Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

ΠΑΡΑΣΚΕΥΗ Δ΄ ΗΧΟΣ

ΕΣΠΕΡΙΝΟΣ
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

ΕΥΧΗ Α’
Κύριε, οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν· ποίησον μεθ’ ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου· εὔφρανον τὰς καρδίας ἡμῶν, εἰς τὸ φοβεῖσθαι τὸ Ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ Θεὸς μόνος, καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, δυνατὸς ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν ἰσχύϊ, εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν, καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ Ὄνομά σου τὸ ἅγιον. Ὅτι πρέπει σοι πᾶσα δόξα τιμή, καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Β’
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν· ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου· φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν, εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας· καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον, καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων σου. Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Γ’
Κύριε, ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου, ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον ὄνομά σου, καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου, ἀλλὰ χάρισαι ἡμῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· καὶ ἀξίωσον ἡμᾶς ἀγαπᾶν, καὶ φοβεῖσθαί σε ἐξ ὅλης τῆς καρδίας ἡμῶν, καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου. Ὅτι ἀγαθὸς καὶ Φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Δ’
Ὁ τοῖς ἀσιγήτοις ὕμνοις καὶ ἀπαύστοις δοξολογίαις ὑπὸ τῶν ἁγίων δυνάμεων ἀνυμνούμενος, πλήρωσον τὸ στόμα ἡμῶν τῆς αἰνέσεώς σου, τοῦ δοῦναι μεγαλωσύνην τῷ ὀνόματί σου τῷ ἁγίῳ· καὶ δὸς ἡμῖν μερίδα καὶ κλῆρον μετὰ πάντων τῶν φοβουμένων σε ἐν ἀληθείᾳ καὶ φυλασσόντων τὰς ἐντολάς σου· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Ε’
Κύριε, Κύριε, ὁ τῇ ἀχραντῳ σου παλάμῃ συνέχων τὰ σύμπατα, ὁ μακροθυμῶν ἐπὶ πάντας ἡμᾶς καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν, μνήσθητι τῶν οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου· ἐπίσκεψαι ἡμᾶς ἐν τῇ σῇ ἀγαθότητι· καὶ δὸς ἡμῖν διαφυγεῖν καὶ τὸ λοιπὸν τῆς παρούσης ἡμέρας, ἐκ τῶν τοῦ πονηροῦ ποικίλων μηχανημάτων, καὶ ἀνεπιβούλευτον τὴν ζωὴν ἡμῶν διαφύλαξον, τῇ χάριτι τοῦ Παναγίου σου Πνεύματος. Ἐλέει καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς σου Υἱοῦ μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΣΤ’
Ὁ Θεὸς, ὁ μέγας καὶ θαυμαστός, ὁ ἀνεκδιηγήτῳ ἀγαθωσύνῃ καὶ πλουσίᾳ προνοίᾳ διοικῶν τὰ σύμπαντα· ὁ καὶ τα ἐγκόσμια ἀγαθὰ ἡμῖν δωρησάμενος, καὶ κατεγγυήσας ἡμῖν τὴν ἐπηγγεμένην βασιλείαν, δια τῶν ἤδη κεχαρισμένων ἡμῖν αγαθῶν· ὁ ποιήσας ἡμᾶς καὶ τῆς νῦν ἡμέρας τὸ παρελθὸν μέρος ἀπο παντὸς ἐκκλῖναι κακοῦ, δώρησαι ἡμῖν καὶ τὸ ὑπόλοιπον ἀμέμπτως ἐκτελέσαι, ἐνώπιον τῆς ἁγίας δόξης σου, ὑμνοῦντάς σε τὸν μόνον ἀγαθὸν, καὶ φιλάνθρωπον Θεὸν ἡμῶν. Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Ζ’
Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας. Ὁ διαχωρήσας ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ τὸν μὲν ἥλιον θέμενος εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην δὲ καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός· ὁ καταξιώσας ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ ἐπὶ τῆς παρούσης ὥρας προφθάσαι τὸ πρόσωπόν σου ἐν ἐξομολογήσει, καὶ τὴν ἑσπερινήν σοι δοξολογίαν προσαγαγεῖν· αὐτός, φιλάνθρωπε Κύριε, κατεύθυνον τήν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ πρόσδεξαι αὐτὴν εἰς ὀσμὴν εὐωδίας. Παράσχου δὲ ἡμῖν τὴν παροῦσαν ἑσπέραν καὶ τὴν ἐπιοῦσαν νύκτα εἰρηνικήν· ἔνδυσον ἡμᾶς ὅπλα φωτός· ῥῦσαι ἡμᾶς ἀπὸ φόβου νυκτερινοῦ καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου· καὶ δὸς ἡμῖν τὸν ὕπνον, ὃν εἰς ἀνάπαυσιν τῇ ἀσθενείᾳ ἡμῶν ἐδωρήσω, πάσης διαβολικῆς φαντασίας ἀπηλλαγμένον. Ναί, Δέσποτα τῶν ἁπάντων, τῶν ἀγαθῶν χορηγέ· ἵνα, καὶ ἐπὶ ταῖς κοίταις ἡμῶν κατανυγόμενοι, μνημονεύωμεν ἐν νυκτὶ τοῦ ὀνόματός σου, καὶ τῇ μελέτῃ τῶν σῶν ἐντολῶν καταυγαζόμενοι, ἐν ἀγαλλιάσει ψυχῆς διανιστῶμεν πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος, δεήσεις καὶ ἱκεσίας τῇ σῇ εὐσπλαγχνίᾳ προσάγοντες ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων καὶ παντὸς τοῦ λαοῦ σου, ὃν ταῖς πρεσβείαις τῆς ἁγίας Θεοτόκου ἐν ἐλέει ἐπίσκεψαι. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ψαλμὸς 103
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω
ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν·
ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων·
ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα·
ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον ὃν ἐθεμελίωσας αὐτά·
ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα·
ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν·
ἐπ᾿ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς·
καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν.
ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς.
ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων·
ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον.
δόντος σου αὐτοῖς συλλέξουσιν, ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος.
ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ·
ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται.
ᾄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω·
ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΕΥΧΗ Α’
Κύριε, οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν· ποίησον μεθ’ ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου· εὔφρανον τὰς καρδίας ἡμῶν, εἰς τὸ φοβεῖσθαι τὸ Ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ Θεὸς μόνος, καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, δυνατὸς ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν ἰσχύϊ, εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν, καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ Ὄνομά σου τὸ ἅγιον.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Στάσις 1, Ψαλμὸς 1
Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν.
ἀλλ᾿ ἤ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.
καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωθήσεται.
οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ᾿ ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.
διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων·
ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.

Ψαλμὸς 2
Ἰνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;
παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. (διάψαλμα).
Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀποῤῥίψωμεν ἀφ᾿ ἡμῶν τὸν ζυγὸν αὐτῶν.
ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.
τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς.
᾿Εγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾿ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ
διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.
ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.
καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν.
δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας.
ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ.

Ψαλμὸς 3
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·
πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).
σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. (διάψαλμα).
ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΕΥΧΗ Β’
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν, ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου, φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν, εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας, καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον, καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν, πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων σου.
Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἦχος α'
Ψαλμὸς 140
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε.
Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου,
ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου,
ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς 141
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ψαλμὸς 129
Στίχ.
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Στιχηρὰ τοῦ Ἁγίου Προφήτου
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ὁ τὸν Θεσβίτην Ἠλίαν, πυρίνῳ ἅρματι, ἀπὸ τῆς γῆς οἰκτίρμον, μεταθέμενος Λόγε, ταῖς τούτου ἱκεσίαις, σῶσον ἡμᾶς τοὺς πιστῶς σε δοξάζοντας, καὶ τὴν αὐτοῦ ἐκτελοῦντας χαρμονικῶς, θείαν μνήμην καὶ σεβάσμιον.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἦχος α'
Οὐ συσσεισμῷ ἀλλ' ἐν αὔρᾳ, λεπτῇ τεθέασαι, Θεοῦ τὴν παρουσίαν, Ἠλιοὺ θεομάκαρ, φωτίζουσάν σε πάλαι, ἅρματι δέ, ἐποχούμενος τέθριππος, τὸν οὐρανὸν διϊππεύεις ξενοπρεπῶς, θαυμαζόμενος θεόπνευστε.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἦχος α'
Τοὺς ἱερεῖς τῆς αἰσχύνης, ξίφει κατέσφαξας, τὸν οὐρανὸν τῇ γλώττῃ, ἐπὶ γῆς τοῦ μὴ βρέχειν, ἐπέσχες ζήλῳ θείῳ πυρποληθείς, Ἐλισαῖον δὲ ἔπλησας, τῆς μηλωτῆς ἐπιδόσει διπλῆς σοφέ, Ἠλιοὺ ἐνθέου χάριτος.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Στιχηρὰ τοῦ Ἁγίου Προφήτου
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων ΤΟ ΑΚΟΥΤΕ
Ὁ τὸν Θεσβίτην Ἠλίαν, πυρίνῳ ἅρματι, ἀπὸ τῆς γῆς οἰκτίρμον, μεταθέμενος Λόγε, ταῖς τούτου ἱκεσίαις, σῶσον ἡμᾶς τοὺς πιστῶς σε δοξάζοντας, καὶ τὴν αὐτοῦ ἐκτελοῦντας χαρμονικῶς, θείαν μνήμην καὶ σεβάσμιον.
Ψαλμὸς 116
Στίχ.
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ἦχος α'
Οὐ συσσεισμῷ ἀλλ' ἐν αὔρᾳ, λεπτῇ τεθέασαι, Θεοῦ τὴν παρουσίαν, Ἠλιοὺ θεομάκαρ, φωτίζουσάν σε πάλαι, ἅρματι δέ, ἐποχούμενος τέθριππος, τὸν οὐρανὸν διϊππεύεις ξενοπρεπῶς, θαυμαζόμενος θεόπνευστε.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἦχος α'
Τοὺς ἱερεῖς τῆς αἰσχύνης, ξίφει κατέσφαξας, τὸν οὐρανὸν τῇ γλώττῃ, ἐπὶ γῆς τοῦ μὴ βρέχειν, ἐπέσχες ζήλῳ θείῳ πυρποληθείς, Ἐλισαῖον δὲ ἔπλησας, τῆς μηλωτῆς ἐπιδόσει διπλῆς σοφέ, Ἠλιοὺ ἐνθέου χάριτος.
Δόξα...
Δοξαστικὸν
Ἦχος πλ. β'
Βυζαντίου
Δεῦτε τῶν ὀρθοδόξων τὸ σύστημα, συναθροισθέντες σήμερον, ἐν τῷ πανσέπτῳ ναῷ τῶν θεηγόρων Προφητῶν, ψαλμικῶς ᾄσωμεν ἐναρμόνιον μέλος, τῷ τούτους δοξάσαντι, Χριστῷ τῷ Θεῷ ἡμῶν, καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει ἀναβοήσωμεν· Χαίροις ἐπίγειε ἄγγελε, καὶ οὐράνιε ἄνθρωπε, Ἠλία μεγαλώνυμε. Χαίροις ὁ διπλῆν τὴν χάριν παρὰ Θεοῦ κομισάμενος, Ἐλισαῖε πανσεβάσμιε· Χαίρετε ἀντιλήπτορες θερμοί, καὶ προστάται καὶ ἰατροί, τῶν ψυχῶν καὶ τῶν σωμάτων τοῦ φιλοχρίστου λαοῦ, ἀπὸ πάσης προσβολῆς ἐναντίας καὶ περιστάσεως, καὶ παντοίων κινδύνων λυτρώσασθε, τοὺς πιστῶς ἐκτελοῦντας, τὴν πανέορτον μνήμην ὑμῶν.
Καὶ νῦν...
Θεοτοκίον
Ἦχος πλ. β'
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ἰδών σε ὁ ἥλιος, καὶ ἡ σελήνη φιλάνθρωπε, ἐπὶ ξύλου κρεμάμενον, ἀκτῖνας ἀπέκρυψαν, τῆς δικαιοσύνης, Ἤλιε Χριστέ μου, καὶ τὰ θεμέλια τῆς γῆς, διεδονήθη φόβῳ τοῦ κράτους σου, ἡ Μήτηρ σου τὰ σπλάγχνα δέ, τιτρωσκομένη ἐβόα σοι· Ἰησοῦ ὑπεράγαθε, δόξα τῇ εὐσπλαγχνίᾳ σου.

Σοφία Ὀρθοί !

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Τῇ Πέμπτῃ ἑσπέρας Ἦχος πλ. β'
Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Στίχ. Ἦρα τους ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.

Βασιλειῶν γ' τὸ Ἀνάγνωσμα
(Κεφ. 17, 1-24)

Ἐγένετο λόγος Κυρίου πρὸς Ἠλιοὺ τὸν Προφήτην, καὶ εἶπε πρὸς Ἀχαάβ· Ζῇ Κύριος ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραὴλ ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετός, εἰ μὴ διὰ στόματός μου. Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιού, λέγον· Πορεύου ἐντεῦθεν κατ' ἀνατολάς, καὶ κρύβηθι ἐν τῷ χειμάρρῳ Χορράθ, τῷ ἐπὶ προσώπου Ἰορδάνου, καὶ ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ, καὶ τοῖς κόραξιν ἐντελοῦμαι τοῦ διατρέφειν σε ἐκεῖ. Καὶ ἐπορεύθη, καὶ ἐκάθισεν ἐν τῷ χειμάρρῳ Χορράθ, ἐπὶ πρόσωπον τοῦ Ἰορδάνου, καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωΐ, καὶ κρέας τὸ δείλης, καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ. Καὶ ἐγένετο μεθ' ἡμέρας, καὶ ἐξηράνθη ὁ χείμαρρος, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιού, λέγων· Ἀνάστηθι καὶ πορεύθητι εἰς Σαρεφθὰ τῆς Σιδωνίας, καὶ καθίσῃ ἐκεῖ, καὶ ἰδοὺ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε. Καὶ ἀνέστη, καὶ ἐπορεύθη εἰς Σαρεφθά, εἰς τὸν πυλῶνα τῆς πόλεως. Καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγε ξύλα, καὶ ἐβόησεν Ἠλιοὺ ὀπίσω αὐτῆς, καὶ εἶπεν αὐτῇ· Λάβε δὴ μοι ὀλίγον ὕδωρ εἰς ἄγγος, καὶ πίομαι. Καὶ ἐπορεύθη λαβεῖν. Καὶ ἐβόησεν Ἠλιοὺ ὀπίσω αὐτῆς, καὶ εἶπε· Λήψῃ δὴ μοι καὶ ψωμὸν ἄρτου ἐν τῇ χειρί σου. Καὶ εἶπεν ἡ γυνή· Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ· καὶ ἰδοὺ συλλέγω δύο ξυλάρια, καὶ εἰσελεύσομαι, καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα. Καὶ εἶπεν Ἠλιοὺ πρὸς αὐτήν· θάρσει, εἴσελθε, καὶ ποίησον κατὰ τὸ ῥῆμά σου, ἀλλὰ ποίησόν μοι ἐκεῖθεν ἐγκρυφίαν μικρόν ἐν πρώτοις, καὶ ἐξοίσεις μοι, σεαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ' ἐσχάτων, ὅτι τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ. Ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι Κύριον τὸν Θεὸν ὑετὸν ἐπὶ προσώπου πάσης τῆς γῆς. Καὶ ἐπορεύθη ἡ γυνή, καὶ ἐποίησε κατὰ τὸ ῥῆμα Ἠλιού, καὶ ἤσθιεν αὐτὸς καὶ αὐτή, καὶ τὰ τέκνα αὐτῆς. Καὶ ἀπὸ τῆς ἡμέρας ταύτης ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπε, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήθη, κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ἠλιού. Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικός, τῆς κυρίας τοῦ οἴκου, καὶ ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σφόδρα, ἕως οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα. Καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἠλιού· τὶ ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρὸς με τοῦ ἀναμνῆσαι τάς ἁμαρτίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου; Καὶ εἶπεν Ἠλιοὺ πρὸς αὐτήν· Δὸς μοι τὸν υἱόν σου. Καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς, καὶ ἀνήνεγκεν αὐτὸν ἐπὶ τὸ ὑπερῷον, ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ. Καὶ ἀνεβόησεν Ἠλιού, καὶ εἶπεν· Οἴμοι! Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ' ἧς ἐγὼ κατοικῶ μετ' αὐτῆς, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς. Καὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρίς, καὶ ἐπεκαλέσατο τὸν Κύριον, καὶ εἶπε· Κύριε ὁ Θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτό. Καὶ ἐγένετο οὕτω, καὶ ἀνεβόησε, καὶ ἤκουσε Κύριος ἐν φωνῇ Ἠλιού, καὶ ἐπεστράφη ἡ ψυχὴ τοῦ παιδαρίου πρὸς ἔγκατον αὐτοῦ, καὶ ἔζησε. Καὶ ἔλαβεν Ἠλίας τὸ παιδάριον, καὶ κατήγαγεν αὐτὸ ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον, καὶ ἔδωκεν αὐτὸ τῇ μητρὶ αὐτοῦ, καὶ εἶπεν Ἠλιού· Βλέπε, ζῇ ὁ υἱός σου. Καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἠλιού. Ἰδοὺ τοῦτο ἔγνωκα, ὅτι σὺ ἄνθρωπος εἶ τοῦ Θεοῦ, καὶ ῥῆμα Κυρίου ἐν τῷ στόματί σου ἀληθινόν.

Βασιλειῶν γ' τὸ Ἀνάγνωσμα
(Κεφ. 18, 1, 17-46 & 19, 1-16)

Ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιοὺ τὸν Θεσβίτην ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ, λέγον· Πορεύθητι, καὶ ὄφθητι τῷ Ἀχαάβ, καὶ δώσω τὸν ὑετὸν ἐπὶ προσώπου τῆς γῆς. Καὶ ἐγένετο, ὡς εἶδεν Ἀχαὰβ τὸν Ἠλιού, καὶ εἶπε πρὸς αὐτόν· Σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν Ἰσραήλ; Καὶ εἶπεν Ἠλιού· Οὐ διαστρέφω ἐγὼ τὸν Ἰσραήλ, ἀλλ' ἢ σύ, καὶ ὁ οἶκος τοῦ πατρός σου, ἐν τῷ καταλιμπάνειν ὑμᾶς Κύριον τὸν Θεὸν ἡμῶν, καὶ ἐπορεύθητε ὀπίσω τοῦ Βάαλ. Καὶ νῦν ἀπόστειλον, καὶ συνάθροισον πρὸς με πάντα, Ἰσραὴλ εἰς τὸ ὄρος τὸ Καρμήλιον, καὶ τοὺς προφήτας τοῦ Βάαλ, τετρακοσίους καὶ πεντήκοντα, καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους, ἐσθίοντας τράπεζαν Ἰεζάβελ. Καὶ ἀπέστειλεν Ἀχαὰβ εἰς πάντα Ἰσραήλ, καὶ ἐπισυνήγαγε πάντας τοὺς προφήτας εἰς τὸ ὄρος τὸ Καρμήλιον. Καὶ εἶπεν αὐτοῖς Ἠλιού· Ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Εἰ ἔστι Κύριος ὁ Θεός, πορεύεσθε ὀπίσω αὐτοῦ, εἰ δὲ ὁ Βάαλ αὐτός, πορεύεσθε ὀπίσω αὐτοῦ. Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαόν· Ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ Κυρίου μονώτατος, καὶ οἱ προφῆται τοῦ ἄλσους σφόδρα πολλοί. Δότωσαν οὖν ἡμῖν δύο βόας καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα, καὶ μελισάτωσαν, καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων, καὶ πῦρ μὴ ἐπιθέτωσαν. Καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον, καὶ πῦρ μὴ ἐπιθῶ. Καὶ βοᾶτε ἐν ὀνόματι τοῦ Θεοῦ ὑμῶν καὶ ἐγὼ ἐπικαλέσομαι ἐν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ μου. Καὶ ἔσται ὁ Θεὸς ὃς ἂν ἀκούσῃ ἐν πυρί, οὗτος Θεός. Καὶ ἀπεκρίθη πᾶς ὁ λαὸς καὶ εἶπε· καλὸν τὸ ῥῆμα, ὃ ἐλάλησας σήμερον. Καὶ εἶπεν Ἠλιοὺ τοῖς προφήταις τῆς αἰσχύνης. Ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα, καὶ ποιήσατε πρῶτοι, καὶ ἐπικαλεῖσθε ἐν ὀνόματι Θεοῦ ὑμῶν, καὶ πῦρ μὴ ἐπιθῆτε. Καὶ ἔλαβον τὸν μόσχον, καὶ ἐποίησαν οὕτω, καὶ ἐπεκάλουν τὸ ὄνομα τοῦ Βάαλ ἐκ πρωΐας ἕως μεσημβρίας, λέγοντες· Ἐπάκουσον ἡμῶν, ὁ Βάαλ, ἐπάκουσον ἡμῶν, καὶ οὐκ ἦν φωνή, καὶ οὐκ ἦν ἀκρόασις, καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου, οὗ ἐποίησαν. Καὶ ἐγένετο μεσημβρία, καὶ ἐμυκτήρισεν αὐτούς Ἠλιοὺ ὁ Θεσβίτης, καὶ εἶπεν· Ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ, ὅτι ἀδολεσχία ἐστὶ τῷ Θεῷ ὑμῶν. Καὶ ἐγένετο, ὡς ὁ καιρὸς ἔστη τοῦ ἀναβῆναι τὴν θυσίαν, καὶ οὐκ ἦν, ἐλάλησεν Ἠλιοὺ ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων, λέγων· Μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου. Καὶ εἶπεν Ἠλιοὺ πρός τὸν λαόν· Προσαγάγετε πρὸς με, καὶ προσήγαγε πρὸς αὐτὸν πᾶς ὁ λαός. Καὶ ἔλαβεν Ἠλιοὺ δώδεκα λίθους κατὰ ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, ὡς ἐλάλησε πρὸς αὐτὸν Κύριος, λέγων· Ἰσραὴλ ἔσται τὸ ὄνομά σου. Καὶ ᾠκοδόμησε τοὺς λίθους, καὶ ἰάσατο τὸ θυσιαστήριον Κυρίου τὸ κατεσκαμμένον, καὶ ἐποίησε θαλαά, χωροῦσαν δύο μετρητὰς σπέρματος κύκλωθεν τοῦ θυσιαστηρίου. Καὶ ἐπέθηκε τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησε, καὶ ἐμέλισε τὸ ὁλοκαύτωμα, καὶ ἐπέθηκεν εἰς τάς σχίδακας, καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον. Καὶ εἶπεν Ἠλιοὺ· Λάβετέ μοι δύο ὑδρίας ὕδατος, καὶ ἐπιχεέτωσαν ἐπὶ τὸ θυσιαστήριον, ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας. Καὶ εἶπεν· Δευτερώσατε, καὶ ἐδευτέρωσαν. Τρισσεύσατε, καὶ ἐτρίσευσαν. Καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θαλαὰ ἔπλησεν ὕδατος, καὶ ἀνεβόησεν Ἠλιοὺ εἰς τὸν οὐρανόν, καὶ εἶπε· Κύριε ὁ Θεός, Ἀβραάμ, καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἐπάκουσόν μου σήμερον ἐν πυρί. Καὶ γνώτωσαν ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ μόνος Κύριος, ὁ Θεὸς Ἰσραήλ, καὶ ἐγὼ δοῦλος σός, καὶ διὰ σὲ πεποίηκα ταῦτα πάντα, καὶ σὺ ἐπέστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω σου. Καὶ ἔπεσε πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὸ ὁλοκαύτωμα καὶ τὰς σχίδακας, καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θαλαᾷ, καὶ τοὺς λίθους, καὶ τὸν χοῦν ἐξέλειξε τὸ πῦρ. Καὶ ἔπεσε πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν, καὶ εἶπεν· Ἀληθῶς Κύριος ὁ Θεός, αὐτὸς ἐστιν ὁ Θεός. Καὶ εἶπε Ἠλιοὺ πρὸς τὸν λαόν· Συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηδεὶς σωθήτω ἐξ αὐτῶν. Καὶ συνέλαβον αὐτούς, καὶ κατήγαγεν αὐτοὺς Ἠλιοὺ εἰς τὸν χειμάρρουν Κισσών, καὶ ἐκεῖ αὐτοὺς ἀπέκτεινε. Καὶ εἶπεν Ἠλιοὺ μετὰ ταῦτα τῷ Ἀχαάβ· Φωνὴ ποδῶν τοῦ ὑετοῦ· ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι, μὴ καταλάβῃ σε ὁ ὑετός. Καὶ Ἠλιοὺ ἀνέβη ἐπὶ τὸν Κάρμηλον, καὶ ἔκυψεν ἐπὶ τήν γῆν, καὶ ἔθηκε τὸ πρόσωπον αὐτοῦ ἀναμέσον τῶν γονάτων αὐτοῦ, καὶ ηὔξατο πρὸς Κύριον. Καὶ ὁ οὐρανὸς συνεσκότασεν ἐν νεφέλαις, καὶ πνεύματι, καὶ ἐγένετο ὑετός μέγας. Καὶ ἐπορεύετο Ἀχαὰβ ἕως Ἱεσράελ. Καὶ ἀνήγγειλεν Ἀχαὰβ Ἰεζάβελ τῇ γυναικὶ αὐτοῦ πάντα, ὅσα ἐποίησεν Ἠλιού, καὶ ἀπέστειλεν Ἰεζάβελ πρὸς Ἠλιού, καὶ εἶπεν· Αὔριον θύσομαι τὴν ψυχήν σου ὡς ἕνα ἐξ αὐτῶν. Καὶ ἤκουσεν Ἠλιοὺ καὶ ἐφοβήθη. Καὶ ἀνέστη καὶ ἀπῆλθε κατὰ τὴν ψυχὴν αὐτοῦ, καὶ ἔρχεται εἰς Βηρσαβεέ, γῆν Ἰούδα καὶ ἀφῆκε τὸ παιδάριον αὐτοῦ ἐκεῖ. Καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας καὶ ἦλθε, καὶ ἐκάθισεν ὑποκάτω ἀρκεύθου, καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ τὸ φυτόν, καὶ ἰδοὺ τις ἥψατο αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Ἀνάστηθι φάγε καὶ πίε, ὅτι πολλη ἀπὸ σοῦ ἡ ὁδός. Καὶ ἐπέβλεψεν Ἠλιού, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης, καὶ καμψάκης ὕδατος. Καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε, καὶ ἐπιστρέψας ἐκοιμήθη. Καὶ ἐπέστρεψε ὁ Ἄγγελος Κυρίου ἐκ δευτέρου, καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ· Ἀνάστηθι, φάγε καὶ πίε ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. Καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε, καὶ ἐπορεύθη, ἐν τῇ ἰσχὺϊ τῆς βρώσεως ἐκείνης, τεσσαράκοντα ἡμέρας, καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρήβ, καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον, καὶ κατέλυσεν ἐκεῖ. Καὶ ἰδοὺ ῥῆμα Κυρίου πρὸς αὐτόν, καὶ εἶπε· Τὶ σὺ ἐνταῦθα; Καὶ εἶπεν Ἠλιού· Ζηλῶν ἐζήλωσα τῷ Κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ Ἰσραήλ, τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. Καὶ εἶπε Κύριος πρὸς αὐτόν· Πορεύου καὶ ἀνάστρεφε εἰς τὴν ὁδόν σου, καὶ ἥξεις εἰς ὁδὸν ἐρήμου Δαμασκοῦ, καὶ χρίσεις τὸν Ἐλισαιὲ υἱὸν Σαφάτ, ἀντὶ σοῦ, εἰς προφήτην.

Βσσιλειῶν γ' τὸ Ἀνάγνωσμα
(Κεφ. 19, 19-21& Δ' Βασ. 2, 1, 6-14)

Ἐγένετο ἡμέρα, καὶ εὑρίσκει Ἠλιοὺ τὸν Ἐλισαιὲ υἱὸν Σαφάτ. Καὶ αὐτὸς ἠροτρία ἐν βουσί. Καὶ ἀπῆλθεν Ἠλιοὺ ἐπ' αὐτόν, καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτοῦ ἐπ' αὐτόν. Καὶ κατέλιπεν Ἐλισαιὲ τοὺς βόας καὶ ἔδραμεν ὀπίσω Ἠλιού, καὶ ἐλειτούργει αὐτῷ. Καὶ ἐγένετο, ἐν τῷ ἀνάγειν τὸν Κύριον Ἠλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν, καὶ ἐπορεύθη Ἠλιοὺ καὶ Ἐλισαιὲ ἐν Γαλγάλοις. Καὶ εἶπεν Ἠλίας τῷ Ἐλισαιέ· Κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως τοῦ Ἰορδάνου. Καὶ εἶπεν Ἐλισαιέ· Ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε. Καὶ ἐπορεύθησαν ἀμφότεροι· καὶ πεντήκοντα ἄνδρες ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἦλθον, καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν, ἀμφότεροι δὲ ἔστησαν ἐπὶ τὸν Ἰορδάνην. Καὶ ἔλαβεν Ἠλίας τὴν μηλωτὴν αὐτοῦ, καὶ εἵλησεν αὐτήν, καὶ ἐπάταξεν ἐν αὐτῇ τὰ ὕδατα, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθεν καὶ ἔνθεν, καὶ διέβησαν ἀμφότεροι διὰ ξηρᾶς. Καὶ ἐγένετο, ὡς διῆλθον, εἶπεν Ἠλίας τῷ Ἐλισαιέ· Αἴτησόν με τὶ ποιήσω σοι, πρὶν ἀναληφθῆναί με ἀπὸ σοῦ. Καὶ εἶπεν Ἐλισαιέ· Γενηθήτω δὴ τὸ πνεῦμα τὸ ἐπὶ σοὶ δισσῶς ἐπ' ἐμέ. Καὶ εἶπεν Ἠλίας, ἐσκλήρυνας τοῦ αἰτήσασθαι. Πλὴν ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, ἔσται σοι οὕτως, ἐὰν δὲ μή, ἴδῃς, οὐ μὴ γένηται. Καὶ ἐγένετο αὐτῶν πορευομένων καὶ λαλούντων, καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρός, καὶ διεχώρισεν ἀναμέσον ἀμφοτέρων, καὶ ἀνελήφθη Ἠλίας ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν. Καὶ Ἐλισαιὲ ἑώρα, καὶ αὐτὸς ἐβόα· Πάτερ, Πάτερ, ἅρμα Ἰσραήλ, καὶ ἱππεὺς αὐτοῦ, καὶ οὐκ εἶδεν αὐτὸν οὐκ ἔτι, καὶ ἐκράτησεν Ἐλισαιὲ τοῦ ἱματίου αὐτοῦ, καὶ διέρρηξεν αὐτὸ εἰς δύο. Καὶ ἀνείλετο τὴν μηλωτὴν Ἠλιοὺ Ἐλισαιέ, τὴν πεσοῦσαν ἐπάνωθεν αὐτοῦ. Καὶ ἐπέστρεψεν Ἐλισαιὲ καὶ ἔστη ἐπὶ τὸ χεῖλος τοῦ Ἰορδάνου. Καὶ ἔλαβεν Ἐλισαιὲ τὴν μηλωτὴν Ἠλιού, τὴν πεσοῦσαν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὰ ὕδατα καὶ οὐ διῃρέθη. Καὶ εἶπεν Ἐλισαιέ. Ποῦ δὴ ἐστιν ὁ Θεὸς Ἠλιοὺ Ἀπφώ; Καὶ οὕτως ἐπάταξε τὰ ὕδατα ἐκ δευτέρου, καὶ διῃρέθη τὰ ὕδατα καὶ διῆλθε διὰ ξηρᾶς.

Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
Κύριε παντοκράτορ ὁ Θεός των πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος).
Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλει, κώμῃ), ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν του ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπέρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Ἀντιλαβοῦ, σῷσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν των ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον της ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων των Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΕΥΧΗ Ζ’
Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας. Ὁ διαχωρήσας ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ τὸν μὲν ἥλιον θέμενος εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην δὲ καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός· ὁ καταξιώσας ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ ἐπὶ τῆς παρούσης ὥρας προφθάσαι τὸ πρόσωπόν σου ἐν ἐξομολογήσει, καὶ τὴν ἑσπερινήν σοι δοξολογίαν προσαγαγεῖν· αὐτός, φιλάνθρωπε Κύριε, κατεύθυνον τήν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ πρόσδεξαι αὐτὴν εἰς ὀσμὴν εὐωδίας. Παράσχου δὲ ἡμῖν τὴν παροῦσαν ἑσπέραν καὶ τὴν ἐπιοῦσαν νύκτα εἰρηνικήν· ἔνδυσον ἡμᾶς ὅπλα φωτός· ῥῦσαι ἡμᾶς ἀπὸ φόβου νυκτερινοῦ καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου· καὶ δὸς ἡμῖν τὸν ὕπνον, ὃν εἰς ἀνάπαυσιν τῇ ἀσθενείᾳ ἡμῶν ἐδωρήσω, πάσης διαβολικῆς φαντασίας ἀπηλλαγμένον. Ναί, Δέσποτα τῶν ἁπάντων, τῶν ἀγαθῶν χορηγέ· ἵνα, καὶ ἐπὶ ταῖς κοίταις ἡμῶν κατανυγόμενοι, μνημονεύωμεν ἐν νυκτὶ τοῦ ὀνόματός σου, καὶ τῇ μελέτῃ τῶν σῶν ἐντολῶν καταυγαζόμενοι, ἐν ἀγαλλιάσει ψυχῆς διανιστῶμεν πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος, δεήσεις καὶ ἱκεσίας τῇ σῇ εὐσπλαγχνίᾳ προσάγοντες ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων καὶ παντὸς τοῦ λαοῦ σου, ὃν ταῖς πρεσβείαις τῆς ἁγίας Θεοτόκου ἐν ἐλέει ἐπίσκεψαι.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

+Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου.
Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνομεν. Σοὶ Κύριε.
Ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανούς, καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γάρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι τὰς ἑαυτῶν ἔκλιναν κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν, καὶ τὴν ἐπιοῦσαν νύκτα, ἀπὸ παντός ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων, καὶ ἐνθυμήσεων πονηρῶν.
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος α' Γερμανοῦ

Ἠλίας ὁ ζηλωτής, καὶ τῶν παθῶν αὐτοκράτωρ, ἀεροβάτης ἐδέρκετο σήμερον, τῆς παγκοσμίου μυητὴς σωτηρίας προχειριζόμενος. Ὢ δόξης ἀκραιφνοῦς, ἧς ἠξίωται ὁ ὑψιπέτης Προφήτης, καὶ Προφητῶν ἐξαίρετον ἐγκαλλώπισμα! οὗτος γὰρ ἐν σώματι ἄγγελος, καὶ ἄσαρκος ἄνθρωπος δέδεικται τοῖς κατορθώμασιν. Ὃν ἐπαινοῦντες εἴπωμεν· Ἀντιλαβοῦ ἡμῶν σοφέ, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
Ὁ αὐτὸς
Δαυϊτικῶς σήμερον πιστοί, τὸν Προφήτην Κυρίου ὕμνοις τιμήσωμεν, Ἠλίαν τὸν Θεσβίτην, καὶ ζηλωτὴν τὸν ὑπέρλαμπρον· οὗτος γὰρ ἐν τῇ γλώσσῃ τὸν οὐρανὸν ὡς σίδηρον ἐχάλκευσε, καὶ τὴν γῆν τὴν ἔγκαρπον, ἄκαρπον ἐποίησεν. Ὢ τοῦ θαύματος! ὁ πήλινος ἄνθρωπος, οὐρανοὺς τοῦ δοῦναι ὑετὸν οὐκ εἴασεν. Ὢ τοῦ θαύματος! ὁ φθαρτός ἄνθρωπος, ἀφθαρσίαν ἐνδέδυται, καὶ οὐρανοὺς ἀνατρέχει ἐν πυρίνῳ ἅρματι, τῇ μηλωτῇ Ἐλισαίῳ διπλὴν τὴν χάριν χαριζόμενος, Βασιλεῖς ἐλέγχει, καὶ λαὸν ἀπειθῆ λιμῷ διαφθείρει. Τοὺς ἱερεῖς τῆς αἰσχύνης πάντας κατῄσχυνε, καὶ τῆς χήρας τὸν υἱὸν λόγῳ ἀνέστησεν. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐν εἰρήνῃ διαφύλαξον τοὺς ὀρθοδόξους Βασιλεῖς ἡμῶν, καὶ τὰ τῆς νίκης τρόπαια κατὰ βαρβάρων αὐτοῖς δώρησαι.
Ὁ αὐτὸς Γερμανοῦ
Πνευματικοῖς ᾄσμασι τοὺς Προφήτας τοῦ Χριστοῦ ἅπαντες εὐφημήσωμεν· Ἠλίας γὰρ ὁ Θεσβίτης, οὐρανοδρόμος γέγονε, καὶ μηλωτῇ Ἐλισαῖος, τὴν χάριν ἐδέξατο διπλῆν παρὰ Θεοῦ, καὶ φωστῆρες φαιδροὶ τῇ οἰκουμένῃ ἀνεδείχθησαν, πρεσβεύοντες ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β'
Ἰωάννου Μοναχοῦ

Φωστῆρες ἀνέτειλαν τῇ οἰκουμένῃ δύο παμφαεῖς Ἠλίας καὶ Ἐλισαῖος, ὁ μὲν θείῳ λόγῳ, οὐρανίους σταγόνας ἀπέκλεισε, καὶ βασιλεῖς διήλεγξεν, ἅρματι δὲ πυρίνῳ εἰς οὐρανοὺς ἀνῆλθεν, ὁ δέ, ἀτεκνοῦντα ἰάσατο ὕδατα, καὶ διπλῆν δεξάμενος χάριν, Ἰορδάνου τὰ ῥεῖθρα ἐπέζευσε, καὶ νῦν μετ' Ἀγγέλων χορεύοντες, ὑπὲρ ἡμῶν πρεσβεύουσι, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτὸς Τοῦ αὐτοῦ
Τὸ ἐξᾶραν ἅρμα σε πυρφόρον, ὡς ἐν συσσεισμῷ εἰς οὐρανούς, τὴν πυρίπνοον χάριν σοι παρέσχετο, Ἠλία Θεσβῖτα, τοῦ μὴ ἰδεῖν θάνατον, ἕως ἂν κηρύξῃς τὴν τῶν πάντων συντέλειαν· διὸ πάρεσο διδοὺς ἡμῖν, τῶν σῶν κατορθωμάτων τὴν μύησιν.
Δόξα... Ἦχος δ' Ἀρσενίου
Ἐν πυρίνῳ ἅρματι ἐπιδίφριος ἀρθείς, εἰς χώραν φωτοειδῆ μετετέθης, ὦ Θεσβῖτα Ἠλιού, αἰσχύνης δὲ προφήτας κατῄσχυνας. Ὁ τὸν οὐρανὸν λόγῳ δεσμεύσας, ὡσαύτως λῦσον καὶ ἡμῶν τὰ πταίσματα, ταῖς πρὸς Κύριον πρεσβείαις σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς
ΤΟ ΑΚΟΥΤΕ
Ὁ πρὸ συλλήψεως ὢν ἡγιασμένος, ὁ ἔνσαρκος Ἄγγελος, ὁ νοῦς ὁ πύρινος, ὁ ἐπουράνιος ἄνθρωπος, ὁ τῆς δευτέρας, Χριστοῦ ἐλεύσεως θεῖος πρόδρομος, Ἠλίας ὁ ἔνδοξος, τῶν Προφητῶν ἡ κρηπίς, πνευματικῶς συνεκάλεσε, τοὺς φιλέορτους, πανηγυρίσαι τὴν θείαν μνήμην αὐτοῦ. Οὗ ταῖς πρέσβείαις διαφύλαξον, τὸν λαόν σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀπὸ βλάβης παντοίας, τοῦ δολίου ἀνενόχλητον.
Στίχ. Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε.
Ὁ οὐρανόφρων Ἠλίας ὁ Προφήτης, θεώμενος ἅπαντα ἀπὸ Κυρίου Θεοῦ, τὸν Ἰσραὴλ ἐκπορνεύσαντα, καὶ τοῖς εἰδώλοις, προστετηκότα ζήλῳ πυρούμενος, νεφέλας συνέστειλε, καὶ γῆν ἐξήρανε, καὶ οὐρανοὺς λόγῳ ἔκλεισεν, εἰπών, οὐκ ἔσται, σταγὼν ἐν γῇ, εἰ μὴ ἐμοῦ διὰ στόματος. Αὐτὸς ὑπάρχει ἑστιάτωρ νῦν, ὡς ἀφθόνως ἡμῖν παρεχόμενος, ἀνεκλάλητον χάριν, τοῖς πιστῶς αὐτὸν γεραίρουσι.
Στίχ. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
Ὁ τῶν ἀρρήτων ἐπόπτης μυστηρίων, σὺ τὰ Ἰορδάνια ῥεῖθρα διέρρηξας, σὺ τὴν ἀπάτην ἐτέφρωσας, τὴν τῶν εἰδώλων, τῇ ἀστραπῇ τῶν θείων ῥημάτων σου, σὺ παρανομήσαντα ἤλεγξας ἄνακτα, καὶ ἱερεῖς ἐθανάτωσας, τῆς ἀνομίας, καὶ τὴν θυσίαν εὐχῇ ἐνέπρησας, καὶ τοὺς φλογώδεις, τοῦ λαοῦ σου νῦν, τῶν παθημάτων καὶ θλίψεων ἄνθρακας, Ἠλιοὺ σῆς πρεσβείας τῷ πυρὶ ἐναπομάρανον.

Δοξαστικὸν
Ἦχος πλ. β'
Προφῆτα κήρυξ Χριστοῦ, τοῦ θρόνου τῆς μεγαλωσύνης οὐδέποτε χωρίζῃ, καὶ ἑκάστῳ ἀσθενοῦντι ἀεὶ παρίστασαι, ἐν τοῖς ὑψίστοις λειτουργῶν, τὴν οἰκουμένην εὐλογεῖς, πανταχοῦ δοξαζόμενος. Αἴτησαι ἱλασμὸν ταῖς ψυχαῖς ἡμῶν.
Σταυροθεοτοκίον
Ἦχος δ'
Ὁ ἐξ Ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Μὴ ἐποδύρου μου Μῆτερ καθορῶσα, ἐν ξύλῳ κρεμάμενον, τὸν σὸν Υἱὸν καὶ Θεόν, τὸν ἐφ' ὑδάτων κρεμάσαντα, τὴν γῆν ἀσχέτως, καὶ πᾶσαν κτίσιν δημιουργήσαντα· καὶ γὰρ ἀναστήσομαι, καὶ δοξασθήσομαι, καὶ τὰ τοῦ ᾍδου βασίλεια, συντρίψω σθένει, καὶ ἀφανίσω τούτου τὴν δύναμιν, καὶ τοὺς δεσμίους ἐκλυτρώσομαι, τῆς αὐτοῦ κακουργίας ὡς εὔσπλαγχνος, καὶ Πατρὶ τῷ ἰδίῳ, προσαγάγω ὡς φιλάνθρωπος.
Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Ἀπολυτίκιον τοῦ Ἁγίου Προφήτου
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.
Θεοτοκίον τοῦ ῆχου δ'
Παρθένε πανάμωμε,
Μήτηρ Χριστοῦ τοῦ Θεοῦ,
ῥομφαία διῆλθέ σου,
τὴν παναγίαν ψυχήν,
ἡνίκα σταυρούμενον,
ἔβλεψας ἑκουσίως,
τὸν Υἱὸν καὶ Θεόν σου,
ὃν περ εὐλογημένη,
δυσωποῦσα μὴ παύσῃ,
συγχώρησιν πταισμάτων,
ἡμῖν δωρήσασθαι.

Σοφία! Εὐλόγησον.
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ πόλει (ἢ τῇ μονῇ, ἢ χώρᾳ, ἢ τῇ νήσῳ) ταύτῃ εἰς αἰῶνας αἰώνων. Ἀμήν.
Δόξα... Καὶ νῦν..., Κύριε ἐλέησον (γ'), Δέσποτα ἅγιε, εὐλόγησον.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
(Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας) καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.


Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

ΠΑΡΑΣΚΕΥΗ Δ΄ ΗΧΟΣ

ΟΡΘΡΟΣ
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι ὁ Θεός, δόξα σοι.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρός τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')
Δόξα... Καὶ νῦν ...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον (ἐκ γ')
Δόξα... Καὶ νῦν ...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Κύριε, ἐλέησον (12)
Δόξα... Καὶ νῦν ...
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
ΨΑΛΜΟΣ 19ος
Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ ᾿Ιακώβ.
ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.
μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. (διάψαλμα).
δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.
ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου.
νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ·
ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.
οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.
Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.
ΨΑΛΜΟΣ 20ος
Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. (διάψαλμα).
ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.
ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ, μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.
μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾿ αὐτόν·
ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.
ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον καὶ ἐν τῷ ἐλέει τοῦ ῾Υψίστου οὐ μὴ σαλευθῇ.
εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.
θήσεις αὐτοὺς εἰς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου·
Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.
τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων,
ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι.
ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.
ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')
Δόξα... Καὶ νῦν ...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον (ἐκ γ')
Δόξα... Καὶ νῦν ...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Τροπάρια
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα...
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Καὶ νῦν ...Θεοτοκίον
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου...
Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Α’
Εὐχαριστοῦμεν σοι, Κύριε, ὁ Θεὸς ἡμῶν, τῷ ἐξαναστήσαντι ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν, καὶ ἐμβαλόντι εἰς τὸ στόμα ἡμῶν λόγον αἰνέσεως, τοῦ προσκυνεῖν καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα σου τὸ ἅγιον· καὶ δεόμεθα τοῖς σοῖς οἰκτιρμοῖς, οἷς πάντοτε ἐχρήσω περὶ τὴν ἡμετέραν ζωήν. Καὶ νῦν ἐξαπόστειλον τὴν βοήθειάν σου ἐπὶ τοὺς ἑστῶτας πρὸ προσώπου τῆς ἁγίας δόξης σου και ἀπεκδεχομένους τὸ παρὰ σου πλούσιον ἔλεος καὶ δὸς αὐτοῖς μετὰ φόβου καὶ ἀγάπης πάντοτε σοι λατρεύειν, αἰνεῖν, ὑμνεῖν, προσκυνεῖν, τὴν ἀνεκδιήγητόν σου ἀγαθότητα. Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Β’
Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα ἡμῶν πρὸς σέ, ὁ Θεὸς ἡμῶν, διότι φῶς τὰ προστάγματά σου ἐπι τῆς γῆς· δικαιοσύνην καὶ ἁγιασμὸν ἐπιτελεῖν ἐν τῷ φόβῳ σου, συνέτισον ἡμᾶς· σὲ γὰρ δοξάζομεν τὸν ὄντως ὄντα Θεὸν ἡμῶν. Κλῖνον τὸ οὗς σου καὶ ἐπάκουσον ἡμῶν· καὶ μνήσθητι, Κύριε, τῶν συμπαρόντων καὶ συνευχομένων ἡμῖν πάντων κατ᾽ ὄνομα καὶ σῶσον αὐτοὺς τῇ δυνάμει σου· ἐυλόγησον τὸν λαόν σου καὶ ἁγίασον τὴν κληρονομίαν σου· εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς βασιλεῦσιν, ἡμῶν καὶ παντὶ τῷ λαῷ σου. Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Γ’
Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα ἡμῶν πρὸς σέ ὁ Θεὸς, διότι φῶς τὰ προστάγματα σου. Δίδαξον ἡμᾶς, ὁ Θεὸς, τὴν δικαιοσύνην σου, τὰς ἐντολάς σου καὶ τὰ δικαιώματά σου· φώτισον τοὺς ὀφθαμοὺς τῶν διανοιῶν ἡμῶν, μήποτε ὑπνώσωμεν ἐν ἁμαρτίαις εις θάνατον· ἀπέλασον πάντα ζόφον ἀπὸ τῶν καρδιῶν ἡμῶν· χάρισαι ἡμῖν τὸν τῆς δικαιοσύνης ἥλιον καὶ ἀνεπηρέαστον τὴν ζωὴν ἡμῶν διαφύλαξον ἐν τῇ σφραγῖδι τοῦ ἁγίου σου Πνεύματος· κατεύθυνον τὰ διαβήματα ἡμῶν εἰς ὁδὸν εἰρήνης· δὸς ἡμῖν ἰδεῖν τὸν ὄρθρον καὶ τὴν ἡμέραν ἐν ἀγαλλιάσει, ἵνα σοι τὰς ἑωθινὰς ἀναπέμπωμεν εὐχάς. Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Χορὸς Ἀμήν.
ΕΥΧΗ Δ’
Δέσποτα ὁ Θεὸς, ὁ ἅγιος καὶ ἀκατάληπτος, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὁ ἀναπαύσας ἡμᾶς ἐν τῷ τῆς νυκτὸς ὕπνῳ καὶ διαναστήσας πρὸς δοξολογίαν καὶ ἱκεσίαν τῆς σῆς ἀγαθότητος, δυσωπούμενος ὑπο τῆς ἰδίας σου εὐσπλαγχνίας, πρόσδεξαι ἡμᾶς καὶ νῦν προσκυνοῦντάς σε καὶ κατὰ δύναμιν εὐχαριστοῦντάς σοι καὶ δώρησαι ἡμῖν πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· ἀνάδειξον ἡμᾶς υἱοὺς φωτὸς καὶ ἡμέρας καὶ κληρονόμους τῶν αἰωνίων σου ἀγαθῶν. Μνήσθητι, Κύριε, ἐν τῷ πλήθει τῶν οἰκτιρμῶν σου καὶ παντὸς τοῦ λαοῦ σου, τῶν συμπαρόντων καὶ συνευχομένων ἡμῖν καὶ πάντων τῶν ἀδελφῶν ἡμῶν, τῶν ἐν γῇ, τῶν ἐν θαλάσσῃ, τῶν ἐν παντὶ τόπω τῆς δεσποτείας σου δεομένων τῆς σῆς φιλανθρωπίας καὶ βοηθείας, καὶ πᾶσι χορήγησον τὸ μέγα σου ἔλεος. Ἵνα, σεσωσμένοι ψυχῇ τε καὶ σώματι πάντοτε διαμένοντες, μετὰ παῤῥησίας δοξάζωμεν τὸ θαυμαστὸν καὶ εὐλογημένον ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Ε’
Ἀγαθῶν θησαυρέ, πηγὴ ἀέναος, Πάτερ ἅγιε, θαυμαστοποιέ, παντοδύναμε καὶ παντοκράτορ, πάντες σὲ προσκυνοῦμεν καὶ σοῦ δεόμεθα, τὰ σὰ ἐλέη καὶ τοὺς σοὺς οἰκτιρμοὺς ἐπικαλούμενοι εἰς βοήθειαν καὶ ἀντίληψιν τῆς ἡμετέρας ταπεινώσεως. Μνήσθητι, Κύριε, τῶν σῶν ἱκετῶν· πρόσδεξαι πάντων ἡμῶν τὰς ἑωθινας δεήσεις, ὡς θυμίαμα ἐνώπιον σου, καὶ μηδένα ἡμῶν ἀδόκιμον ποιήσης, ἀλλά πάντας ἡμᾶς περιποίησαι διὰ τῶν οἰκτιρμῶν σου. Μνήσθητι, Κύριε, τῶν ἀγρυπνούντων καὶ ψαλλόντων εἰς δόξαν σὴν καὶ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν καὶ τοῦ ἁγίου σου Πνεύματος. Γενοῦ αὐτῶν βοηθὸς καὶ ἀντιλήπτωρ· πρόσδεξαι αὐτῶν τὰς ἱκεσίας εἰς τὸ ὑπερουράνιον καὶ νοερόν σου θυσιαστήριον. Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΣΤ’
Εὐχαριστουμέν σοι, Κύριε ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὅτι πάντα ποιεῖς εἰς εὐεργεσίαν τῆς ζωῆς ἡμῶν, ἵνα διὰ παντὸς πρὸς σὲ ἀποβλέπωμεν, τὸν σωτῆρα καὶ εὐεργέτην τῶν ἡμετέρων ψυχῶν· ὅτι διανέπαυσας ἡμᾶς ἐν τῷ παρελθόντι τῆς νυκτὸς μέτρῳ καὶ ἐξήγειρας ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν καὶ ἔστησας εἰς προσκύνησιν τοῦ τιμίου ὀνόματός σου. Διὸ δεόμεθά σου, Κύριε· δὸς ἡμῖν χάριν καὶ δύναμιν, ἵνα καταξιωθῶμεν ψάλλειν σοι συνετῶς καὶ προσεύχεσθαι ἀδιαλείπτως ἐν φόβῳ καὶ τρόμῳ, τὴν ἑαυτῶν σωτηρίαν κατεργαζόμενοι, διὰ τῆς ἀντιλήψεως τοῦ Χριστοῦ σου. Μνήσθητι, Κύριε, καὶ τῶν ἐν νυκτὶ πρὸς σὲ βοώντων· ἐπάκουσον αὐτῶν καὶ ἐλέησον καὶ σύντριψον ὑπὸ τοὺς πόδας αὐτῶν τοὺς ἀοράτους καὶ πολεμίους ἐχθρούς. Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Ζ’
Ὁ Θεὸς καὶ Πατηρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἐξαναστήσας ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν καὶ ἐπισυναγαγὼν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς, δὸς ἡμῖν χάριν ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν καὶ πρόσδεξαι ἡμῶν τὰς κατὰ δύναμιν εὐχαριστίας· καὶ δίδαξον ἡμᾶς τὰ δικαιώματά σου, ὅτι προσεύξασθαι καθ᾽ ὅ δεῖ οὐκ οἴδαμεν, ἐὰν μὴ σύ, Κύριε, τῷ Πνεύματι σου τῷ ἁγίῳ ὁδηγήσης ἡμᾶς. Διό, δεόμεθα σου· εἴ τι ἡμάρτομεν μέχρι τῆς παρούσης ὥρας, ἐν λόγω ἤ ἔργω ἤ κατὰ διάνοιαν, ἑκουσίως ἤ ἀκουσίως, ἄνες, ἄφες, συγχώρησον· ἐὰν γὰρ ἀνομίας παρατηρήσης, Κύριε, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ἡ ἀπολύτρωσις. Σὺ εἶ μόνος ἅγιος, βοηθός, κραταιὸς ὑπερασπιστης τῆς ζωῆς ἡμῶν καὶ ἐν σοὶ ἡ ὕμνησις ἡμῶν διαπαντός. Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Η’
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν τοῦ ὕπνου ῥᾳθυμίαν ἀποσκεδάσας ἀφ᾽ ἡμῶν, καὶ συγκαλέσας ἡμᾶς κλήσει ἁγία, τοῦ καὶ ἐν νυκτὶ ἐπάραι τὰς χεῖρας ἡμῶν καὶ ἐξομολογεῖσθαι σοι ἐπὶ τὰ κρίματα τῆς δικαιωσύνης σου, πρόσδεξαι τὰς δεήσεις ἡμῶν, τὰς ἐντεύξεις, τὰς ἐξομολογήσεις, τὰς νυκτερινὰς λατρείας· καὶ χάρισαι ἡμῖν, ὁ Θεὸς, πίστιν ἀκαταίσχυντον, ἐλπίδα βεβαίαν, ἀγάπην ἀνυπόκριτον· εὐλόγησον ἡμῶν εἰσόδους καὶ ἐξόδους, πράξεις, ἔργα, λόγους, ἐνθυμήσεις· καὶ δὸς ἡμῖν καταντῆσαι εἰς τὰς ἀρχὰς τῆς ἡμέρας, αἰνοῦντας, ὑμνοῦντας, εὐλογοῦντας τῆς σῆς ἀφράστου χρηστότητος τὴν ἀγαθότητα. Ὅτι ηὐλόγηταί τὸ πανάγιον σου ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Θ’
Λάμψον, Δέσποτα φιλάνθρωπε, ἐν ταῖς καρδίαις ἡμῶν, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καὶ τοὺς τῆς διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα πάσας τὰς σαρκικὰς ἐπιθυμίας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Ι’
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν διὰ μετανοίας ἄφεσιν τοῖς ἀνθρώποις δωρησάμενος καὶ τύπον ἡμῖν ἐπιγνώσεως ἀμαρτημάτων καὶ ἐξομολογήσεως τὴν τοῦ προφήτου Δαυΐδ μετάνοιαν πρὸς συγχώρησιν ὑποδείξας· αὐτός, Δέσποτα, πολλοῖς ἡμᾶς καὶ μεγάλοις περιπεπτωκότας πλημμελήμασιν, ἐλέησον κατὰ τὸ μέγα σου ἔλεος, καὶ, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὰ ἀνομήματα ἡμῶν· ὅτι σοι ἡμάρτομεν, Κύριε, τῷ καὶ τὰ ἄδηλα καὶ κρύφια τῆς καρδίας τῶν ἀνθρώπων γινώσκοντι καὶ μόνῳ ἔχοντι ἐξουσίαν ἀφιέναι ἀμαρτίας. Καρδίαν δὲ καθαρὰν κτίσας ἐν ἡμῖν καὶ πνεύματι ἡγεμονικῷ στηρίξας ἡμᾶς καὶ την ἀγαλλίασιν τοῦ σωτηρίου σου γνωρίσας ἡμῖν, μὴ ἀποῤῥίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου· ἀλλ᾽ εὐδόκησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς προσφέρειν σοι θυσίαν δικαιοσύνης καὶ ἀναφορὰν ἐν τοῖς ἁγίοις σου θυσιαστηρίοις. Ἐλέει, καὶ οἰκτιρμοίς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾽ οὖ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΙΑ’
Ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, ὁ τας νοερὰς καὶ λογικὰς ὑποστησάμενος δυνάμεις τῷ σῷ θελήματι, σοῦ δεόμεθα καὶ σὲ ἱκετεύομεν, πρόσδεξαι ἡμῶν μετὰ τῶν κτισμάτων σου πάντων τὴν κατὰ δύναμιν δοξολογίαν καὶ ταῖς πλουσίαις τῆς σῆς ἀγαθότητος ἀντάμειψαι δωρεαῖς· ὅτι σοὶ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖ τὴν ἀκατάληπτόν σου δόξαν· μόνος γὰρ εἶ Θεὸς ἀληθινὸς καὶ πολυέλεος. Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΙΒ’
Αἰνοῦμεν, ὑμνοῦμεν, εὐλογοῦμεν καὶ εὐχαριστοῦμεν σοι, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὅτι παρήγαγες τὴν σκιὰν τῆς νυκτὸς καὶ ἔδειξας ἡμῖν πάλιν τὸ φῶς τῆς ἡμέρας· ἀλλ᾽ ἱκετεύομεν τὴν σὴν ἀγαθότητα· ἱλάσθητι ταῖς ἀμαρτίαις ἡμῶν καὶ πρόσδεξαι τὴν δέησιν ἡμῶν ἐν τῇ μεγάλῃ σου εὐσπλαγχνίᾳ, ὅτι πρὸς σὲ καταφεύγομεν, τὸν ἐλεήμονα καὶ παντοδύναμον Θεόν· λάμψον ἐν ταῖς καρδίαις ἡμῶν τὸν ἀληθινὸν ἥλιον τῆς δικαιοσύνης σου· φώτισον τὸν νοῦν ἡμῶν καὶ τὰς αἰσθήσεις ὅλας διατήρησον, ἵνα ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες τὴν ὁδὸν τῶν ἐντολῶν σου, καταντήσωμεν εἰς τὴν ζωὴν τὴν αἰώνιον· ὅτι παρὰ σοί ἐστιν ἡ πηγὴ τῆς ζωῆς καὶ ἐν ἀπολαύσει γενέσθαι καταξιωθῶμεν τοῦ ἀπροσίτου φωτός. Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία (ἐκ γ').
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (ἐκ β').
Ψαλμὸς 3
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·
πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).
σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. (διάψαλμα).
ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Καὶ πάλιν
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου
Ψαλμὸς 37
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου·
οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.
ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ.
προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου·
ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.
ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου·
ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.
Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.
ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ.
οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν·
καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.
ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ·
καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.
ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου.
ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.
ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός.
ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.
οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως·
οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην.
μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ·
πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.
Καὶ πάλιν
μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ
πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου
Ψαλμὸς 62
Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.
οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.
ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε.
οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.
ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.
εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ·
ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.
ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς·
παραδοθήσονται εἰς χεῖρας ρομφαίας, μερίδες ἀλωπέκων ἔσονται.
ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.
Καὶ πάλιν
ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ
ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι
ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')
Κύριε, ἐλέησον. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Ψαλμὸς 87
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·
εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.
ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε·
προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος,
ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.
ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.
ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. (διάψαλμα).
ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην.
οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου·
μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι;
μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;
μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε.
ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ;
πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.
ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με,
ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα.
ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.
Καὶ πάλιν
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου
εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου
Ψαλμὸς 102
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ·
εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ·
τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου·
τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς·
τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.
ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς ᾿Ισραὴλ τὰ θελήματα αὐτοῦ.
οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος·
οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ·
οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν,
ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν·
καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν.
καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν,
ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.
ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει·
ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν
τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ·
εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον
Ψαλμὸς 142
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·
καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα).
ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου·
ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον.
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου·
καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Καὶ πάλιν
εἰσάκουσόν μου Κύριε ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου (ἐκ β')
τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΕΥΧΗ Α’
Εὐχαριστοῦμεν σοι, Κύριε, ὁ Θεὸς ἡμῶν, τῷ ἐξαναστήσαντι ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν, καὶ ἐμβαλόντι εἰς τὸ στόμα ἡμῶν λόγον αἰνέσεως, τοῦ προσκυνεῖν καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα σου τὸ ἅγιον· καὶ δεόμεθα τοῖς σοῖς οἰκτιρμοῖς, οἷς πάντοτε ἐχρήσω περὶ τὴν ἡμετέραν ζωήν. Καὶ νῦν ἐξαπόστειλον τὴν βοήθειάν σου ἐπὶ τοὺς ἑστῶτας πρὸ προσώπου τῆς ἁγίας δόξης σου και ἀπεκδεχομένους τὸ παρὰ σου πλούσιον ἔλεος καὶ δὸς αὐτοῖς μετὰ φόβου καὶ ἀγάπης πάντοτε σοι λατρεύειν, αἰνεῖν, ὑμνεῖν, προσκυνεῖν, τὴν ἀνεκδιήγητόν σου ἀγαθότητα.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἦχος δ'
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
ἤ Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Στίχ, β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Στίχ, γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Ἀπολυτίκιον τοῦ Ἁγίου Προφήτου
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.
Θεοτοκίον τοῦ ῆχου δ'
Παρθένε πανάμωμε,
Μήτηρ Χριστοῦ τοῦ Θεοῦ,
ῥομφαία διῆλθέ σου,
τὴν παναγίαν ψυχήν,
ἡνίκα σταυρούμενον,
ἔβλεψας ἑκουσίως,
τὸν Υἱὸν καὶ Θεόν σου,
ὃν περ εὐλογημένη,
δυσωποῦσα μὴ παύσῃ,
συγχώρησιν πταισμάτων,
ἡμῖν δωρήσασθαι.

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΕΥΧΗ Γ’
Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα ἡμῶν πρὸς σέ ὁ Θεὸς, διότι φῶς τὰ προστάγματα σου. Δίδαξον ἡμᾶς, ὁ Θεὸς, τὴν δικαιοσύνην σου, τὰς ἐντολάς σου καὶ τὰ δικαιώματά σου· φώτισον τοὺς ὀφθαμοὺς τῶν διανοιῶν ἡμῶν, μήποτε ὑπνώσωμεν ἐν ἁμαρτίαις εις θάνατον· ἀπέλασον πάντα ζόφον ἀπὸ τῶν καρδιῶν ἡμῶν· χάρισαι ἡμῖν τὸν τῆς δικαιοσύνης ἥλιον καὶ ἀνεπηρέαστον τὴν ζωὴν ἡμῶν διαφύλαξον ἐν τῇ σφραγῖδι τοῦ ἁγίου σου Πνεύματος· κατεύθυνον τὰ διαβήματα ἡμῶν εἰς ὁδὸν εἰρήνης· δὸς ἡμῖν ἰδεῖν τὸν ὄρθρον καὶ τὴν ἡμέραν ἐν ἀγαλλιάσει, ἵνα σοι τὰς ἑωθινὰς ἀναπέμπωμεν εὐχάς.
Ὅτι σὸν τὸ κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Στάσις 1, Ψαλμὸς 134
Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον,
οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος· ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν·
ὅτι τὸν ᾿Ιακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, ᾿Ισραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ.
ὅτι ἐγὼ ἔγνωκα ὅτι μέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς.
πάντα, ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις·
ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν· ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ,
ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους.
ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ.
ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς.
τὸν Σηὼν βασιλέα τῶν ᾿Αμορραίων καὶ τὸν ῍Ωγ βασιλέα τῆς Βασὰν καὶ πάσας τὰς βασιλείας Χαναάν,
καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν ᾿Ισραὴλ λαῷ αὐτοῦ.
Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.
ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται.
τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων·
στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται,
ὦτα ἔχουσι καὶ οὐκ ἐνωτισθήσονται, οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν.
ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτοῖς.
οἶκος ᾿Ισραήλ, εὐλογήσατε τὸν Κύριον· οἶκος ᾿Ααρών, εὐλογήσατε τὸν Κύριον.
οἶκος Λευΐ, εὐλογήσατε τὸν Κύριον· οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον,
εὐλογητὸς Κύριος ἐκ Σιών, ὁ κατοικῶν ῾Ιερουσαλήμ.

Ψαλμὸς 135
Έξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ ἐξαγαγόντι τὸν ᾿Ισραὴλ ἐκ μέσου αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ καταδιελόντι τὴν ᾿Ερυθρὰν θάλασσαν εἰς διαιρέσεις, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
καὶ διαγαγόντι τὸν ᾿Ισραὴλ διὰ μέσου αὐτῆς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ ἐκτινάξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν ᾿Ερυθράν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ πατάξαντι βασιλεῖς μεγάλους, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
τὸν Σηὼν βασιλέα τῶν ᾿Αμορραίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ τὸν ῍Ωγ βασιλέα τῆς Βασάν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίαν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
κληρονομίαν ᾿Ισραὴλ δούλῳ αὐτοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Ψαλμὸς 136
Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών.
ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν·
ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον· ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών.
πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
ἐὰν ἐπιλάθωμαί σου, ῾Ιερουσαλήμ, ἐπιλησθείη ἡ δεξιά μου·
κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ, ἐὰν μὴ προανατάξωμαι τὴν ῾Ιερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου.
μνήσθητι, Κύριε, τῶν υἱῶν ᾿Εδὼμ τὴν ἡμέραν ῾Ιερουσαλὴμ τῶν λεγόντων· ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως τῶν θεμελίων αὐτῆς.
θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος, μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν·
μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')
Κύριε, ἐλέησον. (ἐκ γ')
Δόξα... Καὶ νῦν...

Στάσις 2, Ψαλμὸς 137
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι, ὅτι ἤκουσας πάντα τὰ ῥήματα τοῦ στόματός μου.
προσκυνήσω πρὸς ναὸν ἅγιόν σου καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου.
ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου· πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου.
ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ρήματα τοῦ στόματός σου.
καὶ ἆσάτωσαν ἐν ταῖς ᾠδαῖς Κυρίου, ὅτι μεγάλη ἡ δόξα Κυρίου,
ὅτι ὑψηλὸς Κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει.
ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με· ἐπ᾿ ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖράς σου, καὶ ἔσωσέ με ἡ δεξιά σου.
Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.

Ψαλμὸς 138
Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με·
σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν·
τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες,
ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου.
ἰδού, Κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου.
ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.
ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;
ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ, ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει·
ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾿ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης,
καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.
καὶ εἶπα· ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου·
ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς.
ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε, ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου.
ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα.
οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς·
τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς.
ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν·
ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ.
ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ Θεός, ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ᾿ ἐμοῦ,
ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς· λήψονται εἰς ματαιότητα τὰς πόλεις σου.
οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην;
τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι.
δοκίμασόν με, ὁ Θεός, καὶ γνῶθι τὴν καρδίαν μου, ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου.
καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.

Ψαλμὸς 139
Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ρῦσαί με,
οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους·
ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. (διάψαλμα).
φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με, οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου·
ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καὶ σχοινία διέτειναν, παγίδα τοῖς ποσί μου, ἐχόμενα τρίβους σκάνδαλα ἔθεντό μοι. (διάψαλμα).
εἶπα τῷ Κυρίῳ· Θεός μου εἶ σύ, ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου.
Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου.
μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ· διελογίσαντο κατ᾿ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν. (διάψαλμα).
ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς.
πεσοῦνται ἐπ᾿ αὐτοὺς ἄνθρακες, ἐν πυρὶ καταβαλεῖς αὐτούς, ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν.
ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς, ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν.
ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν καὶ τὴν δίκην τῶν πενήτων.
πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')
Κύριε, ἐλέησον. (ἐκ γ')
Δόξα... Καὶ νῦν...

Στάσις 3, Ψαλμὸς 140
Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.
κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.
θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου· ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν·
κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν· ἀκούσονται τὰ ρήματά μου ὅτι ἡδύνθησαν.
ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω.

Ψαλμὸς 141
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με· ἀπώλετο φυγὴ ἀπ᾿ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
ἐκέκραξα πρὸς σέ, Κύριε, εἶπα· σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα· ρῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου· ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

Ψαλμὸς 142
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·
καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα).
ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου·
ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον.
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου·
καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Φωστῆρα παμφαῆ, διφρηλάτην πυρφόρον, καὶ ἄγγελον σαρκί, ζήλου πνέοντα θείου, δυσσέβειαν τρέποντα, παρανόμους ἐλέγχοντα, κορυφαῖόν τε, τῶν Προφητῶν σε συμφώνως καταγγέλλομεν, μάκαρ θεόπτα Ἠλία· διὸ ἡμᾶς φρούρησον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

ΕΥΧΗ Ζ’
Ὁ Θεὸς καὶ Πατηρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἐξαναστήσας ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν καὶ ἐπισυναγαγὼν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς, δὸς ἡμῖν χάριν ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν καὶ πρόσδεξαι ἡμῶν τὰς κατὰ δύναμιν εὐχαριστίας· καὶ δίδαξον ἡμᾶς τὰ δικαιώματά σου, ὅτι προσεύξασθαι καθ᾽ ὅ δεῖ οὐκ οἴδαμεν, ἐὰν μὴ σύ, Κύριε, τῷ Πνεύματι σου τῷ ἁγίῳ ὁδηγήσης ἡμᾶς. Διό, δεόμεθα σου· εἴ τι ἡμάρτομεν μέχρι τῆς παρούσης ὥρας, ἐν λόγω ἤ ἔργω ἤ κατὰ διάνοιαν, ἑκουσίως ἤ ἀκουσίως, ἄνες, ἄφες, συγχώρησον· ἐὰν γὰρ ἀνομίας παρατηρήσης, Κύριε, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ἡ ἀπολύτρωσις. Σὺ εἶ μόνος ἅγιος, βοηθός, κραταιὸς ὑπερασπιστης τῆς ζωῆς ἡμῶν καὶ ἐν σοὶ ἡ ὕμνησις ἡμῶν διαπαντός. Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Στάσις 1, Ψαλμὸς 143
Εὐλογητὸς Κύριος ὁ Θεός μου ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον·
ἔλεός μου καὶ καταφυγή μου, ἀντιλήπτωρ μου καὶ ρύστης μου, ὑπερασπιστής μου, καὶ ἐπ᾿ αὐτῷ ἤλπισα, ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ᾿ ἐμέ.
Κύριε, τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτῷ;
ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι.
Κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι, ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται.
ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς, ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς.
ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους, ἐξελοῦ με καὶ ρῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων,
ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.
ὁ Θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι
τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσι, τῷ λυτρουμένῳ Δαυΐδ τὸν δοῦλον αὐτοῦ ἐκ ρομφαίας πονηρᾶς.
ρῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.
ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν, αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ,
τὰ ταμιεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο, τὰ πρόβατα αὐτῶν πολύτοκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν,
οἱ βόες αὐτῶν παχεῖς, οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος, οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν,
ἐμακάρισαν τὸν λαόν, ᾧ ταῦτά ἐστι· μακάριος ὁ λαός, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ.

Ψαλμὸς 144
Ὑψώσω σε, ὁ Θεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας.
γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι.
τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι καὶ τὰ θαυμάσιά σου διηγήσονται.
καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι καὶ τὴν μεγαλωσύνην σου διηγήσονται.
μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.
οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος.
χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.
ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε.
δόξαν τῆς βασιλείας σου ἐροῦσι καὶ τὴν δυναστείαν σου λαλήσουσι
τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου.
ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. α πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας καὶ ἀνορθοῖ πάντας τοὺς κατερραγμένους.
οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ.
ἀνοίγεις σὺ τὰς χεῖράς σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας.
δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ.
θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς.
φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει.
αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου· καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Ψαλμὸς 145
Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον·
αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
μὴ πεποίθατε ἐπ᾿ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία.
ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ. καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.
μακάριος οὗ ὁ Θεὸς ᾿Ιακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ
τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,
ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσι. Κύριος λύει πεπεδημένους,
Κύριος σοφοῖ τυφλούς, Κύριος ἀνορθοῖ κατερραγμένους, Κύριος ἀγαπᾷ δικαίους,
Κύριος φυλάσσει τοὺς προσηλύτους· ὀρφανὸν καὶ χήραν ἀναλήψεται καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.
βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')
Κύριε, ἐλέησον. (ἐκ γ')
Δόξα... Καὶ νῦν...

