευκεν· ὅθεν, ἀμέριστος πέλει, καὶ ὁμότιμος Τριάς.
Καὶ νῦν... Θεοτοκίον
Νέμειν τὴν συγχώρησιν, τῶν πταισμάτων Μαρία, ὑπερευλογημένη, τὸν ἐκ σοῦ σαρκωθέντα, ἱκέτευε Σωτῆρα, ἡμῖν τοῖς ἁμαρτωλοῖς.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τοὺς ἀσπαζομένους σε, τῇ δυνάμει σου Σταυρέ, τὸν τῆς νηστείας χρόνον, διελθεῖν ἐν εἰρήνῃ, ἀξίωσον καὶ ῥῦσαι, τῆς δουλείας τοῦ ἐχθροῦ.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ὑπερφυῶς σαρκί, συλλαβοῦσαν ἐν γαστρί, τὸν ἐκ Πατρὸς ἀχρόνως, προεκλάμψαντα Λόγον, τὴν μόνον Θεοτόκον, μεγαλύνομεν πιστοί».

Ἀπόστιχα τῶν Αἴνων 
Ἦχος α'
Ἰδιόμελον
Βρωμάτων νηστεύουσα ψυχή μου, καὶ παθῶν μὴ καθαρεύουσα, μάτην ἐπαγάλλῃ τῇ ἀτροφίᾳ· εἰ μὴ γὰρ ἀφορμή σοι γένηται πρὸς διόρθωσιν, ὡς ψευδὴς μισεῖσαι παρὰ Θεοῦ, καὶ τοῖς κακίστοις δαίμοσιν ὁμοιοῦσαι, τοῖς μηδέποτε σιτουμένοις· μὴ οὖν ἁμαρτάνουσα, τὴν νηστείαν ἀχρειώσῃς, ἀλλ' ἀκίνητος, πρὸς ὁρμὰς ἀτόπους μένε, δοκοῦσα παρεστάναι ἐσταυρωμένῳ τῷ Σωτῆρι, μᾶλλον δὲ συσταυροῦσθαι, τῷ διὰ σὲ σταυρωθέντι, ἐκβοῶσα πρὸς αὐτόν· Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. (Δίς)
Ἦχος α'
Μαρτυρικὸν
Ὑμᾶς πανεύφημοι Μάρτυρες, οὐ θλίψις, οὐ στενοχωρία, οὐ λιμός, οὐ διωγμός, οὐδὲ κίνδυνος, οὐ θυμὸς θηρῶν, οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δὲ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως, τῶν πόνων ὑμῶν μισθόν ἐκομίσασθε, οὐρανῶν βασιλείας κληρονόμοι γεγόνατε, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Σταυροθεοτοκίον
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ἀναρτηθέντα ὡς εἶδεν, ἐπὶ Σταυροῦ τὸν Ἀμνόν, ἡ ἄμωμος Παρθένος, θρηνῳδοῦσα ἐβόα· Γλυκύτατόν μου Τέκνον, τί τὸ καινόν, καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ δρακί, ἐπὶ ξύλου προσηλώθης σαρκὶ;

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας
Ἦχος γ'
Βασιλεῦ ἅγιε παντοδύναμε, ὃν φρίσσει καὶ τρέμει τὰ σύμπαντα, σῶσον ἡμᾶς· δύνασαι γὰρ συγχωρεῖν ἁμαρτίας, ὡς εὔσπλαγχνος. (Δίς)

Προκείμενον Ἦχος πλ. β'
Σῶσον Κύριε τὸν λαόν σου.
Στίχ. Πρὸς σὲ Κύριε, κεκράξομαι ὁ Θεός μου.
Προφητείας Ἰωὴλ τὸ Ἀνάγνωσμα
(Κεφ Β' 1-26)

Τάδε λέγει Κύριος· Ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ ἐν κοπετῷ, καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν, καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστί, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. Τίς οἶδεν, εἰ ἐπιστρέψει καὶ μετανοήσει, καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, καὶ θυσίαν καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ὑμῶν; Σαλπίσατε σάλπιγγι ἐν Σιών, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε λαόν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστούς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ θυσιαστηρίου κλαύσονται οἱ Ἱερεῖς, οἱ λειτουργοῦντες τῷ Κυρίῳ, καὶ ἐροῦσι· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Καὶ ἐζήλωσε Κύριος τὴν γῆν αὐτοῦ, καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. Καὶ ἀπεκρίθη Κύριος, καὶ εἶπε τῷ λαῶ αὐτοῦ· Ἰδού, ἐγὼ ἐξαποστελῶ ὑμῖν τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον, καὶ ἐμπλησθήσεσθε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι. Καὶ τὸν ἀπὸ Βορρᾶ ἐκδιώξω ἀφ' ὑμῶν, καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον, καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρῶμος αὐτοῦ, ὅτι ἐμεγάλυνε Κύριος τὰ ἔργα αὐτοῦ, θάρσει ἡ γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι, θαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκε τὸν καρπὸν αὐτοῦ, συκῆ καὶ ἄμπελος ἔδωκαν τὴν ἰσχὺν αὐτῶν. Καὶ τὰ τέκνα Σιὼν χαίρετε, καὶ εὐφραίνεσθε ἐπὶ Κυρίῳ τῷ Θεῷ ὑμῶν, ὅτι ἔδωκεν ὑμῖν βρώματα εἰς δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον, καθὼς ἔμπροσθεν, καὶ πλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται οἱ ληνοὶ οἴνου καὶ ἐλαίου. Καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν, ὧν κατέφαγεν ἡ ἀκρίς, καὶ ὁ βροῦχος, καὶ ἡ ἐρυσίβη, καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη, ἥν ἐξαπέστειλα εἰς ὑμᾶς. Καὶ φάγεσθε ἐσθίοντες, καὶ ἐμπλησθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὃς ἐποίησε μεθ' ὑμῶν θαυμάσια, καὶ οὐ μὴ καταισχυνθῇ ὁ λαός μου εἰς τοὺς αἰῶνας.
Προκείμενον Ἦχος βαρὺς
Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει.
Στίχ. Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ.