Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ
Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ
Μνήμη τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ Τιμίου Σταυροῦ, ὥρᾳ τρίτῃ τῆς ἡμέρας, ἐπὶ Κωνσταντίου Βασιλέως, υἱοῦ Κωνσταντίνου τοῦ Μεγάλου.

ΕΣΠΕΡΙΝΟΣ
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἦχος πλ. α'
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (ἐκ γ')


ΕΥΧΗ Α’
Κύριε, οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν· ποίησον μεθ’ ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου· εὔφρανον τὰς καρδίας ἡμῶν, εἰς τὸ φοβεῖσθαι τὸ Ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ Θεὸς μόνος, καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, δυνατὸς ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν ἰσχύϊ, εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν, καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ Ὄνομά σου τὸ ἅγιον. Ὅτι πρέπει σοι πᾶσα δόξα τιμή, καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Β’
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν· ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου· φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν, εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας· καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον, καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων σου. Ὅτι σὸν τὸ κράτος, καὶ σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Γ’
Κύριε, ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου, ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον ὄνομά σου, καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου, ἀλλὰ χάρισαι ἡμῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· καὶ ἀξίωσον ἡμᾶς ἀγαπᾶν, καὶ φοβεῖσθαί σε ἐξ ὅλης τῆς καρδίας ἡμῶν, καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου. Ὅτι ἀγαθὸς καὶ Φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Δ’
Ὁ τοῖς ἀσιγήτοις ὕμνοις καὶ ἀπαύστοις δοξολογίαις ὑπὸ τῶν ἁγίων δυνάμεων ἀνυμνούμενος, πλήρωσον τὸ στόμα ἡμῶν τῆς αἰνέσεώς σου, τοῦ δοῦναι μεγαλωσύνην τῷ ὀνόματί σου τῷ ἁγίῳ· καὶ δὸς ἡμῖν μερίδα καὶ κλῆρον μετὰ πάντων τῶν φοβουμένων σε ἐν ἀληθείᾳ καὶ φυλασσόντων τὰς ἐντολάς σου· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Ε’
Κύριε, Κύριε, ὁ τῇ ἀχραντῳ σου παλάμῃ συνέχων τὰ σύμπατα, ὁ μακροθυμῶν ἐπὶ πάντας ἡμᾶς καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν, μνήσθητι τῶν οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου· ἐπίσκεψαι ἡμᾶς ἐν τῇ σῇ ἀγαθότητι· καὶ δὸς ἡμῖν διαφυγεῖν καὶ τὸ λοιπὸν τῆς παρούσης ἡμέρας, ἐκ τῶν τοῦ πονηροῦ ποικίλων μηχανημάτων, καὶ ἀνεπιβούλευτον τὴν ζωὴν ἡμῶν διαφύλαξον, τῇ χάριτι τοῦ Παναγίου σου Πνεύματος. Ἐλέει καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς σου Υἱοῦ μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΣΤ’
Ὁ Θεὸς, ὁ μέγας καὶ θαυμαστός, ὁ ἀνεκδιηγήτῳ ἀγαθωσύνῃ καὶ πλουσίᾳ προνοίᾳ διοικῶν τὰ σύμπαντα· ὁ καὶ τα ἐγκόσμια ἀγαθὰ ἡμῖν δωρησάμενος, καὶ κατεγγυήσας ἡμῖν τὴν ἐπηγγεμένην βασιλείαν, δια τῶν ἤδη κεχαρισμένων ἡμῖν αγαθῶν· ὁ ποιήσας ἡμᾶς καὶ τῆς νῦν ἡμέρας τὸ παρελθὸν μέρος ἀπο παντὸς ἐκκλῖναι κακοῦ, δώρησαι ἡμῖν καὶ τὸ ὑπόλοιπον ἀμέμπτως ἐκτελέσαι, ἐνώπιον τῆς ἁγίας δόξης σου, ὑμνοῦντάς σε τὸν μόνον ἀγαθὸν, καὶ φιλάνθρωπον Θεὸν ἡμῶν. Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Ζ’
Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας. Ὁ διαχωρήσας ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ τὸν μὲν ἥλιον θέμενος εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην δὲ καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός· ὁ καταξιώσας ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ ἐπὶ τῆς παρούσης ὥρας προφθάσαι τὸ πρόσωπόν σου ἐν ἐξομολογήσει, καὶ τὴν ἑσπερινήν σοι δοξολογίαν προσαγαγεῖν· αὐτός, φιλάνθρωπε Κύριε, κατεύθυνον τήν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ πρόσδεξαι αὐτὴν εἰς ὀσμὴν εὐωδίας. Παράσχου δὲ ἡμῖν τὴν παροῦσαν ἑσπέραν καὶ τὴν ἐπιοῦσαν νύκτα εἰρηνικήν· ἔνδυσον ἡμᾶς ὅπλα φωτός· ῥῦσαι ἡμᾶς ἀπὸ φόβου νυκτερινοῦ καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου· καὶ δὸς ἡμῖν τὸν ὕπνον, ὃν εἰς ἀνάπαυσιν τῇ ἀσθενείᾳ ἡμῶν ἐδωρήσω, πάσης διαβολικῆς φαντασίας ἀπηλλαγμένον. Ναί, Δέσποτα τῶν ἁπάντων, τῶν ἀγαθῶν χορηγέ· ἵνα, καὶ ἐπὶ ταῖς κοίταις ἡμῶν κατανυγόμενοι, μνημονεύωμεν ἐν νυκτὶ τοῦ ὀνόματός σου, καὶ τῇ μελέτῃ τῶν σῶν ἐντολῶν καταυγαζόμενοι, ἐν ἀγαλλιάσει ψυχῆς διανιστῶμεν πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος, δεήσεις καὶ ἱκεσίας τῇ σῇ εὐσπλαγχνίᾳ προσάγοντες ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων καὶ παντὸς τοῦ λαοῦ σου, ὃν ταῖς πρεσβείαις τῆς ἁγίας Θεοτόκου ἐν ἐλέει ἐπίσκεψαι. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ψαλμὸς 103
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω
ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν·
ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων·
ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα·
ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον ὃν ἐθεμελίωσας αὐτά·
ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα·
ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν·
ἐπ᾿ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς·
καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν.
ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς.
ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων·
ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον.
δόντος σου αὐτοῖς συλλέξουσιν, ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος.
ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ·
ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται.
ᾄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω·
ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΕΥΧΗ Α’
Κύριε, οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν· ποίησον μεθ’ ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου· εὔφρανον τὰς καρδίας ἡμῶν, εἰς τὸ φοβεῖσθαι τὸ Ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ Θεὸς μόνος, καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, δυνατὸς ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν ἰσχύϊ, εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν, καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ Ὄνομά σου τὸ ἅγιον.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἦχος πλ. α'
Ψαλμὸς 140
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε.
Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου,
ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου,
ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς 141
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ψαλμὸς 129
Στίχ.
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Ἧλοις προσηλωθείς, τὴν ἀράν, τὴν ἐν τῷ ξύλῳ διὰ ξύλου ἐξήλειψας, τεθεὶς δὲ ἐν τῷ μνημείῳ, τοὺς ἀπ' αἰῶνος νεκρούς, θεϊκῇ δυνάμει ἐξανέστησας. Τὴν σὴν δυναστείαν, μεγαλοφώνως δοξάζομεν, Πάσχα τὸ θεῖον, Ἰησοῦ παντοδύναμε, ἡ ζωὴ ἡμῶν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα. Ὅθεν τὰ ἐπουράνια, τῇ γῇ συναγάλλονται, ἐπινικίους ᾠδάς σοι, νικοποιὲ Λόγε ᾄδοντες, Χριστὲ παντοκράτορ, τῷ παρέχοντι τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἦχος πλ. α'
Ἆρα μετὰ νεκρῶν ἡ ζωὴ; ὑπὸ τὴν γῆν τε ὁ ἀνέσπερος Ἥλιος, εἰσέτι καὶ νῦν ὑπάρχει; τῶν Μυροφόρων χορός, θρηνῳδῶν ἐβόα· Δεῦτε δράμωμεν, σπουδῇ καὶ ὀψώμεθα, πρὸς τὸ μνῆμα τὸ ἅγιον. Ἔνδον δὲ τούτου, ἐξαστράπτοντα Ἄγγελον, θεασάμεναι, ἀποροῦσαι ἐξίσταντο· ὅστις μεταβαλὼν αὐτῶν, τὸν θρῆνον ἐβόησεν, ὁ ζωοδότης ἀνέστη, μὴ ἐκθαμβεῖσθε φιλόσεμναι, αὐτὸς βασιλεύει, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἦχος πλ. α'
Ὄρθρου ὁ τῶν γυναίων χορός, τὸν πρὸ ἡλίου ἐξεζήτησεν Ἥλιον, ἐν τάφῳ δύναντα τότε, ὁ φωταυγὴς δὲ αὐταῖς, προσεφώνει Ἄγγελος. Ἐξανέτειλε, τὸ φῶς καταυγάσαν, τοὺς ἐν τῷ σκότει καθεύδοντας, τοῖς ἑωσφόροις, Μαθηταῖς ἀπαγγείλατε, τὴν κατήφειαν, εἰς χαρὰν μετατρέψατε. Πάσχα δὲ τὸ χαρμόσυνον, καὶ κόσμῳ σωτήριον, ἐν ἀδιστάκτῳ καρδίᾳ, περικροτοῦσαι χορεύσατε. Χριστὸς ἐξανέστη, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Στιχηρὰ τοῦ τιμίου Σταυροῦ
Ἠχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς ΤΟ ΑΚΟΥΤΕ
Σήμερον χαίρει πιστῶν πληθὺς ἡ θεία· φαίνει γὰρ οὐράνιος Σταυρὸς ἐν πέρασι, λάμπει αἰθὴρ φῶς ἀπρόσιτον, ἀὴρ αὐγάζει, καὶ γῆς τὸ πρόσωπον ὡραΐζεται, μέλπει θείοις ᾄσμασιν ἡ Ἐκκλησία Χριστοῦ, σέβει τιμῶσα τὸν ἄνωθεν, αὐτὴν φρουροῦντα, Σταυρὸν τὸν θεῖον καὶ ὑπερθαύμαστον, οὗ τῇ δυνάμει κραταιούμενοι, τῷ Δεσπότῃ προσέλθωμεν κράζοντες, εἰρηνεῦσαι τὸν κόσμον, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ψαλμὸς 116
Στίχ.
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ἠχος δ'
Τιμιωτάτη ὡς κλῖμαξ καθωράθη, σήμερον ὁ πάντιμος Σταυρὸς καὶ ἔνδοξος, ἀπὸ τῆς γῆς πρὸς οὐράνια, μετάγων πίστει, τοὺς ἀδιστάκτῳ τοῦτον γεραίροντας· Χαίρει ἔθνη ἅπαντα, θερμῶς προστρέχοντα, τῷ βαπτισμῷ καὶ ἀγάλλεται καὶ Ἐκκλησίας, νυμφοστολεῖται μορφὴ ἡ ἔνθεος· ὃν γὰρ συγκρύπτειν ἐγκατέσπευδον, Ἰουδαῖοι ἐξ ὕψους αἰθέριος, καταυγάζει καὶ σῴζει, τοὺς πιστῶς αὐτῷ προστρέχοντας.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἠχος δ'
Ἀγαλλιάσθω ἡ κτίσις καὶ σκιρτάτω· σήμερον γὰρ ἤστραψε Σταυρὸς ἐν πέρασιν, ἐξ οὐρανοῦ τὰ ἐπίγεια, καταφωτίζων καὶ συνημμένα δεικνὺς τὰ ἄμικτα· Σήμερον συγχαίρουσι χοροῖς Ἀγγέλων βροτοί· τὸ γὰρ διεῖργον μεσότοιχον, Σταυρῷ ἠρμένον, εἰς ἓν τὰ πάντα σαφῶς συνήγαγεν· ὅθεν προλάμπων ὑπὲρ ἥλιον, πᾶσαν κτίσιν φαιδρύνει τῇ χάριτι, καὶ λαμπρύνει καὶ σῴζει, τοὺς πιστῶς αὐτὸν γεραίροντας.
Δόξα...
Δοξαστικὸν
Ἦχος πλ. β'
Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δόξαν σου Κύριε, τὸ φοβερὸν τοῦ Σταυροῦ σου σημεῖον, καὶ ἡ γῆ ἅπασα μετὰ φόβου προσεκύνησεν, ἡμεῖς δὲ δοξολογοῦντες, εὐχαρίστως σοι βοῶμεν· Θεὸς ὢν ἀπαθής, σαρκὶ παθεῖν δι' ἡμᾶς, ἑκουσίως κατεδέξω· διὸ σῶσον λαόν, ὃν περιεποιήσω οἰκείῳ αἵματι.
Καὶ νῦν...
Ἦχος α'
Μυροφόροι γυναῖκες, τῷ τάφῳ τί προσήλθετε; τί ζητεῖτε τὸν ζῶντα ἐν νεκροῖς; Ἀνέστη ὁ Κύριος, θαρσεῖτε, βοᾷ ὁ Ἄγγελος.

Σοφία Ὀρθοί !

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Τῇ Κυριακῇ ἑσπέρας Ἦχος πλ. δ'
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.
Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Ἀντιλαβοῦ, σῷσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν των ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον της ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων των Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΕΥΧΗ Ζ’
Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας. Ὁ διαχωρήσας ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ τὸν μὲν ἥλιον θέμενος εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην δὲ καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός· ὁ καταξιώσας ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ ἐπὶ τῆς παρούσης ὥρας προφθάσαι τὸ πρόσωπόν σου ἐν ἐξομολογήσει, καὶ τὴν ἑσπερινήν σοι δοξολογίαν προσαγαγεῖν· αὐτός, φιλάνθρωπε Κύριε, κατεύθυνον τήν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ πρόσδεξαι αὐτὴν εἰς ὀσμὴν εὐωδίας. Παράσχου δὲ ἡμῖν τὴν παροῦσαν ἑσπέραν καὶ τὴν ἐπιοῦσαν νύκτα εἰρηνικήν· ἔνδυσον ἡμᾶς ὅπλα φωτός· ῥῦσαι ἡμᾶς ἀπὸ φόβου νυκτερινοῦ καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου· καὶ δὸς ἡμῖν τὸν ὕπνον, ὃν εἰς ἀνάπαυσιν τῇ ἀσθενείᾳ ἡμῶν ἐδωρήσω, πάσης διαβολικῆς φαντασίας ἀπηλλαγμένον. Ναί, Δέσποτα τῶν ἁπάντων, τῶν ἀγαθῶν χορηγέ· ἵνα, καὶ ἐπὶ ταῖς κοίταις ἡμῶν κατανυγόμενοι, μνημονεύωμεν ἐν νυκτὶ τοῦ ὀνόματός σου, καὶ τῇ μελέτῃ τῶν σῶν ἐντολῶν καταυγαζόμενοι, ἐν ἀγαλλιάσει ψυχῆς διανιστῶμεν πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος, δεήσεις καὶ ἱκεσίας τῇ σῇ εὐσπλαγχνίᾳ προσάγοντες ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων καὶ παντὸς τοῦ λαοῦ σου, ὃν ταῖς πρεσβείαις τῆς ἁγίας Θεοτόκου ἐν ἐλέει ἐπίσκεψαι.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

+Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου.
Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνομεν. Σοὶ Κύριε.
Ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανούς, καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γάρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι τὰς ἑαυτῶν ἔκλιναν κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν, καὶ τὴν ἐπιοῦσαν νύκτα, ἀπὸ παντός ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων, καὶ ἐνθυμήσεων πονηρῶν.
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀναστάσιμον
Ἦχος β'
Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν Λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Κατανυκτικὸν
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Ἥμαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ Ἄσωτος Υἱός, δέξαι με Πάτερ μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν
Ἦχος β'
Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν μὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων συμπολῖται γεγόνασι, Κύριε, πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἦχος α'
Μετὰ φόβου ἦλθον αἱ γυναῖκες ἐπὶ τὸ μνῆμα, ἀρώμασι τὸ Σῶμά σου μυρίσαι σπουδάζουσαι, καὶ τοῦτο μὴ εὑροῦσαι, διηπόρουν πρὸς ἀλλήλας, ἀγνοοῦσαι τὴν Ἀνάστασιν· ἀλλ' ἐπέστη αὐταῖς Ἄγγελος, καὶ εἶπεν· Ἀνέστη Χριστός, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τοῦ τιμίου Σταυροῦ
Ἦχος α'
Τοῦ Σταυροῦ σου ὁ τύπος νῦν ὑπὲρ ἥλιον ἔλαμψεν, ὄνπερ ἐξ ὄρους ἁγίου, τόπῳ Κρανίου ἐφήπλωσας, καὶ τὴν ἐν αὐτῷ σου Σῶτερ ἰσχὺν ἐτράνωσας, διὰ τούτου κρατύνας καὶ τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, οὓς καὶ περίσῳζε διαπαντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
Θεοτοκίον τοῦ ῆχου α'
Θαῦμα θαυμάτων Κεχαριτωμένη,
ἐν σοὶ θεωροῦσα ἡ κτίσις ἀγάλλεται·
συνέλαβες γὰρ ἀσπόρως,
καὶ ἔτεκες ἀφράστως,
ὃν ταξιαρχίαι Ἀγγέλων,
ὁρᾶν οὐ δεδύνηνται,
αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος).
Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλει, κώμῃ), ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν του ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπέρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Σοφία! Εὐλόγησον.
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ πόλει (ἢ τῇ μονῇ, ἢ χώρᾳ, ἢ τῇ νήσῳ) ταύτῃ εἰς αἰῶνας αἰώνων. Ἀμήν.
Δόξα... Καὶ νῦν..., Κύριε ἐλέησον (γ'), Δέσποτα ἅγιε, εὐλόγησον.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
(Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας) καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.