Στάσις 2, Ψαλμὸς 146
Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός· τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις.
οἰκοδομῶν ῾Ιερουσαλὴμ ὁ Κύριος, καὶ τὰς διασπορὰς τοῦ ᾿Ισραὴλ ἐπισυνάξει,
ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν,
ὁ ἀριθμῶν πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.
μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός.
ἀναλαμβάνων πρᾳεῖς ὁ Κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς.
ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει, ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ
τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν, τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων,
διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν.
οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ·
εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν καὶ ἐν πᾶσι τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ.

Ψαλμὸς 147
Ἐπαίνει, ῾Ιερουσαλήμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών,
ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς υἱούς σου ἐν σοί·
ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε·
ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ·
διδόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος·
βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται;
ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ρυήσεται ὕδατα.
ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ ᾿Ιακώβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ ᾿Ισραήλ.
οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')
Κύριε, ἐλέησον. (ἐκ γ')
Δόξα... Καὶ νῦν...

Στάσις 3, Ψαλμὸς 148
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.
αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.
αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι·
πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·
τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι·
τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά·
βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς·
νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων·
αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ.
καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς ᾿Ισραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

Ψαλμὸς 149
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
εὐφρανθήτω ᾿Ισραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ,
ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν
τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς,
τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς,
τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Ψαλμὸς 150
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ·
αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ·
αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ·
αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.
πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ἀλληλούϊα.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Θεῷ δι' ἀρετῆς, ἀκραιφνοῦς ᾠκειώθης, οὐράνιον ζωήν, ἐπὶ γῆς βιωτεύσας, ζωὴν δὲ τῆς χάριτος, κεκτημένος μακάριε, σοῖς φυσήμασι, παῖδα θανόντα ἐγείρεις, μένεις δ' ἄφθαρτος, κρείττων εἰσέτι θανάτου, Ἠλία θεόπνευστε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

ΕΥΧΗ Η’
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν τοῦ ὕπνου ῥᾳθυμίαν ἀποσκεδάσας ἀφ᾽ ἡμῶν, καὶ συγκαλέσας ἡμᾶς κλήσει ἁγία, τοῦ καὶ ἐν νυκτὶ ἐπάραι τὰς χεῖρας ἡμῶν καὶ ἐξομολογεῖσθαι σοι ἐπὶ τὰ κρίματα τῆς δικαιωσύνης σου, πρόσδεξαι τὰς δεήσεις ἡμῶν, τὰς ἐντεύξεις, τὰς ἐξομολογήσεις, τὰς νυκτερινὰς λατρείας· καὶ χάρισαι ἡμῖν, ὁ Θεὸς, πίστιν ἀκαταίσχυντον, ἐλπίδα βεβαίαν, ἀγάπην ἀνυπόκριτον· εὐλόγησον ἡμῶν εἰσόδους καὶ ἐξόδους, πράξεις, ἔργα, λόγους, ἐνθυμήσεις· καὶ δὸς ἡμῖν καταντῆσαι εἰς τὰς ἀρχὰς τῆς ἡμέρας, αἰνοῦντας, ὑμνοῦντας, εὐλογοῦντας τῆς σῆς ἀφράστου χρηστότητος τὴν ἀγαθότητα. Ὅτι ηὐλόγηταί τὸ πανάγιον σου ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἦ Στιχολογία δὲν γίνεται ἐδῶ ἐν τῇ αὐτῇ ἡμέρᾳ.

Μετὰ τὴν γ' Στιχολογίαν Καθίσματα
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Σταυρὸν καὶ τὸν θάνατον, ὑπὲρ ἡμῶν ἀγαθέ, δι' ἄμετρον ἔλεος, ἑκὼν ὑπέμεινας, καὶ κρίσιν τὴν ἄδικον, ὅπως τῆς καταδίκης, καὶ ἀρχαίας κατάρας, πάντας ἐλευθερώσῃς, τοὺς ἀπάτῃ φθαρέντας· διό σου προσκυνοῦμεν, Λόγε τὴν Σταύρωσιν.
Μαρτυρικὸν
Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμῃ τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν οἰκουμένην τῇ χάριτι φαιδρῦναι, δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ταχὺ προκατάλαβε
ΤΟ ΑΚΟΥΤΕ
Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο ἡ Ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο· Τί τὸ καινὸν καὶ ξένον, τοῦτο θαῦμα Υἱέ μου; πῶς ἡ ζωὴ τῶν ὅλων, ὁμιλεῖς τῷ θανάτῳ; ζωῶσαι τοὺς θανέντας, θέλων ὡς εὔσπλαγχνος;

Ψαλμὸς 50
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου·
ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.
σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ·
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ΕΥΧΗ Ι’
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν διὰ μετανοίας ἄφεσιν τοῖς ἀνθρώποις δωρησάμενος καὶ τύπον ἡμῖν ἐπιγνώσεως ἀμαρτημάτων καὶ ἐξομολογήσεως τὴν τοῦ προφήτου Δαυΐδ μετάνοιαν πρὸς συγχώρησιν ὑποδείξας· αὐτός, Δέσποτα, πολλοῖς ἡμᾶς καὶ μεγάλοις περιπεπτωκότας πλημμελήμασιν, ἐλέησον κατὰ τὸ μέγα σου ἔλεος, καὶ, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὰ ἀνομήματα ἡμῶν· ὅτι σοι ἡμάρτομεν, Κύριε, τῷ καὶ τὰ ἄδηλα καὶ κρύφια τῆς καρδίας τῶν ἀνθρώπων γινώσκοντι καὶ μόνῳ ἔχοντι ἐξουσίαν ἀφιέναι ἀμαρτίας. Καρδίαν δὲ καθαρὰν κτίσας ἐν ἡμῖν καὶ πνεύματι ἡγεμονικῷ στηρίξας ἡμᾶς καὶ την ἀγαλλίασιν τοῦ σωτηρίου σου γνωρίσας ἡμῖν, μὴ ἀποῤῥίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου· ἀλλ᾽ εὐδόκησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς προσφέρειν σοι θυσίαν δικαιοσύνης καὶ ἀναφορὰν ἐν τοῖς ἁγίοις σου θυσιαστηρίοις. Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

ᾨΔΗ ΠΡΩΤΗ
ᾨΔΗ ΜΩΫΣΕΩΣ
(Ἐν τῇ Ἐξόδῳ, Κεφ. ιε')
Ἀρχὴ·
Ἄρδην βυθίσας Φαραώ, Μωσῆς λέγει.
Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.
Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν.
Κύριος συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ.
Ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν, ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν Ἐρυθρᾷ, θαλάσσῃ.
Πόντῳ ἐκάλυψεν αὐτοὺς, κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος.
Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ, ἡ δεξιά σου χείρ, Κύριε, ἔθραυσεν ἐχθρούς. Καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους.
Ἀπέστειλας τὴν ὀργήν σου, κατέφαγεν αὐτοὺς ὡσεὶ καλάμην.
Καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ, ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα, ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης.
Εἶπεν ὁ ἐχθρός· Διώξας καταλήψομαι, μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου.
Ἀπέστειλας τὸ πνεῦμά σου, ἐκάλυψεν αὐτοὺς θάλασσα, ἔδυσαν ὡσεὶ μόλυβδος ἐν ὕδατι σφοδρῷ.
Τὶς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τὶς ὅμοιός σοι; Δεδοξασμένος ἐν Ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα.
Ἐξέτεινας τὴν δεξιάν σου, κατέπιεν αὐτοὺς γῆ.
Ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω, παρεκάλεσας τῇ ἰσχύϊ σου εἰς κατάλυμα ἅγιόν σου.
Ἤκουσαν ἔθνη, καὶ ὠργίσθησαν, ὠδῖνες ἔλαβον κατοικοῦντας Φιλιστιείμ.
Εἰς στίχους η'
Τότε ἔσπευσαν ἡγεμόνες Ἐδώμ, καὶ ἄρχοντες τῶν Μωαβιτῶν, ἔλαβεν αὐτοὺς τρόμος, ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χαναάν.
Ἐπιπέσοι ἐπ' αὐτοὺς φόβος καὶ τρόμος, μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν.
Εἰς στίχους ς'
Ἕως ἂν παρέλθῃ ὁ λαός σου, Κύριε, ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος, ὃν ἐκτήσω.
Εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου, ὃ κατειργάσω, Κύριε, ἁγίασμα, ὃ ἡτοίμασαν αἱ χεῖρές σου.
Εἰς στίχους δ'
Τέλος·
Κύριος βασιλεύων τῶν αἰώνων, καὶ ἐπ' αἰῶνα, καὶ ἔτι.
Ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν, καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσης, οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης.
Δόξα... Καὶ νῦν...

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς.
Σταυρῷ παγεὶς ὁ Χριστός, τὴν πλάνην λύει. Ἰωσήφ.

ᾨδὴ α'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀνοίξω τὸ στόμα μου,
καὶ πληρωθήσεται Πνεύματος,
καὶ λόγον ἐρεύξομαι,
τῇ Βασιλίδι Μητρί,
καὶ ὀφθήσομαι,
φαιδρῶς πανηγυρίζων,
καὶ ᾄσω γηθόμενος,
ταύτης τὰ θαύματα.

Σταυρῷ διεπέτασας, θείας παλάμας μακρόθυμε, καὶ τὸν ἀπολλύμενον, κόσμον ἐκάλεσας, πρὸς ἐπίγνωσιν, τοῦ κράτους σου οἰκτίρμον· ὅθεν μεγαλύνομεν, τὴν εὐσπλαγχνίαν σου.

Τὸν ὄφιν ἀνύψωσεν, ὁ Μωϋσῆς εἰκονίζοντα, τὴν θείαν σου σταύρωσιν, Λόγε προάναρχε, δι' ἧς πέπτωκεν, ὁ ἰοβόλος ὄφις, τοῦ πτώματος πρόξενος, Ἀδὰμ γενόμενος.
Μαρτυρικὰ
Ἁγίων λαμπρότητας, νῦν κατοικεῖν ἠξιώθητε, ἀσάλευτον Μάρτυρες, παραλαβόντες σαφῶς, ὡς ἐδήλωσεν, ὁ Παῦλος Βασιλείαν, καὶ δόξης συμμέτοχοι, Χριστοῦ γεγόνατε.

Ὑψούμενα κύματα, τῶν ἀνυποίστων κολάσεων, ὑμῶν οὐκ ἐβύθισε, τὸ σκάφος Μάρτυρες· κυβερνήσει γάρ, τοῦ πάντων Βασιλέως, λιμένας ἐφθάσατε, τῆς ἀναπαύσεως.
Σταυροθεοτοκίον
Ῥομφαία ὡς ἔφησεν, ὁ Συμεὼν τὴν καρδίαν σου, διῆλθεν ὡς ἔβλεψας, Χριστὸν σταυρούμενον, μόνον Δέσποινα, νυττόμενον τῇ λόγχῃ· ὅθεν ἀλαλάζουσα, πόνους ὑπέφερες.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου
Ποίημα Θεοφάνους

ᾨδὴ α'

Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου ΤΟ ΑΚΟΥΤΕ
Ὁ ὢν φύσει ἄκτιστος, καὶ τῷ Πατρὶ συναΐδιος, καὶ χρόνων ὑπέρτερος, καὶ προαιώνιος, ἐκ σοῦ Δέσποινα, κτιστὸς καὶ ὑπὸ χρόνον, ὡς ἄνθρωπος γίνεται, σῴζων τόν ἄνθρωπον.

Σὺ μόνη Θεόνυμφε, τὸν ἐν ὑψίστοις καθήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα γενόμενον· σὺ γὰρ πέφηνας, ἐκ πάντων τῶν αἰώνων, δοχεῖον ἐπάξιον, τοῦ Παντοκράτορος.

Μαρίαν τὴν Ἄχραντον, δεῦτε ὑμνήσωμεν ἅπαντες, ὡς μόνην κυήσασαν, Χριστὸν τὸν Κύριον, τὸν καινίσαντα, τὴν ἀνθρωπίνην φύσιν, Παρθένον τε μείνασαν ἀδιαλώβητον.

Ὁ Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.
Αἰνῶ χορεύων Ἠλιοὺ τὰ θαύματα.
Ἰωάννου Μοναχοῦ.

ᾨδὴ α'

Ἦχος β'
ᾌσωμεν τῷ Κυρίῳ ΤΟ ΑΚΟΥΤΕ
ᾌδειν προῃρημένοι, τῶν Ἠλιοὺ θαυμάτων, τὴν πυρίπνοον δύναμιν, τῆς πυρομόρφου καὶ σεπτῆς, γλώσσης τῆς τοῦ Πνεύματος, τὸ σθένος ἐπαξίως ἐπικεκλήμεθα.

Ἵλαθι θεοφόρε, καὶ τῆς ἀπόρου γλώσσης, τὸ στενόν τε καὶ δύσηχον, τῇ ἐνεργείᾳ τοῦ ἐν σοί, Πνεύματος διάνοιξον, καὶ τράνωσον, πρὸς ὕμνον τῶν θαυμασίων σου.

Νέμεις τὰ ὑπὲρ φύσιν, τοῖς πειθαρχοῦσι Λόγε, τοῖς σεπτοῖς σου προστάγμασι, καὶ ὑποτάττεις ὑετοῦ, πύλας διὰ Πνεύματος, σθενούμενον τὸν λόγον ἀπεργαζόμενος.
Θεοτοκίον
Μόνη εὐλογημένη, τὸ καθαρὸν καὶ θεῖον, τῆς ἁγνείας κειμήλιον, τῆς ἀκαθάρτου τῶν παθῶν, κάθαρον ἰλύος με, αἰτοῦσα συγχώρησιν τῶν πταισμάτων μου.

Ὁ Δεύτερος Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.
Νέμοις μάκαρ μοι θείαν Ἠλιοὺ χάριν.
Ἰωσήφ.

ᾨδὴ α'

Ἦχος πλ. δ'
Ἁρματηλάτην Φαραὼ ΤΟ ΑΚΟΥΤΕ
Νενεκρωμένην τὴν ψυχήν μου ζώωσον, ὡς τὸν τῆς χήρας υἱόν, καὶ ἀρεταῖς θείαις, Μάκαρ καταλάμπρυνον, καὶ πρὸς ζωὴν ὁδήγησον, καὶ τῆς αἰωνιζούσης, τρυφῆς ἀνάδειξον μέτοχον, σοῦ κατατρυφᾶν ἐφιέμενον.

Ἐν τῷ σὲ τίκτεσθαι ὁ σὸς μεμύηται, γεννήτωρ μέγιστον, ὡς ἀληθῶς θαῦμα· πῦρ γὰρ σιτιζόμενον, φλογί τε σπαργανούμενον, σὲ τεθέαται μάκαρ· διὸ ταῖς σαῖς παρακλήσεσι, ῥῦσαί με πυρὸς αἰωνίζοντος.

Μεγαλυνθεὶς ταῖς πρὸς Θεόν σου νεύσεσι, ζηλῶν ἐζήλωσας, ὡς ἀληθῶς Μάκαρ, τῷ Κυρίῳ πάντοτε· διὸ με ἐνδυνάμωσον, ζήλου θείου πλησθέντα, τὸ ἔνθεον πράττειν βούλημα, ἵνα σε γεραίρω σῳζόμενος.
Θεοτοκίον
Ὁ ὑπερούσιος Θεὸς Πανάμωμε, ἐκ σοῦ σεσάρκωται, καὶ δι' ἡμᾶς ὤφθη, καθ' ἡμᾶς ὡς ἄνθρωπος, ὃν ἐκτενῶς ἱκέτευε, ὑπὲρ πάντας ἀνθρώπους, ἡμαρτηκότα με πάναγνε, σῶσαι καὶ κολάσεως ῥύσασθαι.

ᾨΔΗ ΤΡΙΤΗ
ΠΡΟΣΕΥΧΗ ΑΝΝΗΣ τῆς ΜΗΤΡΟΣ ΣΑΜΟΥΗΛ τοῦ ΠΡΟΦΗΤΟΥ
(ᾨδὴ Βασιλειῶν Α', Κεφ. Β')
Ἀρχὴ·
Θεὸν γεραίρει στεῖρα τίκτουσα ξένως.
Ἅγιος εἶ, Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου.

Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ' ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίῳ σου.
Ὅτι οὐκ ἔστιν ἅγιος, ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος πλήν σου.
Μὴ καυχᾶσθε καὶ μὴ λαλεῖτε ὑψηλὰ εἰς ὑπεροχήν, μηδὲ ἐξελθέτω μεγαλορρημοσύνη ἐκ τοῦ στόματος ὑμῶν.
Ὅτι Θεὸς γνώσεων Κύριος, καὶ Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ.
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.
Πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν, ὅτι στεῖρα ἔτεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε.
Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει.
Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ.
Ἀνιστᾷ ἀπὸ γῆς πένητα, καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχόν, τοῦ καθίσαι αὐτὸν μετὰ δυναστῶν λαοῦ, καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς.
Εἰς Στίχους η'
Διδοὺς εὐχὴν τῷ εὐχομένῳ, καὶ εὐλόγησεν ἔτη δικαίου.
Ὅτι οὐκ ἐνισχύει ἐν τῇ ἰσχὺϊ αὐτοῦ, δυνατὸς ἀνὴρ Κύριος ἀσθενῆ ποιήσει τὸν ἀντίδικον αὐτοῦ, Κύριος ἅγιος.
Εἰς Στίχους ς'
Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ.
Ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον, καὶ ποιεῖν κρῖμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς.
Εἰς Στίχους δ'
Τέλος·
Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἑβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, δίκαιος ὢν.
Καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ.
Δόξα... Καὶ νῦν...

Κανὼν Σταυρώσιμος, ᾨδὴ γ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε,
ὡς ζῶσα καὶ ἄφθονος πηγή,
θίασον συγκροτήσαντας
πνευματικόν, στερέωσον·
καὶ ἐν τῇ θείᾳ δόξῃ σου,
στεφάνων δόξης ἀξίωσον.

Ὡς πρόβατον εἷλκε πρὸς σφαγήν σε, λαὸς ὁ παράνομος Χριστέ, Ἀμνὸν Θεοῦ ὑπάρχοντα, καὶ θέλοντα λυτρώσασθαι, λύκου πικροῦ τὰ πρόβατα, ἃ φιλανθρώπως ἠγάπησας.

Παρέστης κριτὸς κριτῇ ἀδίκῳ, ὁ κρίνων δικαίως πᾶσαν γῆν , καὶ ἤνεγκας ῥαπίσματα, ἐλευθερῶσαι θέλων με, δεδουλωμένον Κύριε, τῷ πονηρῷ κοσμοκράτορι.
Μαρτυρικὰ
Ἀθλήσαντες Ἅγιοι νομίμως, ἀνόμους ᾐσχύνατε ἐχθρούς, καὶ γνώμῃ θανατούμενοι, διὰ τὴν πάντων ἔγερσιν, τὸν τοῦ θανάτου πρόξενον, κατεπαλαίσατε δράκοντα.

Γῆθεν ἀνυψώθησαν εὐκλείας, ἤδη ἐπιβάντες ἀληθοῦς, μαρτυρικῶς οἱ Μάρτυρες, καὶ ταῖς ἀΰλοις Τάξεσιν, οἱ ὑλικοὶ ἡνώθησαν, χαρᾶς ἀρρήτου πληρούμενοι.
Σταυροθεοτοκίον
Ἐκ σοῦ ἡ ἀνάπλασις τῆς Εὔας, ὡράθη Παρθένε ἀληθῶς, Θεὸς σαρκὶ τικτόμενος, καὶ ἐν Σταυρῷ ὑψούμενος, καὶ καταράσσων δαίμονας, θεοχαρίτωτε Δέσποινα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ γ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἐν σοφίᾳ
καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα,
ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός,
ἐνυποστάτῳ Σοφίᾳ Χριστέ·
οὐ γάρ ἐστιν Ἅγιος,
πλὴν σοῦ φιλάνθρωπε.

Ὁ διαπλάσας, κατ' ἀρχὰς ἐκ χοός με τὸν ἄνθρωπον, πλαστουργεῖται δι' ἐμέ, ἐν τῇ γαστρί σου Πανάμωμε, τὴν πάλαι κατάπτωσιν, ἐπανορθούμενος.

Κράτος θανάτου, καὶ κατάρας ἀρχαίας ἀπόφασιν, συλλαβοῦσα τὴν ζωήν, Θεογεννῆτορ κατήργησας· διό σου τὴν ἄχραντον, σέβομεν γέννησιν.

Σὲ προστασίαν, ἀσφαλῆ Θεομῆτορ κεκτήμεθα, τὰς ἐλπίδας ἐπὶ σοί, ἀνατιθέντες σῳζόμεθα, πρὸς σὲ καταφεύγοντες, περιφρουρούμεθα.

Σὲ τὴν τεκοῦσαν, τὸν Θεὸν Θεοτόκον δοξάζομεν, τῷ γεννήματι τῷ σῷ, προσηγορίαν ἁρμόζοντες, καὶ κλῆσιν κατάλληλον, Πάναγνε Δέσποινα.

Κανών α', ᾨδὴ γ'
Ἦχος β'
Ἐν πέτρᾳ με τῆς πίστεως ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἄριστος προφῆτα ὁ ἑστιάτωρ, ὁ κόραξι τελῶν σοι τὴν πανδαισίαν, ὁ μόνος ἐμπιπλῶν πᾶν ζῶον εὐδοκίας, ᾧ πάντες κράζομεν· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.

Χάρις τῷ εὐεργέτῃ καὶ κηδεμόνι, τῷ χήραν καὶ Προφήτην ἀλληλοτρόφους, ἀρρήτῳ ἐκτελέσαντι προμηθείᾳ, ᾧ πάντες κράζομεν· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.

Ὁ κλείσας ὀμβροτόκους νεφέλας ὕειν, τροφῆς ἠπορημένῃ τῇ Σαραφθίᾳ, τὰ λείψανα τῆς βρώσεως ἀνενδότως, ψεκάζειν ἔδρασας· διὸ καὶ ἔκραζες· Ὡς οὐκ ἔστιν, Ἅγιος πλήν σου Κύριε.
Θεοτοκίον
Σὺ μόνη παρὰ πάντας τοὺς ἀπ' αἰῶνος, μεγάλων ἠξιώθης καὶ ὑπὲρ φύσιν· Θεὸν γὰρ τὸν ἀχώρητον πάσῃ κτίσει, ἐν μήτρᾳ ἤνεγκας, καὶ ἐσωμάτωσας· ὅθεν Θεοτόκον σε πίστει σέβομεν.

Κανών β', ᾨδὴ γ'
Ἦχος πλ. δ'
Οὐρανίας ἁψῖδος ΤΟ ΑΚΟΥΤΕ
Ἱερεῖς τῆς αἰσχύνης, ὡς δυσμενεῖς ἔκτεινας, ἔνδοξε Προφῆτα, ζήλῳ Θεοῦ πυρπολούμενος· ὅθεν κραυγάζω σοι· Τῶν τῆς αἰσχύνης με ἔργων, καὶ διαιωνίζοντος πυρός ἐξάρπασον.

Σὲ προβάλλομαι πρέσβυν, πρὸς τὸν Θεὸν μέγιστον, σῴζειν με δυνάμενον, πάσης Μάκαρ κακώσεως, προσεπικάμφθητι, τῇ ταπεινῇ μου δεήσει, καὶ μὴ ὑπερίδῃς με, παρακαλοῦντά σε.

Μεγαλύνει Θεὸς σε, ὁ παντουργὸς ἔνδοξε, πάλαι Ἠλιού, δι' ὀρνέου τρέφων Προφῆτά σε, ὃν ἐκδυσώπησον, τῆς αἰωνίου τρυφῆς με, καὶ φωτὸς τοῦ μέλλοντος, ποιῆσαι μέτοχον.
Θεοτοκίον
Ἀδιόδευτε πύλη, ἡ πρὸς Θεὸν φέρουσα, πύλας μετανοίας μοι Κόρη, ἄνοιξον δέομαι, ἀποκαθαίρουσα, ἁμαρτιῶν μου τὸν ῥύπον, ὄμβροις τοῦ ἐλέους σου, θεοχαρίτωτε.