ὁ Ἱερεύς: πρός τόν λαόν· «Χριστός ἀνέστη».
Ὁ Λαός: «Ἀληθῶς ἀνέστη», τό αὐτό ἐπαναλαμβάνεται ἄλλας δύο φοράς καί ἀκολούθως ἐκφωνεῖ•
ὁ Ἱερεύς: Τό· «Δόξα τῇ αὐτοῦ τριημέρῳ ἐγέρσει».
Ὁ Λαός: Ἀποκρίνεται διά τοῦ· «Προσκυνοῦμεν αὐτοῦ τήν τριήμερον ἔγερσιν».
ὁ Ἱερεύς: Κατακλείει διά τοῦ· «Χριστός ἀνέστη...» (ὅλον) καί·
Ὁ Λαός: Ἀντιφωνεῖ· «Ἀληθῶς ἀνέστη ὁ Κύριος».


Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣ
Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ
Μνήμη τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ Τιμίου Σταυροῦ, ὥρᾳ τρίτῃ τῆς ἡμέρας, ἐπὶ Κωνσταντίου Βασιλέως, υἱοῦ Κωνσταντίνου τοῦ Μεγάλου.

ΟΡΘΡΟΣ
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἦχος πλ. α'
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (ἐκ γ')
Δόξα... Καὶ νῦν ...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον (ἐκ γ')
Δόξα... Καὶ νῦν ...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Κύριε, ἐλέησον (12)
Δόξα... Καὶ νῦν ...
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
ΨΑΛΜΟΣ 19ος
Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ ᾿Ιακώβ.
ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.
μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. (διάψαλμα).
δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.
ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου.
νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ·
ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.
οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα.
αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.
Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.
ΨΑΛΜΟΣ 20ος
Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. (διάψαλμα).
ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.
ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ, μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.
μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾿ αὐτόν·
ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.
ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον καὶ ἐν τῷ ἐλέει τοῦ ῾Υψίστου οὐ μὴ σαλευθῇ.
εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.
θήσεις αὐτοὺς εἰς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου·
Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.
τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων,
ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι.
ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.
ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')
Δόξα... Καὶ νῦν ...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον (ἐκ γ')
Δόξα... Καὶ νῦν ...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Τροπάρια
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα...
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Καὶ νῦν ... Θεοτοκίον
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου...
Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Α’
Εὐχαριστοῦμεν σοι, Κύριε, ὁ Θεὸς ἡμῶν, τῷ ἐξαναστήσαντι ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν, καὶ ἐμβαλόντι εἰς τὸ στόμα ἡμῶν λόγον αἰνέσεως, τοῦ προσκυνεῖν καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα σου τὸ ἅγιον· καὶ δεόμεθα τοῖς σοῖς οἰκτιρμοῖς, οἷς πάντοτε ἐχρήσω περὶ τὴν ἡμετέραν ζωήν. Καὶ νῦν ἐξαπόστειλον τὴν βοήθειάν σου ἐπὶ τοὺς ἑστῶτας πρὸ προσώπου τῆς ἁγίας δόξης σου και ἀπεκδεχομένους τὸ παρὰ σου πλούσιον ἔλεος καὶ δὸς αὐτοῖς μετὰ φόβου καὶ ἀγάπης πάντοτε σοι λατρεύειν, αἰνεῖν, ὑμνεῖν, προσκυνεῖν, τὴν ἀνεκδιήγητόν σου ἀγαθότητα. Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Β’
Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα ἡμῶν πρὸς σέ, ὁ Θεὸς ἡμῶν, διότι φῶς τὰ προστάγματά σου ἐπι τῆς γῆς· δικαιοσύνην καὶ ἁγιασμὸν ἐπιτελεῖν ἐν τῷ φόβῳ σου, συνέτισον ἡμᾶς· σὲ γὰρ δοξάζομεν τὸν ὄντως ὄντα Θεὸν ἡμῶν. Κλῖνον τὸ οὗς σου καὶ ἐπάκουσον ἡμῶν· καὶ μνήσθητι, Κύριε, τῶν συμπαρόντων καὶ συνευχομένων ἡμῖν πάντων κατ᾽ ὄνομα καὶ σῶσον αὐτοὺς τῇ δυνάμει σου· ἐυλόγησον τὸν λαόν σου καὶ ἁγίασον τὴν κληρονομίαν σου· εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς ἐκκλησίαις σου, τοῖς ἱερεῦσι, τοῖς βασιλεῦσιν, ἡμῶν καὶ παντὶ τῷ λαῷ σου. Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Γ’
Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα ἡμῶν πρὸς σέ ὁ Θεὸς, διότι φῶς τὰ προστάγματα σου. Δίδαξον ἡμᾶς, ὁ Θεὸς, τὴν δικαιοσύνην σου, τὰς ἐντολάς σου καὶ τὰ δικαιώματά σου· φώτισον τοὺς ὀφθαμοὺς τῶν διανοιῶν ἡμῶν, μήποτε ὑπνώσωμεν ἐν ἁμαρτίαις εις θάνατον· ἀπέλασον πάντα ζόφον ἀπὸ τῶν καρδιῶν ἡμῶν· χάρισαι ἡμῖν τὸν τῆς δικαιοσύνης ἥλιον καὶ ἀνεπηρέαστον τὴν ζωὴν ἡμῶν διαφύλαξον ἐν τῇ σφραγῖδι τοῦ ἁγίου σου Πνεύματος· κατεύθυνον τὰ διαβήματα ἡμῶν εἰς ὁδὸν εἰρήνης· δὸς ἡμῖν ἰδεῖν τὸν ὄρθρον καὶ τὴν ἡμέραν ἐν ἀγαλλιάσει, ἵνα σοι τὰς ἑωθινὰς ἀναπέμπωμεν εὐχάς. Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Χορὸς Ἀμήν.
ΕΥΧΗ Δ’
Δέσποτα ὁ Θεὸς, ὁ ἅγιος καὶ ἀκατάληπτος, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὁ ἀναπαύσας ἡμᾶς ἐν τῷ τῆς νυκτὸς ὕπνῳ καὶ διαναστήσας πρὸς δοξολογίαν καὶ ἱκεσίαν τῆς σῆς ἀγαθότητος, δυσωπούμενος ὑπο τῆς ἰδίας σου εὐσπλαγχνίας, πρόσδεξαι ἡμᾶς καὶ νῦν προσκυνοῦντάς σε καὶ κατὰ δύναμιν εὐχαριστοῦντάς σοι καὶ δώρησαι ἡμῖν πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· ἀνάδειξον ἡμᾶς υἱοὺς φωτὸς καὶ ἡμέρας καὶ κληρονόμους τῶν αἰωνίων σου ἀγαθῶν. Μνήσθητι, Κύριε, ἐν τῷ πλήθει τῶν οἰκτιρμῶν σου καὶ παντὸς τοῦ λαοῦ σου, τῶν συμπαρόντων καὶ συνευχομένων ἡμῖν καὶ πάντων τῶν ἀδελφῶν ἡμῶν, τῶν ἐν γῇ, τῶν ἐν θαλάσσῃ, τῶν ἐν παντὶ τόπω τῆς δεσποτείας σου δεομένων τῆς σῆς φιλανθρωπίας καὶ βοηθείας, καὶ πᾶσι χορήγησον τὸ μέγα σου ἔλεος. Ἵνα, σεσωσμένοι ψυχῇ τε καὶ σώματι πάντοτε διαμένοντες, μετὰ παῤῥησίας δοξάζωμεν τὸ θαυμαστὸν καὶ εὐλογημένον ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Ε’
Ἀγαθῶν θησαυρέ, πηγὴ ἀέναος, Πάτερ ἅγιε, θαυμαστοποιέ, παντοδύναμε καὶ παντοκράτορ, πάντες σὲ προσκυνοῦμεν καὶ σοῦ δεόμεθα, τὰ σὰ ἐλέη καὶ τοὺς σοὺς οἰκτιρμοὺς ἐπικαλούμενοι εἰς βοήθειαν καὶ ἀντίληψιν τῆς ἡμετέρας ταπεινώσεως. Μνήσθητι, Κύριε, τῶν σῶν ἱκετῶν· πρόσδεξαι πάντων ἡμῶν τὰς ἑωθινας δεήσεις, ὡς θυμίαμα ἐνώπιον σου, καὶ μηδένα ἡμῶν ἀδόκιμον ποιήσης, ἀλλά πάντας ἡμᾶς περιποίησαι διὰ τῶν οἰκτιρμῶν σου. Μνήσθητι, Κύριε, τῶν ἀγρυπνούντων καὶ ψαλλόντων εἰς δόξαν σὴν καὶ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν καὶ τοῦ ἁγίου σου Πνεύματος. Γενοῦ αὐτῶν βοηθὸς καὶ ἀντιλήπτωρ· πρόσδεξαι αὐτῶν τὰς ἱκεσίας εἰς τὸ ὑπερουράνιον καὶ νοερόν σου θυσιαστήριον. Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΣΤ’
Εὐχαριστουμέν σοι, Κύριε ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὅτι πάντα ποιεῖς εἰς εὐεργεσίαν τῆς ζωῆς ἡμῶν, ἵνα διὰ παντὸς πρὸς σὲ ἀποβλέπωμεν, τὸν σωτῆρα καὶ εὐεργέτην τῶν ἡμετέρων ψυχῶν· ὅτι διανέπαυσας ἡμᾶς ἐν τῷ παρελθόντι τῆς νυκτὸς μέτρῳ καὶ ἐξήγειρας ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν καὶ ἔστησας εἰς προσκύνησιν τοῦ τιμίου ὀνόματός σου. Διὸ δεόμεθά σου, Κύριε· δὸς ἡμῖν χάριν καὶ δύναμιν, ἵνα καταξιωθῶμεν ψάλλειν σοι συνετῶς καὶ προσεύχεσθαι ἀδιαλείπτως ἐν φόβῳ καὶ τρόμῳ, τὴν ἑαυτῶν σωτηρίαν κατεργαζόμενοι, διὰ τῆς ἀντιλήψεως τοῦ Χριστοῦ σου. Μνήσθητι, Κύριε, καὶ τῶν ἐν νυκτὶ πρὸς σὲ βοώντων· ἐπάκουσον αὐτῶν καὶ ἐλέησον καὶ σύντριψον ὑπὸ τοὺς πόδας αὐτῶν τοὺς ἀοράτους καὶ πολεμίους ἐχθρούς. Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Ζ’
Ὁ Θεὸς καὶ Πατηρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἐξαναστήσας ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν καὶ ἐπισυναγαγὼν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς, δὸς ἡμῖν χάριν ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν καὶ πρόσδεξαι ἡμῶν τὰς κατὰ δύναμιν εὐχαριστίας· καὶ δίδαξον ἡμᾶς τὰ δικαιώματά σου, ὅτι προσεύξασθαι καθ᾽ ὅ δεῖ οὐκ οἴδαμεν, ἐὰν μὴ σύ, Κύριε, τῷ Πνεύματι σου τῷ ἁγίῳ ὁδηγήσης ἡμᾶς. Διό, δεόμεθα σου· εἴ τι ἡμάρτομεν μέχρι τῆς παρούσης ὥρας, ἐν λόγω ἤ ἔργω ἤ κατὰ διάνοιαν, ἑκουσίως ἤ ἀκουσίως, ἄνες, ἄφες, συγχώρησον· ἐὰν γὰρ ἀνομίας παρατηρήσης, Κύριε, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ἡ ἀπολύτρωσις. Σὺ εἶ μόνος ἅγιος, βοηθός, κραταιὸς ὑπερασπιστης τῆς ζωῆς ἡμῶν καὶ ἐν σοὶ ἡ ὕμνησις ἡμῶν διαπαντός. Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Η’
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν τοῦ ὕπνου ῥᾳθυμίαν ἀποσκεδάσας ἀφ᾽ ἡμῶν, καὶ συγκαλέσας ἡμᾶς κλήσει ἁγία, τοῦ καὶ ἐν νυκτὶ ἐπάραι τὰς χεῖρας ἡμῶν καὶ ἐξομολογεῖσθαι σοι ἐπὶ τὰ κρίματα τῆς δικαιωσύνης σου, πρόσδεξαι τὰς δεήσεις ἡμῶν, τὰς ἐντεύξεις, τὰς ἐξομολογήσεις, τὰς νυκτερινὰς λατρείας· καὶ χάρισαι ἡμῖν, ὁ Θεὸς, πίστιν ἀκαταίσχυντον, ἐλπίδα βεβαίαν, ἀγάπην ἀνυπόκριτον· εὐλόγησον ἡμῶν εἰσόδους καὶ ἐξόδους, πράξεις, ἔργα, λόγους, ἐνθυμήσεις· καὶ δὸς ἡμῖν καταντῆσαι εἰς τὰς ἀρχὰς τῆς ἡμέρας, αἰνοῦντας, ὑμνοῦντας, εὐλογοῦντας τῆς σῆς ἀφράστου χρηστότητος τὴν ἀγαθότητα. Ὅτι ηὐλόγηταί τὸ πανάγιον σου ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Θ’
Λάμψον, Δέσποτα φιλάνθρωπε, ἐν ταῖς καρδίαις ἡμῶν, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καὶ τοὺς τῆς διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα πάσας τὰς σαρκικὰς ἐπιθυμίας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Ι’
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν διὰ μετανοίας ἄφεσιν τοῖς ἀνθρώποις δωρησάμενος καὶ τύπον ἡμῖν ἐπιγνώσεως ἀμαρτημάτων καὶ ἐξομολογήσεως τὴν τοῦ προφήτου Δαυΐδ μετάνοιαν πρὸς συγχώρησιν ὑποδείξας· αὐτός, Δέσποτα, πολλοῖς ἡμᾶς καὶ μεγάλοις περιπεπτωκότας πλημμελήμασιν, ἐλέησον κατὰ τὸ μέγα σου ἔλεος, καὶ, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὰ ἀνομήματα ἡμῶν· ὅτι σοι ἡμάρτομεν, Κύριε, τῷ καὶ τὰ ἄδηλα καὶ κρύφια τῆς καρδίας τῶν ἀνθρώπων γινώσκοντι καὶ μόνῳ ἔχοντι ἐξουσίαν ἀφιέναι ἀμαρτίας. Καρδίαν δὲ καθαρὰν κτίσας ἐν ἡμῖν καὶ πνεύματι ἡγεμονικῷ στηρίξας ἡμᾶς καὶ την ἀγαλλίασιν τοῦ σωτηρίου σου γνωρίσας ἡμῖν, μὴ ἀποῤῥίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου· ἀλλ᾽ εὐδόκησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς προσφέρειν σοι θυσίαν δικαιοσύνης καὶ ἀναφορὰν ἐν τοῖς ἁγίοις σου θυσιαστηρίοις. Ἐλέει, καὶ οἰκτιρμοίς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾽ οὖ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΙΑ’
Ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, ὁ τας νοερὰς καὶ λογικὰς ὑποστησάμενος δυνάμεις τῷ σῷ θελήματι, σοῦ δεόμεθα καὶ σὲ ἱκετεύομεν, πρόσδεξαι ἡμῶν μετὰ τῶν κτισμάτων σου πάντων τὴν κατὰ δύναμιν δοξολογίαν καὶ ταῖς πλουσίαις τῆς σῆς ἀγαθότητος ἀντάμειψαι δωρεαῖς· ὅτι σοὶ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖ τὴν ἀκατάληπτόν σου δόξαν· μόνος γὰρ εἶ Θεὸς ἀληθινὸς καὶ πολυέλεος. Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΙΒ’
Αἰνοῦμεν, ὑμνοῦμεν, εὐλογοῦμεν καὶ εὐχαριστοῦμεν σοι, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὅτι παρήγαγες τὴν σκιὰν τῆς νυκτὸς καὶ ἔδειξας ἡμῖν πάλιν τὸ φῶς τῆς ἡμέρας· ἀλλ᾽ ἱκετεύομεν τὴν σὴν ἀγαθότητα· ἱλάσθητι ταῖς ἀμαρτίαις ἡμῶν καὶ πρόσδεξαι τὴν δέησιν ἡμῶν ἐν τῇ μεγάλῃ σου εὐσπλαγχνίᾳ, ὅτι πρὸς σὲ καταφεύγομεν, τὸν ἐλεήμονα καὶ παντοδύναμον Θεόν· λάμψον ἐν ταῖς καρδίαις ἡμῶν τὸν ἀληθινὸν ἥλιον τῆς δικαιοσύνης σου· φώτισον τὸν νοῦν ἡμῶν καὶ τὰς αἰσθήσεις ὅλας διατήρησον, ἵνα ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες τὴν ὁδὸν τῶν ἐντολῶν σου, καταντήσωμεν εἰς τὴν ζωὴν τὴν αἰώνιον· ὅτι παρὰ σοί ἐστιν ἡ πηγὴ τῆς ζωῆς καὶ ἐν ἀπολαύσει γενέσθαι καταξιωθῶμεν τοῦ ἀπροσίτου φωτός. Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία (ἐκ γ').
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (ἐκ β').
Ψαλμὸς 3
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·
πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).
σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. (διάψαλμα).
ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Καὶ πάλιν
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου
Ψαλμὸς 37
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου·
οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.
ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ.
προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου·
ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.
ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου·
ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.
Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.
ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ.
οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν·
καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.
ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ·
καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.
ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου.
ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.
ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός.
ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.
οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως·
οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην.
μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ·
πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.
Καὶ πάλιν
μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ
πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου
Ψαλμὸς 62
Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.
οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.
ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε.
οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.
ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.
εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ·
ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.
ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς·
παραδοθήσονται εἰς χεῖρας ρομφαίας, μερίδες ἀλωπέκων ἔσονται.
ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.
Καὶ πάλιν
ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ
ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι
ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')
Κύριε, ἐλέησον. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Ψαλμὸς 87
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·
εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.
ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε·
προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος,
ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.
ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.
ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. (διάψαλμα).
ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην.
οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου·
μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι;
μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;
μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε.
ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ;
πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.
ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με,
ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα.
ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.
Καὶ πάλιν
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου
εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου
Ψαλμὸς 102
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ·
εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ·
τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου·
τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς·
τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.
ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς ᾿Ισραὴλ τὰ θελήματα αὐτοῦ.
οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος·
οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ·
οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν,
ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν·
καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν.
καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν,
ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.
ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει·
ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν
τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ·
εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον
Ψαλμὸς 142
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·
καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα).
ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου·
ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον.
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου·
καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Καὶ πάλιν
εἰσάκουσόν μου Κύριε ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου (ἐκ β')
τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΕΥΧΗ Α’
Εὐχαριστοῦμεν σοι, Κύριε, ὁ Θεὸς ἡμῶν, τῷ ἐξαναστήσαντι ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν, καὶ ἐμβαλόντι εἰς τὸ στόμα ἡμῶν λόγον αἰνέσεως, τοῦ προσκυνεῖν καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα σου τὸ ἅγιον· καὶ δεόμεθα τοῖς σοῖς οἰκτιρμοῖς, οἷς πάντοτε ἐχρήσω περὶ τὴν ἡμετέραν ζωήν. Καὶ νῦν ἐξαπόστειλον τὴν βοήθειάν σου ἐπὶ τοὺς ἑστῶτας πρὸ προσώπου τῆς ἁγίας δόξης σου και ἀπεκδεχομένους τὸ παρὰ σου πλούσιον ἔλεος καὶ δὸς αὐτοῖς μετὰ φόβου καὶ ἀγάπης πάντοτε σοι λατρεύειν, αἰνεῖν, ὑμνεῖν, προσκυνεῖν, τὴν ἀνεκδιήγητόν σου ἀγαθότητα.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἦχος α'
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
ἤ Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Στίχ, β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Στίχ, γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τοῦ τιμίου Σταυροῦ
Ἦχος α'
Τοῦ Σταυροῦ σου ὁ τύπος νῦν ὑπὲρ ἥλιον ἔλαμψεν, ὄνπερ ἐξ ὄρους ἁγίου, τόπῳ Κρανίου ἐφήπλωσας, καὶ τὴν ἐν αὐτῷ σου Σῶτερ ἰσχὺν ἐτράνωσας, διὰ τούτου κρατύνας καὶ τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, οὓς καὶ περίσῳζε διαπαντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
Θεοτοκίον τοῦ ῆχου α'
Θαῦμα θαυμάτων Κεχαριτωμένη,
ἐν σοὶ θεωροῦσα ἡ κτίσις ἀγάλλεται·
συνέλαβες γὰρ ἀσπόρως,
καὶ ἔτεκες ἀφράστως,
ὃν ταξιαρχίαι Ἀγγέλων,
ὁρᾶν οὐ δεδύνηνται,
αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΕΥΧΗ Γ’
Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα ἡμῶν πρὸς σέ ὁ Θεὸς, διότι φῶς τὰ προστάγματα σου. Δίδαξον ἡμᾶς, ὁ Θεὸς, τὴν δικαιοσύνην σου, τὰς ἐντολάς σου καὶ τὰ δικαιώματά σου· φώτισον τοὺς ὀφθαμοὺς τῶν διανοιῶν ἡμῶν, μήποτε ὑπνώσωμεν ἐν ἁμαρτίαις εις θάνατον· ἀπέλασον πάντα ζόφον ἀπὸ τῶν καρδιῶν ἡμῶν· χάρισαι ἡμῖν τὸν τῆς δικαιοσύνης ἥλιον καὶ ἀνεπηρέαστον τὴν ζωὴν ἡμῶν διαφύλαξον ἐν τῇ σφραγῖδι τοῦ ἁγίου σου Πνεύματος· κατεύθυνον τὰ διαβήματα ἡμῶν εἰς ὁδὸν εἰρήνης· δὸς ἡμῖν ἰδεῖν τὸν ὄρθρον καὶ τὴν ἡμέραν ἐν ἀγαλλιάσει, ἵνα σοι τὰς ἑωθινὰς ἀναπέμπωμεν εὐχάς.
Ὅτι σὸν τὸ κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Στάσις 1, Ψαλμὸς 24
Πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχήν μου, ὁ Θεός μου.
ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην, μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου.
καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν· αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς.
τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με.
ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.
μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν.
ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου μνήσθητί μου, σύ, ἕνεκεν χρηστότητός σου, Κύριε.
χρηστὸς καὶ εὐθὴς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.
ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ.
πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ.
ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου, πολλὴ γάρ ἐστι.
τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο.
ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.
κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς.
οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.
ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ.
αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.
ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.
ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με.
φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ.
ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε.
λύτρωσαι, ὁ Θεός, τὸν ᾿Ισραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.