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΕΥΧΗ Ε’
Ἀγαθῶν θησαυρέ, πηγὴ ἀέναος, Πάτερ ἅγιε, θαυμαστοποιέ, παντοδύναμε καὶ παντοκράτορ, πάντες σὲ προσκυνοῦμεν καὶ σοῦ δεόμεθα, τὰ σὰ ἐλέη καὶ τοὺς σοὺς οἰκτιρμοὺς ἐπικαλούμενοι εἰς βοήθειαν καὶ ἀντίληψιν τῆς ἡμετέρας ταπεινώσεως. Μνήσθητι, Κύριε, τῶν σῶν ἱκετῶν· πρόσδεξαι πάντων ἡμῶν τὰς ἑωθινας δεήσεις, ὡς θυμίαμα ἐνώπιον σου, καὶ μηδένα ἡμῶν ἀδόκιμον ποιήσης, ἀλλά πάντας ἡμᾶς περιποίησαι διὰ τῶν οἰκτιρμῶν σου. Μνήσθητι, Κύριε, τῶν ἀγρυπνούντων καὶ ψαλλόντων εἰς δόξαν σὴν καὶ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν καὶ τοῦ ἁγίου σου Πνεύματος. Γενοῦ αὐτῶν βοηθὸς καὶ ἀντιλήπτωρ· πρόσδεξαι αὐτῶν τὰς ἱκεσίας εἰς τὸ ὑπερουράνιον καὶ νοερόν σου θυσιαστήριον.
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὡς Προφήτης τοῦ ὄντως θείου φωτός, τοὺς προφήτας τοῦ ψεύδους καταβαλών, ἐν τούτῳ διήλεγξας, Ἀχαὰβ ἀνομήσαντα, μὴ προσκυνεῖν διδάξας, τῷ Βάαλ πανένδοξε, καὶ εὐχῇ αἰτήσας, ἐξ ὕψους τὰ νάματα· ὅθεν καὶ πυρίνῳ, ἀνελήφθης Ἠλία, ὀχήματι μετάρσιος, διφρηλάτης πρὸς Κύριον· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζουσι, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄσπορον τόκον σου.

ᾨΔΗ ΤΕΤΑΡΤΗ
ΠΡΟΣΕΥΧΗ ΑΒΒΑΚΟΥΜ τοῦ ΠΡΟΦΗΤΟΥ
(Κεφ. γ', Ι)
Ἀρχὴ·
Τὴν τοῦ Λόγου κένωσιν Ἀββακούμ, φράσον.
Δόξα τῇ δυνάμει σου, Κύριε.

Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, Κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.
Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ, ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ, ἐλέους μνησθήσῃ.
Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ Ἅγιος ἐξ ὄρους κατασκίου δασέος.
Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.
Καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται, κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.
Πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς παιδείαν κατὰ πόδας αὐτοῦ.
Ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ, ἐπέβλεψε, καὶ ἐτάκη ἔθνη.
Διεθρύβη τὰ ὄρη βίᾳ, ἐτάκησαν βουνοὶ αἰώνιοι, πορείας αἰωνίους αὐτοῦ ἀντὶ κόπων εἶδον.
Σκηνώματα Αἰθιόπων, πτοηθήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιάμ.
Μὴ ἐν ποταμοῖς ὠργίσθης, Κύριε; μὴ ἐν ποταμοῖς ὁ θυμὸς σου; ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου; ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία.
Ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ σκῆπτρα, λέγει Κύριος, ποταμῶν ῥαγήσεται γῆ.
Ὄψονταί σε καὶ ὠδινήσουσι λαοί, σκορπίζων ὕδατα πορείας, ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὐτῆς.
Ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰς φῶς βολίδες σου πορεύσονται, εἰς φέγγος ἀστραπῆς ὅπλων σου.
Ἐν ἀπειλῇ ὀλιγώσεις γῆν, καὶ ἐν θυμῷ πατάξεις ἔθνη.
Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τὸν χριστόν σου ἐλήλυθας, ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, ἐξήγειρας δεσμοὺς ἕως τραχήλου εἰς τέλος.
Διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, σεισθήσονται ἐν αὐτοῖς, διανοίξουσι χαλινοὺς αὐτῶν, ὡς ὁ ἐσθίων πτωχὸς λάθρᾳ.
Καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά.
Ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ καρδία μου, ἀπὸ φωνῆς προσευχῆς χειλέων μου, καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου, καὶ ἐν ἐμοὶ ἐταράχθη ἡ ἰσχύς μου.
Ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεώς μου, τοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου.
Εἰς Στίχους η'
Διότι συκῆ οὐ καρποφορήσει, καὶ οὐκ ἔσται γεννήματα ἐν ταῖς ἀμπέλοις.
Ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν.
Εἰς Στίχους ς'
Ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρξουσι βόες ἐπὶ φάτναις.
Ἐγὼ δὲ ἐν τῷ Κυρίῳ ἀγαλλιάσομαι, χαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.
Εἰς Στίχους δ'
Τέλος·
Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν.
Καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ.
Δόξα... Καὶ νῦν...

Κανὼν Σταυρώσιμος, ᾨδὴ δ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν,
τῆς ἐκ τῆς Παρθένου σαρκώσεως,
σοῦ τοῦ Ὑψίστου,
ὁ Προφήτης, Ἀββακούμ,
κατανοῶν ἐκραύγαζε·
Δόξα τῇ δυνάμει σου Κύριε.

῞Ινα ἀπολύσῃς με ἐκ τῶν δεσμῶν, τῶν τῆς ἁμαρτίας φιλάνθρωπε, ἐθελουσίως ἐδεσμεύθης καὶ Σταυρῷ, ὥσπερ κακοῦργος τέθνηκας· Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου.

Στίγματα ὑπήνεγκας Λόγε Θεοῦ, καὶ τὸν ἐπονείδιστον θάνατον, ἀθανατίζων, τὴν οὐσίαν τῶν βροτῶν, θανατωθεῖσαν πάθεσι. Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου.
Μαρτυρικὰ
Οἱ τὴν ἀγαλλίασιν τὴν τοῦ Θεοῦ, μέλλοντες κληροῦσθαι ἐν Πνεύματι, τῷ Παναγίῳ, ἀγαλλόμενοι ψυχῇ, τοὺς αἰκισμοὺς ὑπήνεγκαν, καὶ τὸν βιαιότατον θάνατον.

Χεῖρας ἀφαιρούμενοι καὶ κεφαλάς, γλῶσσάν τε κοπτόμενοι Μάρτυρες, τὴν θεολόγον, καὶ στερούμενοι φωτός, καὶ μεληδὸν τεμνόμενοι, ἄτμητοι Χριστῷ διεμείνατε.
Σταυροθεοτοκίον
Ῥήγνυται χειρόγραφον τὸ τοῦ Ἀδάμ, λόγχῃ νυττομένου σου Δέσποτα, ἡ Θεοτόκος, ἀνεβόα τῷ Σταυρῷ , παρισταμένη Κύριε, καὶ ὀδυνηρῶς ἀλαλάζουσα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ δ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ καθήμενος ἐν δόξῃ,
ἐπὶ θρόνου Θεότητος,
ἐν νεφέλῃ κούφῃ,
ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος,
τῇ ἀ­κη­ρά­τῳ Παρ­θέ­νῳ, καὶ διέ­σω­σε,
τοὺς κραυγάζοντας·
δόξα Χριστὲ τῇ δυνάμει σου.

Ὡραιώθης ὑπὲρ πᾶσαν, των Ἀγγέλων εὐπρέπειαν, ὡς τεκοῦσα τούτων, Κόρη ποιητήν τε καὶ Κύριον, ἐκ σῶν ἀχράντων αἱμάτων σωματούμενον, τὸν ῥυόμενον, πάντας αὐτόν τοὺς δοξάζοντας.

Ῥύπον πάντα τῆς προτέρας, ἀποθέμενοι βρώσεως, τῆς ζωῆς τὸν ἄρτον, τὸν ἐξ οὐρανοῦ σιτιζόμεθα, τὸν ἐκ τῆς γῆς τῆς Παρθένου ἀνατείλαντα, ἣν ὡς πρόξενον, τῶν ἀγαθῶν ἀνυμνήσωμεν.

Ἡ ἁγία Θεοτόκος, ἡ σκηνὴ ἡ ἀμόλυντος, τοῦ φωτὸς ἡ πύλη, τράπεζα καὶ στάμνος ἡ πάγχρυσος, τὸ ἀλατόμητον ὄρος καὶ κατάσκιον, ἡ χωρήσασα, τὸν πλαστουργὸν μακαρίζεται.

Χαρισμάτων σου τὰ ῥεῖθρα, καὶ πηγαὶ τῶν ἰάσεων, καὶ τοῦ θείου πλούτου, αἱ διανομαὶ διαδίδονται, ζωαρχικῆς ἐκ παλάμης Θεονύμφευτε, τοῦ τεχθέντος, ἐκ τῆς σῆς γαστρὸς Παντοκράτορος.

Κανών α', ᾨδὴ δ'
Ἦχος β'
Εἰσακήκοα Κύριε τὴν ἀκοὴν ΤΟ ΑΚΟΥΤΕ
Ῥιζοτόμος μὲν ὤφθης, κακίας σαφῶς Προφῆτα, ἀρετῆς δὲ φυτοκόμος· διὸ τιμῶμέν σε.

Ἐλοιδορεῖτο λόγοις σε, χήρα τροφός, τὸν θάνατον Προφῆτα, τοῦ παιδὸς τὴν ἔγερσιν ἐπισπεύδουσα.

Ὑπεσημήνω δόξαν Τριάδος σαφῶς, ἐμπνεύσει τρισαρίθμῳ τῇ μητρὶ τὸν παῖδα ζῶντα δωρούμενος.
Θεοτοκίον
Ὡς κατάκαρπος ἄμπελος, βότρυν Ἁγνή, τῆς σωτηρίας οἶνον, πᾶσιν ἀναβλύζειν ἐκυοφόρησας.

Κανών β', ᾨδὴ δ'
Ἦχος πλ. δ'
Σύ μου ἰσχύς, Κύριε ΤΟ ΑΚΟΥΤΕ
Κάμπει τὸν σόν, ζῆλον Θεὸς πυρακτούμενον, καὶ πρὸς χήραν, πέμπει διατρέφεσθαι, τὸν γυναικός, πάλαι ἀπειλῇ, Ἠλιοὺ φυγάδα, γεγενημένον θεσπέσιε· διὸ σε ἱκετεύω, τὴν ψυχήν μου πεινῶσαν, διαθρέψαι ἐνθέοις χαρίσμασιν.

Ἁμαρτιῶν, νέφη δεινὰ συγκαλύπτει με, τρικυμίαι, βίου με χειμάζουσι, καὶ ἐπιπνέουσι χαλεπῶς, κατὰ τῆς ψυχῆς μου, τῆς πονηρίας τὰ πνεύματα, Προφῆτα θεηγόρε, κυβερνήτης γενοῦ μοι, σωτηρίας πρὸς ὅρμον ἰθύνων με.

Ῥῶσιν ψυχῆς, ῥῶσιν παράσχου μοι σώματος, τὸν τὰς νόσους, πάντων ἀφαιρούμενον, ἐκδυσωπῶν, μάκαρ Ἠλιού, Κύριον τῆς δόξης, καὶ ἀβλαβῶς διατρέχειν με, τὰ σκάνδαλα τοῦ βίου, κατευόδωσον· σὲ γάρ, ἀγαθόν μου προστάτην προβάλλομαι.
Θεοτοκίον
Μετὰ πασῶν, τῶν οὐρανίων Δυνάμεων, μετὰ πάντων, Δέσποινα πανάμωμε, τῶν Προφητῶν, καὶ τῶν Ἀθλητῶν, καὶ τῶν Ἀποστόλων καὶ τῶν Ὁσίων ἱκέτευε, τυχεῖν με σωτηρίας, τὸν πολλὰ ἁμαρτόντα, καὶ ῥυσθῆναι μελλούσης κολάσεως.

ᾨΔΗ ΠΕΜΠΤΗ
ΠΡΟΣΕΥΧΗ ΗΣΑΪΟΥ τοῦ ΠΡΟΦΗΤΟΥ
(Κεφ. κς', 9)
Ἀρχὴ·
Ἡσαΐου πρόρρησις, εὐχὴ τὸ πλέον.
Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν.

Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.
Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Πέπαυται γὰρ ὁ ἀσεβής, πᾶς ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσῃ, ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.
Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν, γνόντες δέ, αἰσχυνθήτωσαν.
Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.
Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.
Κύριε, ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς, Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομα σου ὀνομάζομεν.
Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσι, διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας, καὶ ἤρας πᾶν ἄρσεν αὐτῶν.
Εἰς στίχους η'
Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακὰ τοῖς ἐνδόξοις τῆς γῆς.
Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου· ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.
Εἰς Στίχους ς'
Καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραγεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου.
Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς.
Εἰς Στίχους δ'
Τέλος·
Οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ.
Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.
Βάδιζε λαός μου, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου.
Δόξα... Καὶ νῦν...

Κανὼν Σταυρώσιμος, ᾨδὴ ε'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐξέστη τὰ σύμπαντα,
ἐπὶ τῇ θείᾳ δόξῃ σου,
σὺ γὰρ ἀπειρόγαμε Παρθένε,
ἔσχες ἐν μήτρᾳ,
τὸν ἐπὶ πάντων Θεόν,
καὶ τέτοκας ἄχρονον Υἱόν,
πᾶσι τοῖς ὑμνοῦσί σε,
σωτηρίαν βραβεύοντα.

Ἰδών σε ὁ ἥλιος, ἐπὶ Σταυροῦ ὑψούμενον, Δέσποτα συνέστειλεν ἀκτῖνας, φαίνειν μὴ σθένων, σοῦ Σῶτερ δύναντος, καὶ φωταγωγοῦντος τοὺς νυκτί, τῆς πλάνης καθεύδοντας, προσκυνοῦντας τὸ κράτος σου.

Σταυροῦσαι καὶ σῴζεις με, δι' εὐσπλαγχνίαν Κύριε, ὄξους καὶ χολῆς δέχῃ τὴν γεῦσιν, τῆς ἐνηδόνου, ἀπολυτρούμενος, γεύσεως ἡμᾶς ὡς ἀγαθός, δι' ἧς ἡπατήθημεν, καὶ φθορᾷ ὑπεπέσαμεν.
Μαρτυρικὰ
Τῆς πλάνης ἐλύσατε, χειμῶνα θεῖοι Μάρτυρες, Πνεύματος ἁγίου ἐπιθάλψει, καὶ πρὸς τὸ ἔαρ, τῆς ἀναπαύσεως, χαίροντες ἐφθάσατε ὁμοῦ, πάντων προϊστάμενοι, ὑπαρχόντων ἐν θλίψεσιν.

Ὄμβροις θείου αἵματος, τὴν γῆν πᾶσαν ἠρδεύσατε, ἐναποξηράναντες τοὺς ὄμβρους, τῆς ἀθεΐας, ἅγιοι Μάρτυρες· ὅθεν πρὸς τὸ ὕδωρ τῆς ζωῆς, νῦν κατεσκηνώσατε, ὑπὲρ πάντων πρεσβεύοντες.
Σταυροθεοτοκίον
Σαρκὶ ὃν ἐκύησας, Χριστὸν θεοχαρίτωτε, ξύλῳ ἀναρτώμενον ὡς εἶδες, θρήνων ἐπλήσθης, καὶ τὸ μακρόθυμον, τούτου κατεπλήττου ἀληθῶς· ὅθεν ἐμεγάλυνες, τὴν αὐτοῦ συγκατάβασιν.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ε'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἀσεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου,
ἀλλ' ἡμεῖς σε Μονογενές,
πατρικῆς ἀπαύγασμα,
δόξης Θεότητος,
ἐκ νυκτὸς ὀρθρίζοντες,
ἀνυμνοῦμέν σε φιλάνθρωπε.

Ἀνατείλας Ἥλιος ἐκ σοῦ ὁ νοητός, τηλαυγεῖς τὰς μαρμαρυγάς, τῆς αὐτοῦ Θεότητος, πᾶσιν ἐφήπλωσε, Θεοτόκε Δέσποινα· διὸ πάντες σε δοξάζομεν.

Ἀληθῆ Θεὸν ἡμῖν τεκοῦσαν σαρκικῶς, Πατρὸς τὸν μονογενῆ, Θεοτόκον πάναγνον, σὲ ὀνομάζομεν, τὴν φωνὴν κατάλληλον, προσαρμόζοντες τῷ τόκῳ σου.

Συμφυὴς καὶ σύμμορφος ὑπάρχων τῷ Πατρί, ὁ Υἱὸς ὁ μονογενής, τοῖς ἀνθρώποις γέγονεν, θέλων ὁμόφυλος, σαρκωθεὶς ὁ Ὕψιστος, ἐκ γαστρός σου Μητροπάρθενε.

Κανών α', ᾨδὴ ε'
Ἦχος β'
Ὁ τοῦ φωτὸς χορηγὸς ΤΟ ΑΚΟΥΤΕ
Νόμος πατρῷός σε, ὡς πρεσβευτὴν παναληθῆ ἔδειξε, τερατουργόν, ἐκτρέποντα φύσεις, στοιχείων Ἠλιού, καὶ ὅσιον θῦμα, φλογίζοντα νάμασιν.

ᾜσχυνας ἄριστα, ὡς ἀληθείας λατρευτὴς Ὅσιε, τῆς ἐναγοῦς προφήτας αἰσχύνης, παμμάκαρ Ἠλιού, σαφῶς ὑπογράψας, Τριάδος τὴν δύναμιν.

Λόγῳ τῆς χάριτος, ἱερατεύων Ἠλιοὺ τέθυκας, τοὺς ἱερεῖς, τῶν προσοχθισμάτων, ἀθώοις σου χερσί, καθάπερ ποδήρει, τῷ ζήλῳ κοσμούμενος.
Θεοτοκίον
Σοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν· Χαῖρε ἁγνή, Χαῖρε ἡ τὸ φῶς ἀνατείλασα ἡμῖν, Χαῖρε ἡ χωρήσασα Θεὸν τὸν ἀχώρητον.

Κανών β', ᾨδὴ ε'
Ἦχος πλ. δ'
Ἵνα τὶ με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Ὀμβροτόκους νεφέλας, εἴργεις πυρακτούμενος ζήλῳ τῆς πίστεως, ἀλλὰ δέομαί σου· Ἠλιοὺ ἱεραῖς μεσιτείαις σου, τὴν φλογμῷ τακεῖσαν τῶν ἡδονῶν ψυχήν μου θείαις, ἑπομβρίαις ἀρδεῦσαι καὶ σῶσαί με.

Ἱερεὺς δεδειγμένος τέθυκας, ἀθώοις σου χερσὶ πανόλβιε, τῶν προσοχθισμάτων, ἱερεῖς ἐνεργοῦντας τὰ ἄτοπα, ἀλλὰ δέομαί σου, πάσης ἀτόπου ἁμαρτίας ἀβλαβῆ με Προφῆτα συντήρησον.

Θαυμαστοῦσαι Προφῆτα, θείαις ἐπικλήσεσι φλέγων τὰ θύματα, ἐκτελέσας πίστει· διὰ τοῦτο ἀπαύστως σου δέομαι, τῇ ἐμῇ καρδίᾳ, τὸν ἱερὸν ἀνάψαι πόθον, τὰ ὑλώδη μου πάθη συμφλέγοντα.
Θεοτοκίον
Ἐπὶ σὲ ὥσπερ ὄμβρος, Λόγος καταβέβηκεν ὁ ὑπερούσιος, ὃν δυσώπει Κόρη, ἑπομβρίσαι μοι νῦν κατανύξεως, καθαρὰς σταγόνας, ἀποπλυνούσας πάντα ῥύπον, τῶν ἀμέτρων κακῶν μου πανάμωμε.

ᾨΔΗ ΕΚΤΗ
ΠΡΟΣΕΥΧΗ ΙΩΝΑ τοῦ ΠΡΟΦΗΤΟΥ
(Κεφ. β', 2)
Ἀρχὴ·
Ἐκ θηρὸς ἐκραύγαζεν Ἰωνᾶς, λέγων.
Ὡς τὸν προφήτην Ἰωνᾶν, σῶσον ἡμᾶς, Κύριε.

Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου, ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου.
Ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλωσάν με.
Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον.
Εἰς Στίχους η'
Κἀγὼ εἶπον· Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου, ἄρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου;
Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου, ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων, κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι.
Εἰς Στίχους ς'
Καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, πρὸς σέ, Κύριε, ὁ Θεός μου.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὴν ψυχήν μου, τοῦ Κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου πρὸς ναὸν τὸν ἅγιόν σου.
Εἰς Στίχους δ'
Τέλος·
Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατέλιπον.
Ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ.
Δόξα... Καὶ νῦν...

Κανὼν Σταυρώσιμος, ᾨδὴ ς'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὴν θείαν ταύτην καὶ πάντιμον,
τελοῦντες ἑορτὴν οἱ θεόφρονες,
τῆς Θεομήτορος,
δεῦτε τάς χεῖρας κροτήσωμεν,
τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Τοῖς πόνοις οὕς περ ὑπέμεινας, σταυρούμενος τοὺς πόνους κατέπαυσας, τῆς ἀνθρωπότητος, καὶ πρὸς τὴν ἄπονον ἅπαντας, διαγωγὴν μετάγεις, εὔσπλαγχνε Κύριε.

Ἡλίου σέλας ἐκρύπτετο, ναοῦ δὲ ἡ φαιδρότης ἐρρήγνυτο, γῆ κατεσείετο, πέτραι σὺν φόβῳ ἐσχίζοντο, ἐπὶ Σταυροῦ τὸν Κτίστην, ὁρᾷν μὴ σθένουσαι.
Μαρτυρικὰ
Νεκρὸς ὁ ὄφις ἐγένετο, βασάνοις νεκρουμένους θεώμενος, τοὺς θείους Μάρτυρας, καὶ τὴν ζωὴν τὴν αἰώνιον, κληρονομοῦντας ὄντως, τῇ θείᾳ χάριτι.

Πολλὰς βασάνους ὑπέστητε, πολλῶν καὶ τῶν ἐπάθλων ἐτύχετε, πολυαρίθμητα, πλήθη Μαρτύρων ἀείζῳα· διὸ τὰ τῶν κακῶν μου, πλήθη μειώσατε.
Θεοτοκίον
Λιμὴν γενοῦ μοι Πανάμωμε, πελάγει τῶν δεινῶν θαλαττεύοντι, ἡ ναυαγήσασαν, πᾶσαν τὴν φύσιν τῷ τόκῳ σου, Θεογεννῆτορ Κόρη, νῦν διασώσασα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ς'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐβόησε,
προτυπῶν τὴν ταφὴν τὴν τριήμερον,
ὁ προφήτης
Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος·
Ἐκ φθορᾶς με ῥῦσαι,
Ἰησοῦ βασιλεῦ τῶν δυνάμεων.

Ἁγνείας σε, καθαρὸν εὑρηκὼς ἐνδιαίτημα, ἐν γαστρί σου, καθαρῶς ὁ Δεσπότης ἐσκήνωσεν, ἐκκαθάραι θέλων, τῶν ἀνθρώπων Παρθένε τὸ φύραμα.

Οὐράνωσας, γεωθεῖσαν τὴν φύσιν Πανάμωμε, τῶν ἀνθρώπων, καὶ φθαρεῖσαν αὐτὴν ἐκαινούργησας· διὰ τοῦτο μόνην, ἀσιγήτοις φωναῖς σε γεραίρομεν.

Συνέλαβες, ἐν γαστρὶ Θεομῆτορ τὸν ἄναρχον, Θεὸν Λόγον, δι' ἡμᾶς τοὺς ἀνθρώπους γενόμενον, καθ' ἡμᾶς ἀτρέπτως, ἐν δυσὶ γνωριζόμενον φύσεσιν.

Κανών α', ᾨδὴ ς'
Ἦχος β'
Ἄβυσσος ἁμαρτημάτων ΤΟ ΑΚΟΥΤΕ
Ἴνδαλμα θεοσεβείας, καὶ βίου ἀκραιφνεστάτου, φυτουργὸς ἁγνείας ἐγένου, Ἀγγέλων τε μίμημα θεσπέσιε, Ἠλιοὺ θεοφόρε.

Οἶστρὸς σε προφητοκτόνου, γυναίου ἐκδειματώσας, τὸν δεσμεῖν καὶ λύειν λαχόντα, ὄμβρων ἐπίβλυσιν θεσπέσιε, Ἠλιοὺ φυγαδεύει.

Ὕψωσας γονυπετήσας, νοὸς μετάρσιον ὄμμα, δι' ἱκετηρίας ἱεράς, λύσιν ποιούμενος, καὶ αὔλακας, γῆς ἐμέθυσας ὄμβρῳ.
Θεοτοκίον
Βάτος σε ἐν τῷ Σιναίῳ, ἀφλέκτως προσομιλοῦσα, τῷ πυρὶ προγράφει Μητέρα, τὴν ἀειπάρθενον, ἀνύμφευτε Θεοτόκε Μαρία.

Κανών β', ᾨδὴ ς'
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἱλάσθητί μοι Σωτήρ, πολλὰ σοι ἀφρόνως πταίσαντι, καὶ τῆς μενούσης ἐκεῖ, κολάσεως λύτρωσαι, ἔχων δυσωποῦντά σε, Ἠλιοὺ τὸν μέγαν, καὶ τὴν ἄχραντον Μητέρα σου.

Ἁγνείας ὡς φυτουργός, ἁγνὸν ψυχῇ με συντήρησον, ὡς ζηλωτὴς Ἠλιού, ζήλου θείου πλήρωσον, τὴν ἐμὴν διάνοιαν, ὅπως τῆς κακίας, τὰς ἐφόδους ἀποκρούσωμαι.

Νηστεύεις βρώσει μιᾷ, ὁδὸν τεσσαρακονθήμερον, ἀνύων θείᾳ ῥοπῇ· διὸ ἱκετεύω σε, πάσης παραβάσεως, ἐγκρατεῦσθαί με, θεοφόρε ἐνδυνάμωσον.
Θεοτοκίον
Ἡ πύλη ἡ τοῦ Θεοῦ, εἰσόδους θείας ὑπάνοιξον, τῇ ταπεινῇ μου ψυχῇ, ἐν αἷς εἰσελεύσομαι, ἐξομολογούμενος, καὶ κακῶν τὴν λύσιν, Θεοτόκε ἀπολήψομαι.

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΕΥΧΗ ΣΤ’
Εὐχαριστουμέν σοι, Κύριε ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὅτι πάντα ποιεῖς εἰς εὐεργεσίαν τῆς ζωῆς ἡμῶν, ἵνα διὰ παντὸς πρὸς σὲ ἀποβλέπωμεν, τὸν σωτῆρα καὶ εὐεργέτην τῶν ἡμετέρων ψυχῶν· ὅτι διανέπαυσας ἡμᾶς ἐν τῷ παρελθόντι τῆς νυκτὸς μέτρῳ καὶ ἐξήγειρας ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν καὶ ἔστησας εἰς προσκύνησιν τοῦ τιμίου ὀνόματός σου. Διὸ δεόμεθά σου, Κύριε· δὸς ἡμῖν χάριν καὶ δύναμιν, ἵνα καταξιωθῶμεν ψάλλειν σοι συνετῶς καὶ προσεύχεσθαι ἀδιαλείπτως ἐν φόβῳ καὶ τρόμῳ, τὴν ἑαυτῶν σωτηρίαν κατεργαζόμενοι, διὰ τῆς ἀντιλήψεως τοῦ Χριστοῦ σου. Μνήσθητι, Κύριε, καὶ τῶν ἐν νυκτὶ πρὸς σὲ βοώντων· ἐπάκουσον αὐτῶν καὶ ἐλέησον καὶ σύντριψον ὑπὸ τοὺς πόδας αὐτῶν τοὺς ἀοράτους καὶ πολεμίους ἐχθρούς.
Σὺ γὰρ εἶ ὁ Βασιλεύς τῆς εἰρήνης καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κοντάκιον
Ἦχος β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Προφῆτα καὶ προόπτα τῶν μεγαλουργιῶν τοῦ Θεοῦ,
Ἠλία μεγαλώνυμε,
ὁ τῷ φθέγματί σου στήσας τὰ ὑδατόρρυτα νέφη,
πρέσβευε ὑπὲρ ἡμῶν,
τὸν μόνον φιλάνθρωπον.

Ὁ Οἶκος
Τὴν πολλὴν τῶν ἀνθρώπων ἀνομίαν, Θεοῦ δὲ τὴν ἄμετρον φιλανθρωπίαν, θεασάμενος ὁ Προφήτης Ἠλίας, ἐταράπτετο θυμούμενος, καὶ λόγους ἀσπλαγχνίας πρὸς τὸν εὔσπλαγχνον ἐκίνησεν. Ὀργίσθητι βοήσας, ἐπὶ τοὺς ἀθετήσαντάς σε, Κριτὰ δικαιότατε. Ἀλλὰ τὰ σπλάγχνα τοῦ ἀγαθοῦ, οὐδόλως παρεκίνησε πρὸς τὸ τιμωρήσασθαι τοὺς αὐτὸν ἀθετήσαντας· ἀεὶ γὰρ τὴν μετάνοιαν πάντων ἀναμένει, ὁ μόνος φιλάνθρωπος.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥΤῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εἰς οὐρανοὺς πυρφόρου ἀναβάσεως τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.
Στίχοι
Ἐπέσχεν ὄμβρον, πῦρ τρίτον φέρων κάτω,
Σχίζει δὲ ῥεῖθρον Ἠλίας τρέχων ἄνω.
Δίφρῳ ἀνηρπάγης περὶ εἰκάδα, Ἠλία ἱππεῦ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨΔΗ ΕΒΔΟΜΗ
ΠΡΟΣΕΥΧΗ τῶν ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ
(Δανιήλ, Κεφ. γ')
Ἀρχὴ·
Αἶνος φλόγα σβέννυσι τῶν τριῶν Νέων.
Τῶν Πατέρων καὶ ἡμῶν Θεὸς, εὐλογητὸς εἶ.

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας.
Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθεῖς.
Καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα, ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν Πατέρων ἡμῶν Ἱερουσαλήμ, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα ἐφ' ἡμᾶς, διὰ τὰς ἁμαρτίας ἡμῶν.
Ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ, καὶ ἐξημάρτομεν ἐν πᾶσι, καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθώς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται.
Καὶ πάντα ὅσα ἐποίησας ἡμῖν, καὶ πάντα ὅσα ἐπήγαγες ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν.
Καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα ἡμῶν, αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε.
Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου τὸ ἅγιον, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, διὰ Ἀβραὰμ τόν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσραὴλ τὸν ἅγιόν σου.
Οἷς ἐλάλησας πληθῦναι τὸ σπέρμα αὐτῶν, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.
Ὅτι, Δέσποτα, ἑσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καὶ ἐσμεν ταπεινοὶ ἐν πάσῃ γῇ σήμερον, διὰ τὰς ἁμαρτίας ἡμῶν.
Καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων, καὶ προφήτης, καὶ ἡγούμενος, οὐδὲ ὁλοκαύτωσις, οὐδὲ θυσία, οὐδὲ προσφορά, οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου, καὶ εὑρεῖν ἔλεος.
Ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν.
Ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων, καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων, οὕτω γενέσθω ἡ θυσία ἡμῶν εὐπρόσδεκτος ἐνώπιόν σου σήμερον, καὶ ἐκτελείσθω ὄπισθέν σου· ὅτι αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σέ.
Καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ, καὶ φοβούμεθά σε, καὶ ζητοῦμεν τὸ πρόσωπόν σου, μὴ καταισχύνῃς ἡμᾶς. Ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου.
Ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου, καὶ δὸς δόξαν τῷ ὀνόματί σου, Κύριε.
Καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακά, καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη.
Καὶ γνώτωσαν ὅτι σὺ εἶ Κύριος, Θεὸς μόνος καὶ ἔνδοξος, ἐφ' ὅλην τὴν οἰκουμένην.
Καὶ οὐ διέλιπον οἱ ἐμβαλόντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως, καίοντες τὴν κάμινον νάφθῃ καὶ πίσσῃ καὶ στυππίῳ καὶ κληματίδι.
Καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα, καὶ διώδευσε, καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων.
Ὁ δὲ ἄγγελος Κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινον, καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου.
Καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον, καὶ οὐχ ἥψατο αὐτῶν καθόλου τὸ πῦρ, οὐδὲ ἐλύπησεν, οὐδὲ παρηνώχλησεν αὐτούς.
Τότε οἱ Τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν καὶ ἐδόξαζον τὸν Θεὸν ἐν τῇ καμίνῳ, λέγοντες·
(Ἡ τῶν Τριῶν ὕμνησις, ἣν ᾖδον Νέοι)
Εἰς Στίχους η'

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον, τὸ ὑπερύμνητον καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας.
Εἰς Στίχους ς'
Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου, ὁ ὑπερύμνητος, καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Εἰς Στίχους δ'
Τέλος· Εὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Δόξα... Καὶ νῦν...

Κανὼν Σταυρώσιμος, ᾨδὴ ζ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες,
παρὰ τὸν Κτίσαντα,
ἀλλὰ πυρὸς ἀπειλήν;
ἀνδρείως πατήσαντες,
χαίροντες ἔψαλλον.
Ὑπερύμνητε,
ὁ τῶν Πατέρων Κύριος,
καὶ Θεὸς εὐλογητὸς εἶ.

Ἀνετράπη, ὁ πολέμιος καὶ βέβληται, πτῶμα ἐξαίσιον, ἀνυψωθέντος Χριστοῦ, ἐν ξύλῳ, καὶ σέσωσται, ὁ πρὶν κατάκριτος, ἐκβοῶν αὐτῷ· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Νεκρωθέντα, διὰ ξύλου με ἐθέωσας, θανὼν ἐν ξύλῳ Χριστέ, καὶ θείοις τραύμασι σοῖς, ἰάσω τὰ τραύματα, τὰ τῆς καρδίας μου. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Μαρτυρικὰ
Ἠφανίζετο, τὰ σώματα πληττόμενα, ἀπείροις μάστιξιν, ἀλλ' ὄντως τὸ εὐπρεπές, ψυχῆς ὡραιότερον, ὑμῶν ἐδείκνυτο, Χριστομάρτυρες, ἀεὶ βοώντων· Κύριε, ὁ Θεός εὐλογητὸς εἶ.

Ναυαγήσας, ὁ πολέμιος τοῖς αἵμασιν, ὑμῶν ἀπώλετο, σὺν μυριάσιν αὐτοῦ, ὑμεῖς δὲ πανεύφημοι, Μάρτυρες χαίροντες, ἀνεμέλπετε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.
Θεοτοκίον
Νύμφη ἄμωμος, παλάτιον τοῦ κτίσαντος, θρόνος πυρίμορφος, καὶ ἀγεώργητος γῆ, ἐδείχθης Πανάμωμε· ὅθεν βοῶμέν σοι· Χαῖρε Δέσποινα, ἡ τοὺς βροτοὺς θεώσασα, θεϊκῇ κυοφορίᾳ.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ ζ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ὁ διασώσας ἐν πυρί,
τοὺς Ἀβραμιαίους σου Παῖδας,
καὶ τοὺς Χαλδαίους ἀνελών,
οἷς ἀδίκως δικαίους ἐνήδρευσαν,
ὑπερύμνητε Κύριε,
ὁ Θεὸς ὁ τῶν Πατέρων,
εὐλογητὸς εἶ.

Ἀνακαλούμενος ἡμᾶς, αἰχμαλωτισθέντας Παρθένε, ὁ Λόγος ὁ ὢν ἐν ἀρχῇ, ἐν γαστρί σου σκηνώσας σεσάρκωται, ὁ φιλάνθρωπος Κύριος, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογημένος.

Πύλη ἐφάνης νοητή, τῆς Ἀνατολῆς τῆς ἐξ ὕψους, ἐπιφανείσης ἐπὶ γῆς, τοῖς ἀνθρώποις ἐκ σοῦ Θεονύμφευτε, ὑπὲρ λόγον καὶ ἔννοιαν, τοῦ Θεοῦ τοῦ τῶν Πατέρων εὐλογημένου.

Πεποικιλμένη ἀρεταῖς, τοῦ παμβασιλέως παρέστης, ἐκ δεξιῶν τοῦ ἐκ τῶν σῶν, σαρκωθέντος αἱμάτων Ἀνύμφευτε, ἐκτενῶς ἱκετεύουσα, λυτρωθῆναι ἀπὸ πάσης ἡμᾶς ἀνάγκης.

Ῥῆξον πταισμάτων τὰς σειράς, τῇ σῇ μητρικῇ παρρησίᾳ, τῶν εὐσεβῶς τε καὶ πιστῶς, μελῳδούντων Παρθένε τῷ Τόκῳ σου. Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Κανών α', ᾨδὴ ζ'
Ἦχος β'
Βάτος ἐν ὄρει πυρὶ ΤΟ ΑΚΟΥΤΕ
Τὴν παραδόξως θεόθεν σοι, σχεδιασθεῖσαν δύναμιν ἐνδεδυκώς, τροφῇ μιᾷ τεσσαρακονθήμερον, Ἠλιοὺ θεσπέσιε, τὴν δολιχὴν καταλέλυκας ὁδόν· διὸ ἐν Χωρὴβ χορεύων ἔψαλλες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Αὔρα πραεῖα ὑπέδειξε, καὶ λεπτοτάτη Κύριον σοι Ἠλιού, Θεῷ ζηλοῦντι παντοκράτορι, οὐχὶ πνεῦμα βίαιον, οὐ συσσεισμός, οὐδὲ πῦρ ἐκδειματοῦν· διὸ Ἰησοῦ τῷ πράῳ ψάλλομεν·Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοφανείας ἠξίωσαι, καὶ προφητείας ὥσπερ ὁ μέγας Μωσῆς, προφήτας χρίων διὰ Πνεύματος, Ἠλιοὺ θεσπέσιε καὶ βασιλεῖς, καὶ τῆς δόξης ἐν Θαβώρ, Χριστοῦ θεατής γενόμενος βοᾷς· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον

Μήτραν τὴν σὴν ὁ πανάγαθος, Λόγος οἰκήσας Ἄχραντε ὑπερφυῶς, Θεοῦ Πατρός, ἡμᾶς ἀνέπλασε, καὶ ζωῆς ἠξίωσε τῆς ἐν Ἐδέμ· διὸ Θεοτόκον σε πάντες πιστοί, προσκυνοῦντες ἀναμέλπομεν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Κανών β', ᾨδὴ ζ'
Ἦχος πλ. δ'
Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ
Λαὸν ἀπολλύμενον, κατοικτιρήσας, ζήλῳ τῆς πίστεως, ἐπικλήσεσι θείαις, πῦρ κατηγάγου φλογίζον Ἔνδοξε, ὅσιον θῦμα· διὸ ἱκετεύω σε· τῆς αἰωνίου φλογός, ῥῦσαι καὶ σῶσόν με.

Ἰδεῖν κατηξίωσαι, Θαβὼρ ἐν ὄρει, Θεοῦ τὸ πρόσωπον, ὃν δυσώπει Προφῆτα, τοῦ παραβλέψαι τὰς ἁμαρτίας μου, καὶ ἐν ἡμέρᾳ τῆς δίκης θεάσασθαι, ἀκαταγνώστῳ ψυχῇ, αὐτοῦ τὸ πρόσωπον.

Ὁδὸν πορευόμενος, τοῦ βίου πλάνας πολλὰς ὑφίσταμαι, Ἀγαθέ μου προστάτα, κυβέρνησόν με τῇ προστασίᾳ σου, ἐπιστηρίζων γνώμῃ σαλευόμενον, καὶ πρὸς σαρκὸς ἡδονάς Ἠλιοὺ νεύοντα.
Θεοτοκίον

Ὑμνῶ σὲ Πανύμνητε, καὶ μεγαλύνω θεοχαρίτωτε, τὴν ἁγνήν σου λοχείαν, βοήθησόν μοι βίου τοῖς κύμασι, χειμαζομένῳ, καὶ δίδου κατάνυξιν, τῇ ταπεινῇ μου ψυχῇ, καθαρτικὴν μολυσμῶν.

ᾨΔΗ ΟΓΔΟΗ
ΥΜΝΟΣ τῶν ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ
Ἀρχὴ·
Τὸν Δεσπότην ὕμνησον ἡ κτιστῶν φύσις.
Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε ὕδατα, πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ δυνάμεις Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶ ἡμέραι, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, πὺρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, πηγαί, θάλασσα καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εἰς Στίχους η'
Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραήλ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εἰς Στίχους ς'
Εὐλογεῖτε, Ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εἰς Στίχους δ'
Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία καὶ Μισαήλ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον, ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.
Δόξα... Καὶ νῦν...

Κανὼν Σταυρώσιμος, ᾨδὴ η'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,
ὁ τόκος τῆς Θεοτόκου διεσώσατο,
τότε μὲν τυπούμενος,
νῦν δὲ ἐνεργούμενος,
τὴν οἰκουμένην ἅπασαν,
ἀγείρει ψάλλουσαν.
Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Λύεις τῶν δεσμῶν με τῶν χρονίων, ἐν χρόνῳ ὁ ἄχρονος γενόμενος, δεθεὶς δὲ θελήματι, καὶ τὸν ὑπερήφανον, δεσμοῖς ἀλύτοις Δέσποτα, παραπεμψάμενος, σῴζεις με Σταυρῷ καὶ τῷ πάθει· ὅθεν εὐλογῶ σε, Χριστὲ εἰς τοὺς αἰῶνας.

Ὑψώθης ἐν ξύλῳ ἑκουσίως, καὶ πᾶσαν τὴν κτίσιν συνανύψωσας, Λόγε ὑπερύμνητε, ἄναρχε ἀόρατε, ὁ τὰς ἀρχάς του σκότους τε, καὶ ἐξουσίας Χριστέ, τῷ πάθει σου παραδειγματίσας· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Μαρτυρικὰ
Ἐπέβητε αἵμασιν οἰκείοις, ὡς ἅρματι Μάρτυρες παγκόσμιοι, καὶ πρὸς ὑπερκόσμια, ἤρθητε σκηνώματα, παρὰ Χριστοῦ ἐπάξια, γέρα λαμβάνοντες, καὶ Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἰκρίῳ ὑψούμενοι καὶ βόθρῳ, ῥιπτόμενοι θηρσί τε διδόμενοι, πυρί τε καὶ ὕδατι, διαμεριζόμενοι, οἱ ἀθλοφοροι Μάρτυρες, χαίροντες ἔψαλλον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σταυροθεοτοκίον
Ἰδοῦσα ὑπνώσαντα ἐν ξύλῳ, τὸν πᾶσιν ἐγρήγορσιν παρέχοντα, θείαν καὶ σωτήριον, Μήτηρ ἡ Πανάμωμος, ἀλαλαγμῷ ὠδύρετο καὶ ἀνεκραύγαζε· Τί τοῦτο τὸ καινότατον θαῦμα; ὁ ζωοποιήσας, τὰ πάντα θνῄσκει θέλων.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ η'
Ἦχος δ'
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Ἀπάσαις ἀπρόσιτος ὑπάρχων, ὁ Κτίστης ταῖς ἀνωτέραις Κόρη τάξεσιν, ᾤκησε τὴν μήτραν σου, ἄφλεκτον τηρήσας σε, καὶ μετὰ τόκον, ᾧ νῦν κραυγάζομεν· Τὸν ἄφθορον, Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μώμων καθαρὰ καὶ μολυσμάτων, καὶ πάσης ἁγιωσύνης οὖσα τέμενος, Λόγον τὸν πανάγιον, πάντας ἁγιάζοντα, καὶ τῷ Πατρὶ συνάναρχον, ἐκυοφόρησας· διό σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Στόματι καὶ γνώμῃ Θεοτόκον, φρονοῦντες ὁμολογοῦμέν σε Πανάμωμε· τέτοκας γὰρ Πάναγνε, σάρκα περιθέμενον, τὸν Ποιητὴν καὶ Κύριον, καὶ Βασιλέα Χριστόν· διό σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Σὲ τὴν κιβωτὸν τὴν παναγίαν, τὴν ἐπισκιαζομένην θείῳ Πνεύματι, τὴν τὸν προαιώνιον, Λόγον καὶ ἀΐδιον, δι' εὐσπλαγχνίαν ἄφατον, ἐνανθρωπήσαντα, τεκοῦσαν Θεοτόκον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανών α', ᾨδὴ η'
Ἦχος β'
Ἔφριξε Παίδων εὐαγῶν ΤΟ ΑΚΟΥΤΕ
Ἄριστα εὗρεν Ἀχαάβ, τὴν τοῦ γένους εὐπρεπῆ πανωλεθρίαν, Προφήτου ἐλεγμῷ, μιαιφόνου μύσους ἀντέκτισιν· ὁ Θεσβίτης δὲ ἐκ πυριπνόου φρενός, τῷ Ζωοδότῃ ὕμνον ἀνεμέλπετο· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὕει σοι πῦρ ἐξ οὐρανοῦ, καταφλέγον Ἠλιοὺ ἐπιθεμένους, πεντήκοντα δισσούς, ὡς Θεοῦ ἀρίστῳ θεράποντι· τῷ κρατοῦντι γάρ της ἀειζώου ζωῆς, θεοπρεπῶς τὸν ὕμνον ἀνεκραύγαζες· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον

Μύστην σε ἔδειξε Χριστός, ὡς ἁγνείας φυτουργὸν ὁ τῆς Παρθένου, ὑπέρθεος βλαστός, ἐν Θαβὼρ τῆς θείας σαρκώσεως, τῆς Θεότητος τὸ ἀκατάληπτον φῶς, ἐν τῇ αὐτοῦ σαρκὶ δεικνὺς σοι κράζοντι· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανών β', ᾨδὴ η'
Ἦχος πλ. δ'
Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Χωρητικὸν δοχεῖόν σε, θείου Πνεύματος ἔγνωμεν, ἄγγελον ἐν γῇ, πῦρ ζήλου θείου πνέοντα, δυσσέβειαν τρέποντα, καὶ βασιλεῖς ἐλέγχοντα, χρίοντα προφήτας, Ἠλιοὺ καὶ αἰσχύνης, συγκόπτοντα μαχαίρᾳ ἱερεῖς· διὰ τοῦτο, βοῶμέν σοι· Μελλούσης ἡμᾶς αἰσχύνης ῥῦσαι.

Ἅρμα πυρὸς σε ἔλαβεν, ἀπὸ γῆς πυρακτούμενον, ζήλῳ Ἠλιού, τῷ θεϊκῷ θεόπνευστε· διὸ ἱκετεύω σε, τῶν ἐν τῇ γῇ με πάντων κακῶν τῶν σῶν ἀρετῶν, ἐπικουφίζειν τὸν νοῦν μου, τεθρίππῳ, καὶ πρὸς νύσσαν, οὐρανίαν με φθάσαι, τὸν πάντων ἐκδυσώπει, Θεὸν καὶ Βασιλέα.

Ῥήματι ζῶντι ἔκλεισας, οὐρανὸν ὑετίζοντα, ῥήματί σου νῦν, πνευματικῷ διάνοιξον, τὰς πύλας μοι δέομαι, τῆς μετανοίας Ἅγιε, πέμπων τῇ ψυχῇ μου, κατανύξεως ὄμβρους, καὶ σῶσόν με βοῶντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τριαδικὸν
Ἰσοσθενῆ ὁμότιμον, ὁμοούσιον, σύνθρονον, σέβοντες Τριάδα, ἐν μιᾷ Θεότητι, Πατέρα δοξάζομεν, Υἱὸν καὶ Πνεῦμα, Ἅγιον, ἄδυτον αὐγήν, ὁμοβασίλειον κράτος, καὶ μέλπομεν συμφώνως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Νομοθετῶν εὐσέβειαν, καὶ διδάσκων μετάνοιαν, ὁ Ἐμμανουήλ, ἐκ σοῦ τεχθεὶς ἐπέφανεν, ὃν νῦν ἐκδυσώπησον, ὑπεραγία Δέσποινα, τῆς δικαιοσύνης, ὑπανοῖξαί μοι πύλας, καὶ σῶσαί με βοῶντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.