Ψαλμὸς 25
Κρίνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων, οὐ μὴ ἀσθενήσω.
δοκίμασόν με, Κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.
ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστι, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.
οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω·
ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε,
τοῦ ἀκοῦσαί με φωνῆς αἰνέσεώς σου καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.
Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου.
μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου,
ὧν ἐν χερσὶν ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.
ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με καὶ ἐλέησόν με.
ὁ πούς μου ἔστη ἐν εὐθύτητι· ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε.

Ψαλμὸς 26
Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω;
ἐν τῷ ἐγγίζειν ἐπ᾿ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.
ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.
μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ.
ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὑτοῦ, ἐν πέτρᾳ ὕψωσέ με.
καὶ νῦν ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ᾿ ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ, ᾄσομαι καὶ ψαλῶ τῷ Κυρίῳ.
εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου.
σοὶ εἶπεν ἡ καρδία μου· ἐξεζήτησέ σε τὸ πρόσωπόν μου· τὸ πρόσωπόν σου, Κύριε, ζητήσω.
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεός, ὁ σωτήρ μου.
ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με.
νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου.
μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.
πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.
ὑπόμεινον τὸν Κύριον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')
Κύριε, ἐλέησον. (ἐκ γ')
Δόξα... Καὶ νῦν...

Στάσις 2, Ψαλμὸς 27
Πρὸς σέ, Κύριε, ἐκέκραξα, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ᾿ ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ᾿ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαί με πρὸς σέ, ἐν τῷ αἴρειν με χεῖράς μου πρὸς ναὸν ἅγιόν σου.
μὴ συνελκύσῃς μετὰ ἁμαρτωλῶν τὴν ψυχήν μου καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν.
δὸς αὐτοῖς, Κύριε, κατὰ τὰ ἔργα αὐτῶν καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν· κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς, ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς.
ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ· καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.
εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Κύριος βοηθός μου καὶ ὑπερασπιστής μου· ἐπ᾿ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου· καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ.
Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστι.
σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος.

Ψαλμὸς 28
Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν,
ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν,
ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.
φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν.
φωνὴ Κυρίου ἐν ἰσχύϊ, φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ.
φωνὴ Κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου
καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον, καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων.
φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός,
φωνὴ Κυρίου συσσείοντος ἔρημον καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης.
φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς· καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.
Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ, καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.
Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.

Ψαλμὸς 29
Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ.
Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·
Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ·
ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωΐ ἀγαλλίασις.
ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.
Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος.
πρὸς σέ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι.
τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου;
ἤκουσε Κύριος, καὶ ἠλέησέ με, Κύριος ἐγενήθη βοηθός μου.
ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, διέῤῥηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην,
ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ. Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')
Κύριε, ἐλέησον. (ἐκ γ')
Δόξα... Καὶ νῦν...

Στάσις 3, Ψαλμὸς 30
Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα· ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με.
κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με· γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με.
ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με·
ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε.
εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· ἐλυτρώσω με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας.
ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς· ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα.
ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου, ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου
καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν, ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.
ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι· ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου καὶ ἡ γαστήρ μου.
ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς· ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν.
παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος καὶ τοῖς γείτοσί μου σφόδρα, καὶ φόβος τοῖς γνωστοῖς μου· οἱ θεωροῦντες με ἔξω ἔφυγον ἀπ᾿ ἐμοῦ.
ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός.
ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν· ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ᾿ ἐμὲ τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο.
ἐγὼ δὲ ἐπὶ σοὶ ἤλπισα, Κύριε, εἶπα· σὺ εἶ ὁ Θεός μου.
ἐν ταῖς χερσί σου οἱ κλῆροί μου*· ρῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με.
ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶσόν με ἐν τῷ ἐλέει σου.
Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε· αἰσχυνθείησαν οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου.
ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει.
ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε, ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων.
κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων, σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν.
εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς.
ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.
ἀγαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖ Κύριος καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν.
ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.

Ψαλμὸς 31
Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·
μακάριος ἀνήρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος.
ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν·
ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ᾿ ἐμὲ ἡ χείρ σου, ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν. (διάψαλμα).
τὴν ἁμαρτίαν μου ἐγνώρισα καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα· εἶπα· ἐξαγορεύσω κατ᾿ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. (διάψαλμα).
ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ· πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσι.
σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με· τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με. (διάψαλμα).
συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ, ᾗ πορεύσῃ, ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου.
μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις, ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ.
πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τὸν δὲ ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει.
εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα τῆς Ὀκτωήχου
Ἦχος β'
Ἀναστάσιμον
Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι, Κύριε δόξα σοι.
Κατανυκτικὸν
Ὡς κύματα θαλάσσης ἐπ' ἐμέ, ἐπανέστησαν αἱ ἀνομίαι μου, ὡς σκάφος ἐν πελάγει ἐγὼ μόνος χειμάζομαι, ὑπὸ πταισμάτων πολλῶν, ἀλλ' εἰς εὔδιον λιμένα ὁδήγησόν με, Κύριε τῇ μετανοίᾳ καὶ σῶσόν με.
Μαρτυρικὸν
Σὲ τὸν περιβάλλοντα τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι περιβολὴν ἐν τῷ κόσμῳ, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν. Αὐτῶν ταῖς ἱκεσίαις, καὶ ἡμᾶς ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ, Σωτήρ, καὶ σῶσον ἡμᾶς.
Θεοτοκίον
Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς Θεοτόκε, βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου· εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ χαῖρε βοῶμέν σοι· ὡς ποτὲ ὁ Γαβριήλ, ὁ τῶν ἀσωμάτων ἀρχιστράτηγος.

ΕΥΧΗ Ζ’
Ὁ Θεὸς καὶ Πατηρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἐξαναστήσας ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν καὶ ἐπισυναγαγὼν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς, δὸς ἡμῖν χάριν ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν καὶ πρόσδεξαι ἡμῶν τὰς κατὰ δύναμιν εὐχαριστίας· καὶ δίδαξον ἡμᾶς τὰ δικαιώματά σου, ὅτι προσεύξασθαι καθ᾽ ὅ δεῖ οὐκ οἴδαμεν, ἐὰν μὴ σύ, Κύριε, τῷ Πνεύματι σου τῷ ἁγίῳ ὁδηγήσης ἡμᾶς. Διό, δεόμεθα σου· εἴ τι ἡμάρτομεν μέχρι τῆς παρούσης ὥρας, ἐν λόγω ἤ ἔργω ἤ κατὰ διάνοιαν, ἑκουσίως ἤ ἀκουσίως, ἄνες, ἄφες, συγχώρησον· ἐὰν γὰρ ἀνομίας παρατηρήσης, Κύριε, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ἡ ἀπολύτρωσις. Σὺ εἶ μόνος ἅγιος, βοηθός, κραταιὸς ὑπερασπιστης τῆς ζωῆς ἡμῶν καὶ ἐν σοὶ ἡ ὕμνησις ἡμῶν διαπαντός. Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Στάσις 1, Ψαλμὸς 32
Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις.
ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ.
ᾄσατε αὐτῷ ᾆσμα καινόν, καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ.
ὅτι εὐθὴς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει·
ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ.
τῷ λόγῳ τοῦ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν·
συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους.
φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ, ἀπ᾿ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην·
ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.
Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων·
ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.
μακάριον τὸ ἔθνος, οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ, λαός, ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ.
ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος, εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων·
ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν,
ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν.
οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ.
ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.
ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ,
ρύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ.
ἡ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν·
ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν.
γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

Ψαλμὸς 33
Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.
ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν.
μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.
ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με.
προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.
οὗτος ὁ πτωχὸς ἐκέκραξε καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν.
παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.
γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ᾿ αὐτόν.
φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.
πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. (διάψαλμα).
δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς.
τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;
παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον.
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν.
ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.
πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.
ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς.
ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.
πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος·
φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.
θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι.
λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ᾿ αὐτόν.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')
Κύριε, ἐλέησον. (ἐκ γ')
Δόξα... Καὶ νῦν...

Στάσις 2, Ψαλμὸς 34
Δίκασόν, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με.
ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου,
ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με· εἶπον τῇ ψυχῇ μου· Σωτηρία σού εἰμι ἐγώ.
αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά.
γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς·
γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς·
ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου.
ἐλθέτω αὐτῷ παγίς, ἣν οὐ γινώσκει, καὶ ἡ θήρα, ἣν ἔκρυψε, συλλαβέτω αὐτόν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ.
ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ.
πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, τίς ὅμοιός σοι; ρυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.
ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἐπηρώτων με.
ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου.
ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.
ὡς πλησίον, ὡς ἀδελφῷ ἡμετέρῳ οὕτως εὐηρέστουν· ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην.
καὶ κατ᾿ ἐμοῦ εὐφράνθησαν καὶ συνήχθησαν, συνήχθησαν ἐπ᾿ ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων, διεσχίσθησαν καὶ οὐ κατενύγησαν.
ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμῷ, ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτῶν.
Κύριε, πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου.
ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε.
μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως, οἱ μισοῦντες με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς.
ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ᾿ ὀργὴν δόλους διελογίζοντο.
καὶ ἐπλάτυναν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν, εἶπαν· εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν.
εἶδες, Κύριε, μὴ παρασιωπήσῃς, Κύριε, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ·
ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου καὶ ὁ Κύριός μου, εἰς τὴν δίκην μου.
κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου, Κύριε ὁ Θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι.
μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν· εὖγε, εὖγε τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴποιεν· Κατεπίομεν αὐτόν.
αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου, ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπ᾿ ἐμέ.
ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν οἱ θέλοντες τὴν δικαιοσύνην μου καὶ εἰπάτωσαν διαπαντός· μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ.
καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.

Ψαλμὸς 35
Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ, οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ·
ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι.
τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος, οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι·
ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ, παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισε.
Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν·
ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ, τὰ κρίματά σου ὡσεὶ ἄβυσσος πολλή· ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε.
ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι.
μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς·
ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ.
μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σαλεύσαι με.
ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')
Κύριε, ἐλέησον. (ἐκ γ')
Δόξα... Καὶ νῦν...

Στάσις 3, Ψαλμὸς 36
Μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν·
ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.
ἔλπισον ἐπὶ Κύριον καὶ ποίει χρηστότητα καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς.
κατατρύφησον τοῦ Κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου.
ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου καὶ ἔλπισον ἐπ᾿ αὐτόν, καὶ αὐτὸς ποιήσει
καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν.
ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτόν· μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν.
παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμόν, μὴ παραζήλου ὥστε πονηρεύεσθαι·
ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται, οἱ δὲ ὑπομένοντες τὸν Κύριον αὐτοὶ κληρονομήσουσι γῆν.
καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς·
οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης.
παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ᾿ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ·
ὁ δὲ Κύριος ἐκγελάσεται αὐτόν, ὅτι προβλέπει ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ.
ρομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί, ἐνέτειναν τόξον αὐτῶν τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ·
ἡ ρομφαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν καὶ τὰ τόξα αὐτῶν συντριβείη.
κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν·
ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται, ὑποστηρίζει δὲ δικαίους ὁ Κύριος.
γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων, καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται·
οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται.
ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται, οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον.
δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει, ὁ δὲ δίκαιος οἰκτείρει καὶ δίδωσιν·
ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν, οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται.
παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει σφόδρα·
ὅταν πέσῃ, οὐ καταῤῥαχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ.
νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους·
ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος, καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται.
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος·
ὅτι Κύριος ἀγαπᾷ κρίσιν καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ, εἰς τὸν αἰῶνα φυλαχθήσονται· ἄνομοι δὲ ἐκδιωχθήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται.
δίκαιοι δὲ κληρονομήσουσι γῆν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ᾿ αὐτῆς.
στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.
κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν,
ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, οὐδὲ μὴ καταδικάσηται αὐτόν, ὅταν κρίνηται αὐτῷ.
ὑπόμεινον τὸν Κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν· ἐν τῷ ἐξολοθρεύεσθαι ἁμαρτωλοὺς ὄψει.
εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου·
καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.
φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ·
οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται ἐπὶ τὸ αὐτό, τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολοθρευθήσονται.
σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίου, καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως,
καὶ βοηθήσει αὐτοῖς Κύριος καὶ ῥύσεται αὐτοὺς καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν καὶ σώσει αὐτούς, ὅτι ἤλπισαν ἐπ᾿ αὐτόν.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῆς Ἑορτῆς
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Τὰ μύρα θερμῶς, τῷ τάφῳ προσκομίζουσαι, Γυναῖκες Σωτήρ, Ἀγγέλου τῇ λαμπρότητι, τὰς ψυχὰς ἠγάλλοντο, καὶ Θεὸν σε τῶν ὅλων ἐκήρυττον, καὶ Μαθηταῖς ἐβόων· Ὄντως ἀνέστη ἐκ τάφου, ἡ πάντων ζωή. (Δίς)