Καταβασίαε, Ὠδὴ α’. Ἦχος δ’. ΤΟ ΑΚΟΥΤΕ
Ἀνοίξω τὸ στόμα μου,
καὶ πληρωθήσεται Πνεύματος,
καὶ λόγον ἐρεύξομαι,
τῇ Βασιλίδι Μητρί,
καὶ ὀφθήσομαι,
φαιδρῶς πανηγυρίζων,
καὶ ᾄσω γηθόμενος,
ταύτης τὰ θαύματα.
Ὠδὴ γ’. ΤΟ ΑΚΟΥΤΕ
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε,
ὡς ζῶσα καὶ ἄφθονος πηγή,
θίασον συγκροτήσαντας
πνευματικόν, στερέωσον·
καὶ ἐν τῇ θείᾳ δόξῃ σου,
στεφάνων δόξης ἀξίωσον.
Ὠδὴ δ’. ΤΟ ΑΚΟΥΤΕ
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν,
τῆς ἐκ τῆς Παρθένου σαρκώσεως,
σοῦ τοῦ Ὑψίστου,
ὁ Προφήτης, Ἀββακούμ,
κατανοῶν ἐκραύγαζε·
Δόξα τῇ δυνάμει σου Κύριε.
Ὠδὴ ε’. ΤΟ ΑΚΟΥΤΕ
Ἐξέστη τὰ σύμπαντα,
ἐπὶ τῇ θείᾳ δόξῃ σου,
σὺ γὰρ ἀπειρόγαμε Παρθένε,
ἔσχες ἐν μήτρᾳ,
τὸν ἐπὶ πάντων Θεόν,
καὶ τέτοκας ἄχρονον Υἱόν,
πᾶσι τοῖς ὑμνοῦσί σε,
σωτηρίαν βραβεύοντα.
Ὠδὴ ς’. ΤΟ ΑΚΟΥΤΕ
Τὴν θείαν ταύτην καὶ πάντιμον,
τελοῦντες ἑορτὴν οἱ θεόφρονες,
τῆς Θεομήτορος,
δεῦτε τάς χεῖρας κροτήσωμεν,
τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Ὠδὴ ζ’. ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες,
παρὰ τὸν Κτίσαντα,
ἀλλὰ πυρὸς ἀπειλήν;
ἀνδρείως πατήσαντες,
χαίροντες ἔψαλλον.
Ὑπερύμνητε,
ὁ τῶν Πατέρων Κύριος,
καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’. ΤΟ ΑΚΟΥΤΕ
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,
ὁ τόκος τῆς Θεοτόκου διεσώσατο,
τότε μὲν τυπούμενος,
νῦν δὲ ἐνεργούμενος,
τὴν οἰκουμένην ἅπασαν,
ἀγείρει ψάλλουσαν.
Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.

ᾨΔΗ ΕΝΑΤΗ
ᾨΔΗ τῆς ΘΕΟΤΟΚΟΥ
(Ἐκ τοῦ κατὰ Λουκᾶν, Κεφ. α', 47-55)

Τὸν Υἱὸν ὑμνεῖ καὶ Θεόν, Μήτηρ Κόρη.
Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνωμεν.

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐποίησε Κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
ΠΡΟΣΕΥΧΗ ΖΑΧΑΡΙΟΥ
ΤΟΥ ΠΑΤΡΟΣ τοῦ ΠΡΟΔΡΟΜΟΥ
(Λουκ, Κεφ. α' 68)
Ἀρχὴ·
Ὁ Ζαχαρίας εὐλογεῖ παιδὸς τόκον.
Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ.
Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ.
Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων, τῶν ἀπ΄ αἰῶνος Προφητῶν αὐτοῦ.
Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς.
Ποιῆσαι ἔλεος μετὰ τῶν Πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ.
Εἰς Στίχους η'
Ὅρκον, ὃν ὤμοσε πρὸς Ἀβραὰμ τόν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας.
Λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.
Εἰς Στίχους ς'
Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.
Τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν.
Εἰς Στίχους δ'
Ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις.
Τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
Δόξα... Καὶ νῦν...

Κανὼν Σταυρώσιμος, ᾨδὴ θ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἅπας γηγενής,
σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος,
πανηγυριζέτω δέ,
αὔλων Νόων φύσις γεραίρουσα,
τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος,
καὶ βοάτω·
Χαίροις παμμακάριστε,
Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Ἵστασο κριτός, ὁ κρῖναι τὰ σύμπαντα, μέλλων φιλάνθρωπε, στέφος ἀνεδήσω δέ, ἐθελουσίως, Σῶτερ ἀκάνθινον, παρακοῆς τὴν ἄκανθαν, Χριστὲ προθέλυμνον, ὑπεκτίλλων, πᾶσιν ἐμφυτεύων τε, τὴν τῆς σῆς εὐσπλαγχνίας ἐπίγνωσιν.

Ὢ πῶς ὁ λαός, ὁ ἄδικος δίκαιον, ὄντα καὶ ἄμεμπτον, φθόνῳ σκοτιζόμενος, σὲ φωτοδότα, Σταυρῷ προδίδωσιν! οὗ περ τὸ πάθος ἥλιος, ὁρῶν σκοτίζεται, καὶ φαιδρότης, Ναοῦ διαρρήγνυται, καὶ δονεῖται τῆς γῆς τὰ θεμέλια.
Μαρτυρικὰ
Σύμμορφοι παθῶν, Χριστοῦ χρηματίζετε, ἅγιοι Μάρτυρες, καὶ συγκληρονόμοι δέ, τῆς βασιλείας, καὶ τῆς λαμπρότητος· διὸ φωταγωγήσατε, τοὺς ὑμνῳδοὺς ὑμῶν, ἁμαρτίας, ζόφου ἀπαλλάττοντες, καὶ ποικίλων σοφοὶ περιστάσεων.

Ἤδη πρὸς αὐτά, σοφοὶ τὰ οὐράνια, κατεσκηνώσατε, δόξης τε λαβόμενοι, τῆς ἀϊδίου, καὶ ταῖς μεθέξεσι, ταῖς ἱεραῖς θεούμενοι, μέμνησθε πᾶν πίστει τήν τῶν ἡμῶν, τῶν τιμώντων, πανίερον, καὶ σεπτὴν ὑμῶν μνήμην πανεύφημοι.
Θεοτοκίον
Φώτισον Ἁγνή, τοὺς πόθῳ ὑμνοῦντάς σε, καὶ μεγαλύνοντας, λῦσον τῶν παθῶν ἡμῶν, τὸ σκότος Κόρη, παῦσον τὸν κλύδωνα, τοῦ πονηροῦ τὰ σκάνδαλα, ἐκ μέσου ποίησον, τοὺς τῆς Ἄγαρ, γόνους καθυπόταξον, Βασιλεῖ εὐσεβεῖ ταῖς πρεσβείαις σου.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ᾨδὴ θ'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Εὕα μὲν τῷ τῆς παρακοῆς νοσήματι,
τὴν κατάραν εἰσῳκίσατο,
σὺ δὲ Παρθένε Θεοτόκε,
τῷ τῆς κυοφορίας βλαστήματι,
τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας.
Ὅθεν σε πάντες μεγαλύνομεν.

Ἄνθρακα τὸν νοητὸν Ἁγνὴ θεόνυμφε, Ἡσαΐας ὃν τεθέαται, φέρεις ἀγκάλαις Θεοτόκε, μορφῇ τῇ ἡμετέρᾳ ἑνούμενον, καὶ κόσμῳ σωτηρίαν πυρσεύοντα· ὅθεν σε πάντες μεγαλύνομεν.

Σύμβολα Πανάμωμε τῆς σῆς γεννήσεως, οἱ Προφῆται προεκήρυξαν, πόρρωθεν ταῦτα μυηθέντες καὶ θείᾳ ἐπιπνοίᾳ τοῦ Πνεύματος, τῷ κόσμῳ διαπρυσίως κηρύξαντες, ὧν τὰς ἐκβάσεις νῦν θαυμάζομεν.

Ὡραῖος τῷ κάλλει ὁ καρπὸς καὶ ἔκλαμπρος, παρὰ πάντας τῆς κοιλίας σου· σὺ γὰρ Παρθένε Θεοτόκε, Θεὸν σεσαρκωμένον ἐγέννησας φανέντα, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον· ὅθεν σε πάντες μεγαλύνομεν.

Κανών α', ᾨδὴ θ'
Ἦχος β'
Ἡ τὸν πρὸ ἡλίου φωστῆρα ΤΟ ΑΚΟΥΤΕ
Ἄτρεπτον ἀνθρώποις πορείαν ἐπὶ γῆς πολιτευσάμενος, τῇ μηλωτῇ τὸν ῥοῦν τὸν Ἰορδάνιον, ὁ Θεσβίτης περαιωθείς, διφρηλάτης αἰθέριος, οὐρανοδρόμον ἤνυσε, ξένην πορείαν διὰ Πνεύματος.

Τῆς θεοσεβείας τῷ ζήλῳ, ὁ Θεσβίτης πυρπολούμενος, ἐν πυριμόρφῳ ἅρματι ἐπαίρεται, μηλωτὴν δὲ ἐπιβαλών, ὃν λαθεῖν οὐ δεδύνηται, Ἐλισαιὲ δισσούμενον, καταλιμπάνει θείᾳ χάριτι.

Ἀποδεδειγμένος θεόπτης, ὁ Θεσβίτης σὺν Μωσῇ καθορᾷ, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὓς οὐκ ἤκουσε, καὶ ἀνθρώπων τῶν γηγενῶν, καρδία οὐ λελόγισται, σεσαρκωμένον Κύριον, ἐν τῷ Θαβὼρ τὸν παντοκράτορα.
Θεοτοκίον
Τὴν τῆς ἀποτόμου ἀρχαίας, ἀναιρέτιν ἀποφάσεως, καὶ τῆς προμήτορος τὴν ἐπανόρθωσιν, τὴν τοῦ γένους τῆς πρὸς Θεὸν αἰτίαν οἰκειώσεως, τὴν πρὸς τὸν Κτίστην γέφυραν, σὲ Θεοτόκε μεγαλύνομεν.

Κανών β', ᾨδὴ θ'
Ἦχος πλ. δ'
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς ΤΟ ΑΚΟΥΤΕ
Ἰδεῖν ἐν λεπτοτάτῃ αὔρᾳ Θεόν, ὡς ἰδεῖν δυνατὸν κατηξίωσαι, ἀσκητικαῖς, πρότερον τὸ σῶμα διαγωγαῖς, καταλεπτύνας Ἔνδοξε· ὅθεν δυσωπῶ σε σαῖς προσευχαῖς, τὸ πάχος τοῦ νοός μου, λεπτύνας μετανοίας, μαρμαρυγαῖς θείαις καταύγασον.

Ὡς πάλαι Ἰορδάνην τῇ μηλωτῇ, διαρρήξας διέβης πανόλβιε· οὕτω κἀμοῦ, τῶν ἁμαρτημάτων τῶν χαλεπῶν, τὰς διεκχύσεις ξήρανον, ὄμβρους ἐπιπέμπων μου τῇ ψυχῇ, δακρύων καθ' ἑκάστην, Προφῆτα θεηγόρε, τρυφῆς χειμάρρουν προξενοῦντάς μοι.

Σκανδάλων τῶν ἐν βίῳ πολυειδῶν, ἀνομούντων ἐχθρῶν πάσης θλίψεως, σωματικῆς, νόσου ψυχικῆς τε παρατροπῆς, ταῖς προσευχαῖς σου ῥῦσαί με, ἔνδοξε Προφῆτα ὡς ἀγαθός, προστάτης μου βοῶ σοι, καὶ τῆς ἐν τῇ γεέννῃ, αἰωνιζούσης κατακρίσεως.

Ἡρπάγης πρὸς τὸ ὕψος Ἐλισαιέ, δισσουμένην τὴν χάριν τοῦ Πνεύματος, καταλιπών, ἔνδοξε αἰτήσαντι Ἠλιού, μεθ' οὗ ἀπαύστως αἴτησαι, νίκην οὐρανόθεν τῷ Βασιλεῖ, καὶ ἄφεσιν πταισμάτων, προστάτην σε πλουτοῦντι, πρὸς τὸν Δεσπότην ἀκαταίσχυντον.
Θεοτοκίον
Φωνὰς τῶν οἰκετῶν σου ὡς ἀγαθή, μὴ παρίδῃς πανάμωμε Δέσποινα, ἀλλ' ἐκτενῶς, αἴτησαι τὸν πάντων Δημιουργόν, τῷ Βασιλεῖ τὰ τρόπαια, καὶ τὴν εὐρωστίαν τήν ψυχικήν, δωρήσασθαι Παρθένε, καὶ θείας βασιλείας, τὴν μετουσίαν καὶ λαμπρότητα.

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΕΥΧΗ ΙΑ’
Ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, ὁ τας νοερὰς καὶ λογικὰς ὑποστησάμενος δυνάμεις τῷ σῷ θελήματι, σοῦ δεόμεθα καὶ σὲ ἱκετεύομεν, πρόσδεξαι ἡμῶν μετὰ τῶν κτισμάτων σου πάντων τὴν κατὰ δύναμιν δοξολογίαν καὶ ταῖς πλουσίαις τῆς σῆς ἀγαθότητος ἀντάμειψαι δωρεαῖς· ὅτι σοὶ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖ τὴν ἀκατάληπτόν σου δόξαν· μόνος γὰρ εἶ Θεὸς ἀληθινὸς καὶ πολυέλεος.
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐξαποστειλάριον
Ἦχος γ'
Φῶς ἀναλλοίωτον Λόγε ΤΟ ΑΚΟΥΤΕ
Φῶς ἐν πυρίνῳ τεθρίππῳ, οὐρανοδρόμον σε δεῖξαν, ἁρματηλάτην Ἠλία, οὐ κατηνάλωσεν ὅλως· πῦρ γὰρ ἐν γλώσσῃ πηλίνῃ, εἵλκυσας κάτω, καὶ ἀνεξήρανας ὄμβρους.
Θεοτοκίον
Ἦχος γ'
Φῶς ἀναλλοίωτον Λόγε ΤΟ ΑΚΟΥΤΕ
Φῶς ἡ τεκοῦσα Παρθένε, δυσώπησον σαῖς πρεσβείαις, τὸν σὸν Υἱὸν Θεοτόκε, τοῦ οἰκτιρῆσαι καὶ σῶσαι, τοῦ αἰωνίου με σκότους, τὸν πεποιθότα, τῇ σῇ σεπτῇ ἀντιλήψει.

Ἦχος πλ. δ'
ΑΙΝΟΙ
ΨΑΛΜΟΣ ΡΜΗ' (148)

(Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.) Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· (Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.)
Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· (Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.)
Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.
ΨΑΛΜΟΣ ΡΜΘ' (149)
ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.
Στιχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
ΨΑΛΜΟΣ ΡΝ' (150)
Στιχ.
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Στιχηρὰ τοῦ Ἁγίου Προφήτου
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι ΤΟ ΑΚΟΥΤΕ
Ὅτε σὺ Προφῆτα θεσπέσιε, τῷ Θεῷ δι' ἀρετῆς, καὶ πολιτείας ἀκραιφνοῦς, συνεκράθης παρ' αὐτοῦ, τὴν ἐξουσίαν εἰληφώς, τὴν κτίσιν, κατὰ γνώμην μετερρύθμισας, καὶ πύλας, ὑετοῦ θέλων ἀπέκλεισας, καὶ ἄνωθεν πῦρ κατήγαγες, καὶ δυσσεβεῖς κατηνάλωσας, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἦχος πλ. δ'
Ὅτε σὺ Προφῆτα θεσπέσιε, τῷ Θεῷ δι' ἀρετῆς, καὶ πολιτείας ἀκραιφνοῦς, συνεκράθης παρ' αὐτοῦ, τὴν ἐξουσίαν εἰληφώς, τὴν κτίσιν, κατὰ γνώμην μετερρύθμισας, καὶ πύλας, ὑετοῦ θέλων ἀπέκλεισας, καὶ ἄνωθεν πῦρ κατήγαγες, καὶ δυσσεβεῖς κατηνάλωσας, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἦχος πλ. δ'
Ζήλῳ τοῦ Κυρίου πυρούμενος, παρανόμους βασιλεῖς σὺ διεξήλεγξας σφοδρῶς, τῆς αἰσχύνης ἱερεῖς, σὺ ἐθανάτωσας θερμῶς· ἀνῆψας, πῦρ ἐν ὕδατι παράδοξον, τροφήν δέ, ἀγεώργητον ἐπήγασας, καὶ νάματα Ἰορδάνια, τῇ μηλωτῇ σου διέτεμες· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος πλ. δ'
Ὅτε σὺ Προφῆτα κατέδειξας, ἐπὶ γῆς ὡς ἀληθῶς, τὴν ἐπουράνιον ζωήν, τὴν ζωὴν ἐν σεαυτῷ, τὴν ἐνυπόστατον πλουτῶν, θανόντα, σοῖς φυσήμασιν ἀνέστησας, θανάτου, κρείττων ἔτι σὺ διέμεινας, ἅρμα πυρὸς ἐπιβέβηκας, αἰθέριος ἀνυψούμενος, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Δοξαστικὸν
Ἦχος πλ. δ'
Τῶν Προφητῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, ἐν ὕμνοις τιμήσωμεν πιστοί, Ἠλίαν καὶ Ἐλισαῖον καὶ Χριστῷ ἐκβοήσωμεν χαρμονικῶς· Εὔσπλαγχνε Κύριε, παράσχου τῷ λαῷ σου, ἱκεσίαις τῶν Προφητῶν σου, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν...
Θεοτοκίον
Ἦχος πλ. δ'
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
ΕΥΧΗ ΙΒ’
Αἰνοῦμεν, ὑμνοῦμεν, εὐλογοῦμεν καὶ εὐχαριστοῦμεν σοι, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὅτι παρήγαγες τὴν σκιὰν τῆς νυκτὸς καὶ ἔδειξας ἡμῖν πάλιν τὸ φῶς τῆς ἡμέρας· ἀλλ᾽ ἱκετεύομεν τὴν σὴν ἀγαθότητα· ἱλάσθητι ταῖς ἀμαρτίαις ἡμῶν καὶ πρόσδεξαι τὴν δέησιν ἡμῶν ἐν τῇ μεγάλῃ σου εὐσπλαγχνίᾳ, ὅτι πρὸς σὲ καταφεύγομεν, τὸν ἐλεήμονα καὶ παντοδύναμον Θεόν· λάμψον ἐν ταῖς καρδίαις ἡμῶν τὸν ἀληθινὸν ἥλιον τῆς δικαιοσύνης σου· φώτισον τὸν νοῦν ἡμῶν καὶ τὰς αἰσθήσεις ὅλας διατήρησον, ἵνα ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες τὴν ὁδὸν τῶν ἐντολῶν σου, καταντήσωμεν εἰς τὴν ζωὴν τὴν αἰώνιον· ὅτι παρὰ σοί ἐστιν ἡ πηγὴ τῆς ζωῆς καὶ ἐν ἀπολαύσει γενέσθαι καταξιωθῶμεν τοῦ ἀπροσίτου φωτός. Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τῷ δείξαντι τὸ φῶς, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου (γ').
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ,
Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (γ').
Δόξα... Καὶ νῦν... Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος).
Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώνῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπέρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου, αἰτησώμεθα.
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τα καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν Ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰρήνη πᾶσι.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ δεόμεθά σου Ἅγιε Ἁγίων· ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου, καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴτι ἡμάρτομεν ἑκουσίως ἤ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου.. Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀπολυτίκιον τοῦ Ἁγίου Προφήτου
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.
Θεοτοκίον τοῦ ῆχου δ'
Σὲ μεγαλύνομεν Θεοτόκε,
βοῶντες· Σὺ εἶ τὸ ὄρος,
ἐξ οὗ ἀρρήτως ἐτμήθη λίθος,
καὶ πύλας τοῦ ᾅδου συνέτριψε.

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

ΠΑΡΑΣΚΕΥΗ Δ΄ ΗΧΟΣ

ΛΕΙΤΟΥΡΓΙΑ
+
Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ Πατρὸς ἡμῶν, Ἀρχιεπισκόπου (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς (πόλεως) ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος, Αὐτὸς Δέσποτα, κατὰ τὴν εὐσπλαχνίαν σου, ἐπίβλεψον ἐφ' ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον καὶ ποίησον μεθ' ἡμῶν, καί τῶν συνευχομένων ἡμῖν, πλούσια τὰ ἐλέη σου καί τοὺς οἰκτιρμούς σου.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀντίφωνον Α'
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. (3)

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Κύριε, ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, τὸ πλήρωμα τῆς ἐκκλησίας σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ.
Ὅτι σὸν τὸ κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀντίφωνον Β'
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, (ὁ ἀναστὰς ἐκ νεκρῶν) (ὁ ἐν Ἁγίοις θαυμαστός) ψάλλοντάς σοι, Ἀλληλούϊα. (3)
Δόξα... καὶ νῦν...
Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκοθῆναι ἐκ της ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν της Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισὶ συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος. Αὐτός καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν.
Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς Ἀγγέλων καὶ Ἀρχαγγέλων, εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν εἴσοδον ἁγίων Ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν, καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐλόγησον Δέσποτα, τὴν ἁγίαν εἴσοδον.
Εὐλογημένη ἡ εἴσοδος τῶν Ἁγίων σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Σοφία. Ὀρθοί.

Εἰσοδικὸν
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, (ὁ ἀναστὰς ἐκ νεκρῶν), ψάλλοντάς σοι Ἀλληλούϊα.

Ἀπολυτίκιον τοῦ Ἁγίου Προφήτου
Ἦχος δ'
Ταχὺ προκατάλαβε ΤΟ ΑΚΟΥΤΕ
Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.
Τοῦ Ναοῦ...
Κοντάκιον
Ἦχος β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε,
μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε.
Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,
ἀλλὰ πρόφθασον, ὡς ἀγαθή,
εἰς τὴν βοήθειαν ἡμῶν,
τῶν πιστῶς κραυγαζόντων σοι·
Τάχυνον εἰς πρεσβείαν,
καὶ σπεῦσον εἰς ἱκεσίαν,
ἡ προστατεύουσα ἀεί,
Θεοτόκε, τῶν τιμώντων σε.

Τοῦ Κυρίου δεηθῶμεν
Ὁ Θεὸς ὁ Ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπό τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπό τῶν Χερουβεὶμ δοξολογούμενος, καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα ὁ κτίσας τὸν ἄνθρωπον κατ' εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας, ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν, καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν, ὁ καταξιώσας ἡμᾶς, τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου, καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν. Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν Τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα, ἑκούσιόν τε καὶ ἀκούσιον, ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων.
Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὸ Τρισάγιον

Κέλευσον, Δέσποτα.
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν.
Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπί τῶν Χερουβείμ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Προκείμενον τῆς ἡμέρας, Ἦχος βαρύς
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν
Στίχ. Ὁ  Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί. 

ΠΑΡΑΣΚΕΥΗ ΣΤ΄, ΕΒΔΟΜΑΔΟΣ
Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 4:5-8

Ἀδελφοί, μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ. Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ ᾽Απολλὼ δι᾽ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ Μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. Τί γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; ἤδη κεκορεσμένοι ἐστέ· ἤδη ἐπλουτήσατε· χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.

Προκείμενον. Ἦχος α’
Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου΄ Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθροὺς σου ὑποπόδιον τῶν ποδῶν σου.
Καθολικῆς Ἐπιστολῆς Ἰακώβου τὸ Ἀνάγνωσμα 5:10-20
Ἀδελφοί, ὑπόδειγμα λάβετε, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ ὀνόματι Κυρίου. Ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν ᾿Ιὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων. Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ, ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε. Κακοπαθεῖ τις ἐν ὑμῖν; Προσευχέσθω· εὐθυμεῖ τις· Ψαλλέτω. Ἀσθενεῖ τις ἐν ὑμῖν; Προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾿ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. Ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. ᾿Ηλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκε καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς. ᾿Αδελφοί, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν, γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.
Ἀλληλούϊα. Ἦχος δ΄
Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ.
Στίχ. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν.

Ἀλληλούϊα τῆς ἡμέρας, Ἦχος α΄
Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς    
Στίχ.  Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Εὐλόγησον, Δέσποτα, τὸ θυμίαμα.
+Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ὁ προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ παναγίου σου Πνεύματος. Ἀμήν.

Εὐλόγησον, Δέσποτα, τὸν εὐαγγελιστήν τοῦ ἁγίου ἐνδόξου ἀποστόλου καὶ εὐαγγελιστοῦ (τοῦ δεῖνος).
+
Ὁ Θεός, διὰ πρεσβειῶν τοῦ ἁγίου, ἐνδόξου, ἀποστόλου καὶ εὐαγγελιστοῦ, δῴη σοι ῥῆμα τῷ εὐαγγελιζομένῳ δυνάμει πολλῇ, εἰς ἐκπλήρωσιν τοῦ εὐαγγελίου τοῦ ἀγαπητοῦ Υἱοῦ αὐτοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ἀμήν. Ἀμήν. Ἀμήν. Γένοιτό μοι νῦν κατά τὸ ῥῆμά σου.