ΕΥΧΗ Η’
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν τοῦ ὕπνου ῥᾳθυμίαν ἀποσκεδάσας ἀφ᾽ ἡμῶν, καὶ συγκαλέσας ἡμᾶς κλήσει ἁγία, τοῦ καὶ ἐν νυκτὶ ἐπάραι τὰς χεῖρας ἡμῶν καὶ ἐξομολογεῖσθαι σοι ἐπὶ τὰ κρίματα τῆς δικαιωσύνης σου, πρόσδεξαι τὰς δεήσεις ἡμῶν, τὰς ἐντεύξεις, τὰς ἐξομολογήσεις, τὰς νυκτερινὰς λατρείας· καὶ χάρισαι ἡμῖν, ὁ Θεὸς, πίστιν ἀκαταίσχυντον, ἐλπίδα βεβαίαν, ἀγάπην ἀνυπόκριτον· εὐλόγησον ἡμῶν εἰσόδους καὶ ἐξόδους, πράξεις, ἔργα, λόγους, ἐνθυμήσεις· καὶ δὸς ἡμῖν καταντῆσαι εἰς τὰς ἀρχὰς τῆς ἡμέρας, αἰνοῦντας, ὑμνοῦντας, εὐλογοῦντας τῆς σῆς ἀφράστου χρηστότητος τὴν ἀγαθότητα. Ὅτι ηὐλόγηταί τὸ πανάγιον σου ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἦ Στιχολογία δὲν γίνεται ἐδῶ ἐν τῇ αὐτῇ ἡμέρᾳ.


Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν. Ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Ψαλμὸς 50
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου·
ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.
σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ·
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ΕΥΧΗ Ι’
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν διὰ μετανοίας ἄφεσιν τοῖς ἀνθρώποις δωρησάμενος καὶ τύπον ἡμῖν ἐπιγνώσεως ἀμαρτημάτων καὶ ἐξομολογήσεως τὴν τοῦ προφήτου Δαυΐδ μετάνοιαν πρὸς συγχώρησιν ὑποδείξας· αὐτός, Δέσποτα, πολλοῖς ἡμᾶς καὶ μεγάλοις περιπεπτωκότας πλημμελήμασιν, ἐλέησον κατὰ τὸ μέγα σου ἔλεος, καὶ, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὰ ἀνομήματα ἡμῶν· ὅτι σοι ἡμάρτομεν, Κύριε, τῷ καὶ τὰ ἄδηλα καὶ κρύφια τῆς καρδίας τῶν ἀνθρώπων γινώσκοντι καὶ μόνῳ ἔχοντι ἐξουσίαν ἀφιέναι ἀμαρτίας. Καρδίαν δὲ καθαρὰν κτίσας ἐν ἡμῖν καὶ πνεύματι ἡγεμονικῷ στηρίξας ἡμᾶς καὶ την ἀγαλλίασιν τοῦ σωτηρίου σου γνωρίσας ἡμῖν, μὴ ἀποῤῥίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου· ἀλλ᾽ εὐδόκησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς προσφέρειν σοι θυσίαν δικαιοσύνης καὶ ἀναφορὰν ἐν τοῖς ἁγίοις σου θυσιαστηρίοις. Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

ᾨΔΗ ΠΡΩΤΗ
ᾨΔΗ ΜΩΫΣΕΩΣ
(Ἐν τῇ Ἐξόδῳ, Κεφ. ιε')
Ἀρχὴ·
Ἄρδην βυθίσας Φαραώ, Μωσῆς λέγει.
Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.
Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν.
Κύριος συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ.
Ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν, ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν Ἐρυθρᾷ, θαλάσσῃ.
Πόντῳ ἐκάλυψεν αὐτοὺς, κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος.
Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ, ἡ δεξιά σου χείρ, Κύριε, ἔθραυσεν ἐχθρούς. Καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους.
Ἀπέστειλας τὴν ὀργήν σου, κατέφαγεν αὐτοὺς ὡσεὶ καλάμην.
Καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ, ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα, ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης.
Εἶπεν ὁ ἐχθρός· Διώξας καταλήψομαι, μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου.
Ἀπέστειλας τὸ πνεῦμά σου, ἐκάλυψεν αὐτοὺς θάλασσα, ἔδυσαν ὡσεὶ μόλυβδος ἐν ὕδατι σφοδρῷ.
Τὶς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τὶς ὅμοιός σοι; Δεδοξασμένος ἐν Ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα.
Ἐξέτεινας τὴν δεξιάν σου, κατέπιεν αὐτοὺς γῆ.
Ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω, παρεκάλεσας τῇ ἰσχύϊ σου εἰς κατάλυμα ἅγιόν σου.
Ἤκουσαν ἔθνη, καὶ ὠργίσθησαν, ὠδῖνες ἔλαβον κατοικοῦντας Φιλιστιείμ.
Εἰς στίχους η'
Τότε ἔσπευσαν ἡγεμόνες Ἐδώμ, καὶ ἄρχοντες τῶν Μωαβιτῶν, ἔλαβεν αὐτοὺς τρόμος, ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χαναάν.
Ἐπιπέσοι ἐπ' αὐτοὺς φόβος καὶ τρόμος, μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν.
Εἰς στίχους ς'
Ἕως ἂν παρέλθῃ ὁ λαός σου, Κύριε, ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος, ὃν ἐκτήσω.
Εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου, ὃ κατειργάσω, Κύριε, ἁγίασμα, ὃ ἡτοίμασαν αἱ χεῖρές σου.
Εἰς στίχους δ'
Τέλος·
Κύριος βασιλεύων τῶν αἰώνων, καὶ ἐπ' αἰῶνα, καὶ ἔτι.
Ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν, καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσης, οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης.
Δόξα... Καὶ νῦν...

Κανών γ', ᾨδὴ α', τῶν Μυροφόρων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή. Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν».

Ἐσταυρώθης σαρκί, ὁ ἀπαθὴς τῇ φύσει τοῦ Πατρός, ἐκεντήθης τὴν πλευράν, πηγάσας κόσμῳ αἷμα καὶ ὕδωρ. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.

Τὸν Σταυρόν σου τιμῶ, καὶ τὴν Ταφὴν δοξάζω ἀγαθέ, καὶ ὑμνῶ καὶ προσκυνῶ τὴν Ἔγερσίν σου, καὶ ἀνακράζω· Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.

Κἂν ἐγεύσω χολῆς, ὁ γλυκασμὸς τῆς Ἐκκλησίας, ἀλλ' ἐπήγασας ἡμῖν τὴν ἀφθαρσίαν, ἐκ τῆς πλευρᾶς σου. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.

Ἐλογίσθης Σωτήρ, μετὰ νεκρῶν νεκροὺς ἐγείρας· ἀπεγεύσω τῆς φθορᾶς· διαφθορὰν γὰρ ὅλως οὐκ ἔγνως. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.

Εὐφραινέσθω Σιών, ἀγαλλιάσθω καὶ ὁ οὐρανός, ἐξανέστη Χριστός, νεκροὺς ἐγείρας ὑμνολογοῦντας· Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.

Ὀθονίοις εἱλήσας, Ἰωσὴφ τὸ σῶμά σου Χριστέ, ἐν μνημείῳ τῷ καινῷ, κατέθετό σε τὴν σωτηρίαν, νεκροὺς δὲ ὡς Θεὸς ἐξανέστησας.

Προλαβοῦσαι τὸν ὄρθρον, αἱ Γυναῖκες εἶδον τὸν Χριστόν, καὶ τοῖς θείοις Μαθηταῖς, ἐβόων· Ὄντως Χριστὸς ἀνέστη, δεῦτε σὺν ἡμῖν ἀνυμνεῖτε αὐτόν.
Δόξα...
Παναγία Τριάς, μία Θεότης, ἄναρχε μονάς, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ θεῖον Πνεῦμα, σῷζε τὸν κόσμον. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε.
Καὶ νῦν... Θεοτοκίον
Τὴν ἀρχαίαν ἀράν, ἐν γαστρί σου λύσασα Σεμνή, ἀνεβλάστησας ἡμῖν, τὴν εὐλογίαν, βρέφος τεκοῦσα· οὗτος γὰρ Θεός, εἰ καὶ σάρκα φορεῖ.