Ἀπόστολε Ἅγιε καὶ εὐαγγελιστά, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

+ Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Τοῦ Κυρίου δεηθῶμεν
Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καί τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τον τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. + Εἰρήνη πᾶσι.
Καὶ τῷ πνευματί σου.
Ἐκ τοῦ κατά (τοῦ δεῖνος) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν
Δόξα σοι, Κύριε, δόξα σοι.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ ΣΤ΄ ΕΒΔΟΜΑΔΟΣ
Ἐκ τοῦ κατὰ Ματθαῖον, ιγ΄ 44 - 54

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε καὶ ἠγόρασεν αὐτόν. Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· ἣν, ὅτε ἐπληρώθη, ἀναβιβάσαντες αὐτὴν ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ, Ναί Κύριε. ὁ δὲ εἶπεν αὐτοῖς· Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν.

Ἐκ τοῦ κατὰ Λουκᾶν, δ΄ 22 - 30
Τῷ καιρῷ ἐκείνῳ, ἐθαύμαζον οἱ ὄχλοι ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος τοῦ Ἰησοῦ καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσὴφ ; καὶ εἶπε πρὸς αὐτούς· Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναοὺμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. εἶπε δέ· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. ἐπ' ἀληθείας δὲ λέγω ὑμῖν πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σαρεπτὰ τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ Ἐλισαίου τοῦ προφήτου ἐν τῷ Ἰσραὴλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος. καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους, ἐφ' οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν· αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.

+ Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ.
Δόξα σοι, Κύριε, δόξα σοι.

ΟΜΙΛΙΑ

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
Κύριε παντοκράτορ ὁ Θεός τῶν Πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Πατρὸς ἡμῶν, Ἀρχιεπισκόπου (τοῦ δεῖνος).
Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπέρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρά σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρά τῶν σῶν δούλων καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καί τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ' ἡμᾶς, καὶ ἐπὶ πάντα τὸν λαόν σου, ἀπεκδεχόμενον τὸ παρά σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Σοφία.
Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεός τῶν δυνάμεων, τῷ καταξιώσαντι ἡμᾶς παραστῆναι καὶ νῦν τῷ ἁγίῳ σου θυσιαστηρίῳ καὶ προσπεσεῖν τοῖς οἰκτιρμοῖς σου ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καί τῶν τοῦ λαοῦ ἀγνοημάτων. Πρόσδεξαι, ὁ Θεός, τὴν δέησιν ἡμῶν, ποίησον ἡμᾶς ἀξίους γενέσθαι τοῦ προσφέρειν σοι δεήσεις καὶ ἱκεσίας καὶ θυσίας ἀναιμάκτους ὑπὲρ παντός τοῦ λαοῦ σου, καὶ ἱκάνωσον ἡμᾶς, οὓς ἔθου εἰς τὴν διακονίαν σου ταύτην, ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου, ἀκαταγνώστως καὶ ἀπροσκόπτως, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ἐπικαλεῖσθαί σε ἐν παντὶ καιρῷ καὶ τόπῳ, ἵνα εἰσακούων ἡμῶν, ἵλεως ἡμῖν εἴης, ἐν τῷ πλήθει τῆς σῆς ἀγαθότητος.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Σοφία.
Πάλιν καὶ πολλάκις σοι προσπίπτομεν καί σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως, ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς, δὸς αὐτοῖς πάντοτε, μετὰ φόβου καὶ ἀγάπης λατρεύειν σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων σου μυστηρίων, καί τῆς ἐπουρανίου σου βασιλείας ἀξιωθῆναι.

Ὅπως ὑπό τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν.

Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίας καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν, ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερόν, καὶ αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσιν. Ἀλλ' ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας, καί τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καί τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου Χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφεὶμ Κύριος, καὶ βασιλεύς τοῦ Ἰσραήλ, ὁ Μόνος Ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος, σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον, ἐπίβλεψον ἐπ' ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν σου, καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν σου Σῶμα καὶ τὸ τίμιον Αἷμα. Σοὶ γὰρ προσέρχομαι, κλίνας τὸν ἐμαυτοῦ αὐχένα καὶ δέομαί σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου, ἀλλ' ἀξίωσον προσενεχθῆναί σοι ὑπ' ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν.(3)
Ὡς τὸν βασιλεία τῶν ὅλων ὑποδεξόμενοι, ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. (3)

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ψαλμὸς 50

Ἥμαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ ἄσωτος υἱός, δέξαι με Πάτερ μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός.
Κράζω σοι Χριστὲ Σωτήρ, τοῦ τελώνου τὴν φωνήν, ἱλάσθητί μοι, ὥσπερ ἐκείνῳ καὶ ἐλέησόν με ὁ Θεός.
Συγχωρήσατέ μοι, ἀδελφοὶ καὶ συλλειτουργοί, ἤ (Συγχώρησόν μοι, ἀδελφὲ καὶ συλλειτουργέ).

Τοῖς μισοῦσι καὶ ἀγαπῶσιν ἡμᾶς, ὁ Θεός, συγχώρησον.

Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με. (3)

Ἔπαρον, Δέσποτα.

Ἐν εἰρήνῃ ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον.
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.

Ὡς τὸν βασιλεία τῶν ὅλων ὑποδεξόμενοι.

Πάντων ὑμῶν, (καὶ πάντων, τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν), μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ Αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.

τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. τοῦ εὐσεβους ἡμῶν Ἔθνους καὶ πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ, τῶν κατοικούντων καὶ παρεπιδημούτων ἐν τῇ (πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἱεροῦ ναοῦ τούτου καὶ πάντων ἡμῶν τῶν προσελθόντων εἰς τὴν θείαν μυσταγωγίαν ταύτην.
τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων, ἀνακαινιστῶν καὶ ἀφιερωτῶν τοῦ ἱεροῦ ναοῦ τούτου, τῶν ὑπὲρ πίστεως καὶ πατρίδος ἀγωνισαμένων καὶ πεσόντων καὶ πάντων τῶν ἐπ' ἐλπίδι ἀναστάσεως, ζωῆς αἰωνίου, κεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Της ἱερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Της διακονίας σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπό τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.
Ἀγάθυνον, Δέσποτα.
Ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλημ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους (3) καὶ ἐλέησόν με ὁ Θεός.

Μνήσθητί μου, Ἀδελφὲ καὶ συλλειτουργέ.
Της ἱερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Εὖξαι ὑπὲρ ἐμοῦ, Δέσποτα Ἅγιε.
+ Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.
• Αὐτὸ τὸ Πνεῦμα συλλειτουργήσει ἡμῖν πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν καὶ φωτίσει τὴν σὴν αἰδεσιμότητα.
• Μνήσθητί μου, Δέσποτα Ἅγιε.

Της διακονίας σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

...Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Ὑπέρ τῶν προτεθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου καί τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος ἅγιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρά τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν καὶ προσάγαγε τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ ἱκάνωσον ἡμᾶς προσενεγκεῖν σοι δῶρα τε καὶ θυσίας πνευματικὰς ὑπέρ τῶν ἡμετέρων ἁμαρτημάτων καί τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ καταξίωσον ἡμᾶς εὑρεῖν χάριν ἐνώπιόν σου, τοῦ γενέσθαι σοι εὐπρόσδεκτον τὴν θυσίαν ἡμῶν, καὶ ἐπισκηνῶσαι τὸ Πνεῦμα τῆς χάριτός σου τὸ ἀγαθόν ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα καὶ ἐπὶ πάντα τὸν λαόν σου.
Διά τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
+ Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.
Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου.

Ὁ Χριστὸς ἐν μέσῳ ἡμῶν. Καὶ ἦν, καὶ ἔστι καὶ ἔσται.
Τὰς θύρας, τὰς θύρας. Ἐν σοφίᾳ πρόσχωμεν.

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕναν Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν Μονογενῆ, τον ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῶ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν.
Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἕν Βάπτισμᾳ εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου, πρόσχωμεν, τὴν ἁγίαν ἀναφοράν, ἐν εἰρήνῃ προσφέρειν.
Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.
+ Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καί Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.
Καὶ μετά τοῦ πνεύματός σου.
Ἄνω σχῶμεν τὰς καρδίας.
Ἔχομεν πρὸς τὸν Κύριον.
Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Ἄξιον καὶ δίκαιόν ἐστι.
Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ αἰνεῖν, σοὶ εὐχαριστεῖν, σὲ προσκυνεῖν ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Σὺ γὰρ εἶ Θεὸς ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὤν, ὡσαύτως ὤν, σὺ καὶ ὁ μονογενής σου Υἱός, καὶ τὸ Πνεῦμα σου τὸ Ἅγιον. Σὺ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παρήγαγες, καὶ παραπεσόντας ἀνέστησας πάλιν καὶ οὐκ ἀπέστης πάντα ποιῶν, ἕως ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγες, καὶ τὴν βασιλείαν σου, ἐχαρίσω τὴν μέλλουσαν. Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμέν σοι, καὶ τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ Πνεύματί σου τῷ Ἁγίῳ. Ὑπὲρ πάντων, ὧν ἴσμεν, καὶ ὧν οὐκ ἴσμεν, τῶν φανερῶν καὶ ἀφανῶν εὐεργεσιῶν, τῶν εἰς ἡμᾶς γεγενημένων. Εὐχαριστοῦμεν σοι καὶ ὑπέρ τῆς λειτουργίας ταύτης, ἣν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι καταξίωσας, καίτοι Σοι παρεστήκασι χιλιάδες Ἀρχαγγέλων καὶ μυριάδες Ἀγγέλων, τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, ἑξαπτέρυγα, πολυόμματα, μετάρσια, πτερωτά.

Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα, καὶ λέγοντα,

Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ, Πλήρης, ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσσανὰ ὁ ἐν τοῖς ὑψίστοις.

Μετὰ τούτων καὶ ἡμεῖς τῶν μακαρίων δυνάμεων, Δέσποτα φιλάνθρωπε, βοῶμεν καὶ λέγομεν, Ἅγιος εἶ καὶ πανάγιος, σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμα σου τὸ Ἅγιον. Ἅγιος εἶ καὶ πανάγιος καὶ μεγαλοπρεπὴς ἡ δόξα σου, ὃς τὸν κόσμον σου οὕτως ἠγάπησας, ὥστε τὸν Υἱόν σου τὸν μονογενῆ δοῦναι, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλυται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. 'Ὃς ἐλθὼν καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας, τῇ νυκτί, ᾗ παρεδίδοτο, μᾶλλον δὲ ἑαυτὸν παρεδίδου ὑπέρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσίν, εὐχαριστήσας καὶ εὐλογήσας, ἁγιάσας, κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπὼν·

Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ἀμήν.
Ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων·
Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ Αἷμα μου, τὸ τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ ἡμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ἀμήν.
Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς, καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γεγενημένων, τοῦ σταυροῦ, τοῦ τάφου, τῆς τριημέρου ἀναστάσεως, τῆς εἰς οὐρανούς ἀναβάσεως, τῆς ἐκ δεξιῶν καθέδρας, τῆς δευτέρας καὶ ἐνδόξου πάλιν παρουσίας.

Τὰ Σὰ ἐκ τῶν Σῶν, σοὶ προσφέρομεν κατὰ πάντα, καὶ διὰ πάντα.

Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.
Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα, καὶ ἱκετεύομεν. Κατάπεμψον τὸ Πνεῦμα σου τὸ Ἅγιον ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα.

Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με. (3)

Εὐλόγησον, Δέσποτα, τὸν Ἅγιον Ἄρτον.
+ Καὶ ποίησον τὸν μὲν ἄρτον τοῦτον, τίμιον Σῶμα τοῦ Χριστοῦ σου. Ἀμήν.
Εὐλόγησον, Δέσποτα, τὸ Ἅγιον Ποτήριον.
+ Τὸ δὲ ἐν τῷ ποτηρίῳ τούτῳ, τίμιον Αἷμα τοῦ Χριστοῦ σου. Ἀμήν.
Εὐλόγησον, Δέσποτα, ἀμφότερα τὰ Ἅγια.
+ Μεταβαλὼν τῷ Πνεύματί σου τῷ Ἁγίῳ. Ἀμήν. Ἀμήν. Ἀμήν.

Ὥστε γενέσθαι τοῖς μεταλαμβάνουσιν εἰς νῆψιν ψυχῆς, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινωνίαν τοῦ Ἁγίου σου Πνεύματος, εἰς Βασιλίας οὐρανῶν πλήρωμα, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπέρ τῶν ἐν πίστει ἀναπαυσαμένων Προπατόρων, Πατέρων, Πατριαρχῶν, Προφητῶν, Ἀποστόλων, Κηρύκων, Εὐαγγελιστῶν, Μαρτύρων, Ὁμολογητῶν, Ἐγκρατευτῶν, Διδασκάλων, καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.
Ἐξαιρέτως τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
«Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν».

Τοῦ Ἁγίου Ἰωάννου, προφήτου προδρόμου καὶ Βαπτιστοῦ, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, (τῆς ἡμέρας) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων, ἐπ' ἐλπίδι ἀναστάσεως, ζωῆς αἰωνίου [ὧδε λέγονται τὰ ὀνόματα τῶν κεκοιμημένων] καὶ ἀνάπαυσον αὐτούς, ὁ Θεὸς ἡμῶν, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι παρακαλοῦμέν σε, μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας, παντός τοῦ πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπέρ τῆς οἰκουμένης, ὑπέρ τῆς ἁγίας σου Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας, ὑπέρ τῶν ἐν ἁγνείᾳ καὶ σεμνῇ πολιτείᾳ διαγόντων, ὑπέρ τῶν πιστοτάτων καὶ φιλοχρίστων ἡμῶν Βασιλέων, παντός τοῦ παλατίου καί τοῦ στρατοπέδου αὐτῶν. Δὸς αὐτοῖς, Κύριε, εἰρηνικὸν τὸ Βασίλειον, ἵνα καὶ ἡμεῖς, ἐν τῇ γαλήνῃ αὐτῶν, ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
Ἐν πρώτοις, μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν, ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῶον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα, καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.
Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.
Καὶ πάντων καὶ πασῶν.
+ Μέγα τὸ ὄνομα τῆς Ἁγίας Τριάδος, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μνήσθητι, Κύριε, τῆς πόλεως ταύτης, ἐν ᾗ παροικοῦμεν καὶ πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς. Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων καὶ πενήτων καὶ ἐπὶ πάντας ἡμᾶς τὰ ἐλέη σου ἐξαπόστειλον.
Καὶ δὸς ἡμῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων ὑμῶν.
Καὶ μετά τοῦ πνεύματός σου.

Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.
Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν Χάριν καὶ τὴν δωρεάν τοῦ Ἁγίου Πνεύματος δεηθῶμεν.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Σοὶ παρακατατιθέμεθα τὴν ζωὴν ἡμῶν ἅπασαν καὶ τὴν ἐλπίδα, Δέσποτα φιλάνθρωπε, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν, καταξίωσον ἡμᾶς μεταλαβεῖν τῶν ἐπουρανίων σου καὶ φρικτῶν μυστηρίων ταύτης τῆς ἱερᾶς καὶ πνευματικῆς τραπέζης, μετὰ καθαροῦ συνειδότος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς συγχώρισιν πλημμελημάτων, εἰς Πνεύματος Ἁγίου κοινωνίαν, εἰς Βασιλείας οὐρανῶν κληρονομίαν, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν·
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ Βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ἀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἔστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
+ Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοί, Κύριε.
Εὐχαριστοῦμέν σοι, Βασιλεῦ ἀόρατε, ὁ τῂ ἀμετρήτῳ σου δυνάμει τὰ πάντα δημιούργησας καὶ τῷ πλήθει τοῦ ἐλέους σου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών. Αὐτὸς Δέσποτα, οὐρανόθεν ἔπιδε ἐπί τοὺς ὑποκεκλικότας τὰς ἑαυτῶν κεφαλάς. Οὐ γὰρ ἔκλιναν σαρκὶ καὶ αἵματι, ἀλλὰ σοί, τῷ φοβερῷ Θεῷ. Σὺ οὖν, Δέσποτα, τὰ προκείμενα πᾶσιν ἡμῖν εἰς ἀγαθὸν ἐξομάλισον, κατὰ τὴν ἑκάστου ἰδίαν χρείαν, τοῖς πλέουσι σύμπλευσον, τοῖς ὁδοιποροῦσι συνόδευσον, τοὺς νοσοῦντας ἴασαι, ὁ ἰατρός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν.
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρόσχες, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης τῆς Βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών. Καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καί τοῦ τιμίου Αἵματος καὶ δι' ἡμῶν παντὶ τῷ λαῷ.

Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησον με. (3)
Πρόσχωμεν
Τὰ Ἅγια τοῖς Ἁγίοις.

Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

Μέλισον, Δέσποτα, τὸν ἅγιον Ἄρτον.
Μελίζεται καὶ διαμερίζεται ὁ Ἀμνός τοῦ Θεοῦ, ὁ μελιζόμενος, καὶ μὴ διαιρούμενος, ὁ πάντοτε ἐσθιόμενος, καὶ μηδέποτε δαπανώμενος, ἀλλά τοὺς μετέχοντας ἁγιάζων.
Πλήρωσον, Δέσποτα, τὸ ἅγιον Ποτήριον.
Πλήρωμα ποτηρίου πίστεως, Πνεύματος Ἁγίου. Ἀμήν.
Εὐλόγησον, Δέσποτα, τὸ Ζέον.
+Εὐλογημένη ἡ ζέσις τῶν Ἁγίων σου, Κύριε, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ζέσις πίστεως, πλήρης Πνεύματος Ἁγίου. Ἀμήν.

Πιστεύω, Κύριε, καὶ ὁμολογῶ ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱός τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχράντον Σῶμα σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμα σου. Δέομαι οὖν σου, ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.
Ἰδοὺ Βαδίζω πρὸς θείαν Κοινωνίαν
Πλαστουργέ, μὴ φλέξῃς με τῇ μετουσίᾳ,
Πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον.
Ἀλλ' οὖν κάθαρον ἐκ πάσης με κηλῖδος.
τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον, Υἱὲ Θεοῦ, κοινωνὸν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας, ἀλλ' ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Θεουργὸν Αἷμα φρῖξον, ἄνθρωπε βλέπων·
Ἄνθραξ γὰρ ἐστι τοὺς ἀναξίους φλέγων,
Θεοῦ τὸ Σῶμα, καὶ θεοὶ με, καὶ τρέφει,
Θεοὶ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.
Ἔθελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι, ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, Ἀγαθέ, παρουσίας σου.
Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου, πὼς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτὼν με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπό τῶν Ἀγγέλων· καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, καὶ σῶσόν με, ὡς φιλάνθρωπος.
Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ Ἅγια ταῦτα, διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ' εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀρραβῶνα μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.
τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον, Υἱὲ Θεοῦ, κοινωνὸν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ' ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.

Ἀδελφέ, καὶ συλλειτουργέ, συγχώρησόν μοι τῷ ἁμαρτωλῷ. (Συγχωρήσατέ μοι, ἀδελφοὶ καὶ πατέρες, τῷ ἁμαρτωλῷ.)
Τῆς ἱερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με. (3)

Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μεταδίδοταί μοι ___ τῷ ἀναξίῳ Πρεσβυτέρῳ, τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.
Διάκονε, πρόσελθε.
Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μετάδος μοι, Δέσποτα ___ τῷ ἀναξίῳ Διακόνῳ, τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.
Μεταδίδοταί σοι ___ τῷ εὐλαβεστάτῳ Διακόνῳ, τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν σου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.

Ἔτι μεταδίδοταί μοι ___ τῷ ἀναξίῳ Πρεσβυτέρῳ, τὸ τίμιον καὶ πανάγιον Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.

Τοῦτο ἥψατο τῶν χειλέων μου, καὶ ἀφελεῖ Κύριος πάσας τὰς ἀνομίας μου καὶ τὰς ἁμαρτίας μου περικαθαριεῖ.

Διάκονε, ἔτι πρόσελθε.
Μετάδος μοι Δέσποτα ___ τῷ ἀναξίῳ Διακόνῳ, τὸ τίμιον καὶ πανάγιον Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.
Μεταδίδοταί σοι ___ τῷ εὐλαβεστάτῳ Διακόνῳ, τὸ τίμιον καὶ πανάγιον Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν σου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.

Τοῦτο ἥψατο τῶν χειλέων σου, καὶ ἀφελεῖ Κύριος πάσας τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον, Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διά τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ· διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήν· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε.
Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς· μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.

Ἀπόπλυνον, Κύριε, τὰ ἁμαρτήματα τῶν ἐνθάδε μνημονευθέντων δούλων σου τῷ αἵματί σου τῷ ἁγίῳ πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμὴν

Κοινωνικὸν
Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούϊα.


Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.

Μεταλαμβάνει ὁ δοῦλος τοῦ Θεοῦ ___ σῶμα καὶ αἷμα Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν αἰώνιων. Ἀμήν.

+ Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Ὕψωσον, Δέσποτα.
Ὑψώθητι ἐπί τοὺς οὐρανοὺς ὁ Θεὸς καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. (3)

+ Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, Πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πληρωθήτωτὸ στόμα ἡμῶν αἰνέσεως Κύριε, ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ,ὅλην τὴν ἡμέραν μελετῶντας τὴν δικαιοσύνην σου.Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
• Ὀρθοί, μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.
• Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι.
• Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Εὐχαριστοῦμεν σοι, Δέσποτα φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν, ὅτι καὶ τῇ παρούσῃ ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων σου καὶ ἀθανάτων μυστηρίων. Ὀρθοτόμησον ἡμῶν τὴν ὁδόν, στήριξον πάντας ἡμᾶς ἐν τῷ φόβῳ σου, φρούρησον ἡμῶν τὴν ζωήν, ἀσφάλισαι ἡμῶν τὰ διαβήματα, εὐχαῖς καὶ ἱκεσίαις τῆς ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων τῶν ἁγίων σου.
Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐν εἰρήνῃ προέλθωμεν

Του Κυρίου δεηθῶμεν
Ὁ εὐλογῶν τοὺς εὐλογούντάς σε, Κύριε καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπης ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεύσι, τοῖς ἄρχουσιν ἡμῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου. Ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ σοῦ τοῦ Πατρός τῶν φώτων, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὸ πλήρωμα τοῦ Νόμου καί τῶν Προφητῶν, αὐτὸς ὑπάρχων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πληρώσας πᾶσαν τὴν πατρικὴν οἰκονομίαν, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Του Κυρίου δεηθῶμεν
+ Εὐλογία Κυρίου καὶ ἔλεος Αὐτοῦ ἔλθοι ἐφ' ἡμᾶς, τῇ αὐτοῦ θεία χάριτι καὶ φιλανθρωπία πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
(Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων, τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας) καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
+ Ἡ Ἁγία Τριὰς διαφυλάξοι πάντα ὑμᾶς.


ΕΥΛΟΓΗΤΑΡΙΑ
Ἦχος πλ. α΄

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας, τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εἰκών εἰμι, τῆς ἀρρήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, Παραδείσου πάλιν ποιῶν πολίτην με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ἀνάπαυσον, ὁ Θεὸς τὸν δοῦλόν (τὴν δούλην) σου, καὶ κατάταξον αὐτόν (αὐτήν) ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τὸν κεκοιμημένον δοῦλόν (τὴν κεκοιμημένην δούλην) σου ἀνάπαυσον, παρορῶν αὐτοῦ (αὐτῆς) πάντα τὰ ἐγκλήματα.
Δόξα...
Τριαδικὸν
Τὸ τριλαμπὲς τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα· φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
Καὶ νῦν...
Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι' ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (3)

Ἦχος πλ. δ΄
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Μετὰ πνευμάτων δικαίων τετελειωμένων, τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον, φυλάττων αὐτὴν εἰς τὴν μακαρίαν ζωήν, τὴν παρά σοί, φιλάνθρωπε.

Εἰς τὴν κατάπαυσίν σου, Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.
Δόξα...
Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ᾍδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων, αὐτὸς καὶ τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον.
Καὶ νῦν...
Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεόν ἀφράστως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὴν ψυχὴν τοῦ δούλου σου.

Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου (τῆς δούλης) τοῦ Θεοῦ [.....] καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῦ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ ἔνθα οἱ Δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

Του Κυρίου δεηθῶμεν

Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αυτός, Κύριε, ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου (τῆς δούλης) σου [.....], ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις, ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.

Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου (τῆς δούλης) σου [.....], Χριστέ ὁ Θεός ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων.

Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφέ (ἀδελφή) ἡμῶν. (γ΄)


Του Κυρίου δεηθῶμεν
+ Εὐλογία Κυρίου καὶ ἔλεος Αὐτοῦ ἔλθοι ἐφ' ἡμᾶς, τῇ αὐτοῦ θεία χάριτι καὶ φιλανθρωπία πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
(Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων, τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας) καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
+ Ἡ Ἁγία Τριὰς διαφυλάξοι πάντα ὑμᾶς.