Ὁ Κανὼν τοῦ τιμίου Σταυροῦ.
Ἰωάννου Μοναχοῦ

ᾨδὴ α'

Ἦχος δ'
Ἅρματα Φαραὼ ΤΟ ΑΚΟΥΤΕ
Ἔφανας ἐπὶ γῆς, τὰς ἀκτῖνας τοῦ Σταυροῦ, ἐν ᾧ τὸν διάβολον καταβαλῶν, τῶν ἀνθρώπων ἔσωσας, τὸ γένος Κύριε· διὸ ὑμνοῦμεν τὴν δόξαν σου.

Γεύσεως ἀπειθοῦς, τῷ Σταυρῷ ὁ Λυτρωτής, ἔλυσε τὸ δέλεαρ, τῇ τοῦ Πατρὸς εὐδοκίᾳ· ᾌσωμεν αὐτῷ ᾆσμα καινόν, ὅτι ἐνδόξως δεδόξασται.

Σκῆπτρον νικοποιόν, κατεφύτευσας Χριστέ, ζωῆς ξύλον ἄχραντον, ὡς ἐν Ἐδὲμ τὸν Σταυρόν σου, ὡς φωτοειδὴς ἐξέλαμψεν, ἐπὶ τὸ ὄρος τὸ ἅγιον.
Θεοτοκίον
Ἥν περ τῶν Προφητῶν, προεώρακε χορός, ὡς πύλην οὐράνιον, καὶ ἀκατάφλεκτον βάτον, σὲ Παρθενομῆτορ ἄχραντε, Θεὸν τεκοῦσαν ἔγνωμεν.

ᾨΔΗ ΤΡΙΤΗ
ΠΡΟΣΕΥΧΗ ΑΝΝΗΣ τῆς ΜΗΤΡΟΣ ΣΑΜΟΥΗΛ τοῦ ΠΡΟΦΗΤΟΥ
(ᾨδὴ Βασιλειῶν Α', Κεφ. Β')
Ἀρχὴ·
Θεὸν γεραίρει στεῖρα τίκτουσα ξένως.
Ἅγιος εἶ, Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου.

Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ' ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίῳ σου.
Ὅτι οὐκ ἔστιν ἅγιος, ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος πλήν σου.
Μὴ καυχᾶσθε καὶ μὴ λαλεῖτε ὑψηλὰ εἰς ὑπεροχήν, μηδὲ ἐξελθέτω μεγαλορρημοσύνη ἐκ τοῦ στόματος ὑμῶν.
Ὅτι Θεὸς γνώσεων Κύριος, καὶ Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ.
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.
Πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν, ὅτι στεῖρα ἔτεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε.
Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει.
Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ.
Ἀνιστᾷ ἀπὸ γῆς πένητα, καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχόν, τοῦ καθίσαι αὐτὸν μετὰ δυναστῶν λαοῦ, καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς.
Εἰς Στίχους η'
Διδοὺς εὐχὴν τῷ εὐχομένῳ, καὶ εὐλόγησεν ἔτη δικαίου.
Ὅτι οὐκ ἐνισχύει ἐν τῇ ἰσχὺϊ αὐτοῦ, δυνατὸς ἀνὴρ Κύριος ἀσθενῆ ποιήσει τὸν ἀντίδικον αὐτοῦ, Κύριος ἅγιος.
Εἰς Στίχους ς'
Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ.
Ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον, καὶ ποιεῖν κρῖμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς.
Εἰς Στίχους δ'
Τέλος·
Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἑβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, δίκαιος ὢν.
Καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ.
Δόξα... Καὶ νῦν...

Κανών γ', ᾨδὴ γ', τῶν Μυροφόρων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεός, ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου».

Τὰς παλάμας Ἰησοῦ, προσηλώσας ἐν Σταυρῷ τὰ ἔθνη πάντα, ἐκ τῆς πλάνης συλλαβών, πρὸς ἐπίγνωσιν τὴν σήν, συνεκαλέσω Σωτήρ.

Ἰουδαίων ὁ λαός, τῷ Πιλάτῳ ἐκβοᾷ· Ἀπόλυσόν μοι τὸν κακοῦργον λῃστήν, ἆρον, ἆρον, σταύρωσον τὸν ἀναμάρτητον.

Σταυρωθέντος σου Χριστέ, συνεσκότασε τὸ φῶς, ἡ γῆ ἐσείσθη, καὶ ἐκ τάφου νεκροί, ἐξανέστησαν πολλοί, φόβῳ τοῦ κράτους σου.

Παρεστῶσα τῷ Σταυρῶ, ἡ ἀμνάς σου Ἰησοῦ, κλαυθμῷ ἐβόα· Ποῦ πορεύῃ Υἱὲ; ποῦ ἀπέρχῃ ὁ ἀμνός, ὁ ὑπὲρ πάντων σφαγείς;

Προσκυνῶ σου τὸν Σταυρόν, ἀνυμνῶ καὶ τὴν ταφήν, τιμῶ τὰ Πάθη, καὶ τοὺς ἥλους τῶν χειρῶν, καὶ τὴν λόγχην Ἰησοῦ, καὶ τὴν Ἀνάστασιν.

Ἐξανέστης Ἰησοῦ, ἐσκυλεύθη ὁ ἐχθρός, Ἀδὰμ ἐρρύσθη, καὶ ἡ Εὔα σὺν αὐτῷ, τῶν δεσμῶν καὶ τῆς φθορᾶς, τῇ Ἀναστάσει σου.

Ἀναστάντος σου Χριστέ, συνετρίβησαν μοχλοί, καὶ πύλαι ᾍδου, καὶ θανάτου τὰ δεσμά, διελύθησαν εὐθύς, φόβῳ τοῦ κράτους σου.

Θεοδόχε Ἰωσήφ, δεῦρο στήθι μεθ' ἡμῶν. Ἀνέστη κράζων, Ἰησοῦς ὁ λυτρωτής, ὁ ἐγείρας τὸν Ἀδάμ, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ.

Εὐφραινέσθω σὺν ἡμῖν, Μαθητῶν ἡ δωδεκάς, σὺν Μυροφόροις γυναιξί, καὶ Ἰωσήφ, καὶ τοῖς ἄλλοις Μαθηταῖς, καὶ Μαθητρίαις Χριστοῦ.
Δόξα...
Σὺν Πατρὶ καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ εὐθές, τὴν μίαν φύσιν, προσκυνῶ καὶ ἀνυμνῶ, τοῖς προσώποις διαιρῶν, καὶ τῇ οὐσίᾳ ἑνῶν.
Καὶ νῦν... Θεοτοκίον
Μακαρία εἶ Σεμνή, ἡ ἐκ ῥίζης Ἱεσσαί, ἐξ ἧς ἡ ῥάβδος, καὶ τὸ ἄνθος ὁ Χριστός, κατὰ σάρκα δι' ἡμᾶς, ἀναβλαστήσασα.

Κανών α', ᾨδὴ γ', τοῦ τιμίου Σταυροῦ
Ἦχος δ'
Τόξον δυνατῶν ἠσθένησε ΤΟ ΑΚΟΥΤΕ
Ὥσπερ θυρεῷ φραττομεθα, τῷ τοῦ ἀηττήτου σου Σταυροῦ τύπῳ Δέσποτα, ὃν μὴ φέρων ὁ ἀπευκταῖος, δραπετεύει τῶν δαιμόνων ἑσμός.

Πάντας ὁ Σταυρός σου ηὔφρανε, τοὺς ἐσταυρωμένον σε Θεὸν καταγγέλλοντας, ὃς ἐκλάμπρῳ καὶ ἀπροσίτῳ, ὡραιότητι ἐξέλαμψε.

Χαίροις ὦ Σταυρὲ πανάγιε· ὅτι σου ὁ τύπος ὑπὲρ ἥλιον ἤστραψε, καὶ τὴν πλάνην πᾶσαν διώξας, τοὺς πιστοὺς ἡμᾶς ἐφώτισε.
Θεοτοκίον
Χαῖρε Μῆτερ ἀπειρόγαμε, ἡ τὸν Θεὸν Λόγον ἐν γαστρί σου χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΕΥΧΗ Ε’
Ἀγαθῶν θησαυρέ, πηγὴ ἀέναος, Πάτερ ἅγιε, θαυμαστοποιέ, παντοδύναμε καὶ παντοκράτορ, πάντες σὲ προσκυνοῦμεν καὶ σοῦ δεόμεθα, τὰ σὰ ἐλέη καὶ τοὺς σοὺς οἰκτιρμοὺς ἐπικαλούμενοι εἰς βοήθειαν καὶ ἀντίληψιν τῆς ἡμετέρας ταπεινώσεως. Μνήσθητι, Κύριε, τῶν σῶν ἱκετῶν· πρόσδεξαι πάντων ἡμῶν τὰς ἑωθινας δεήσεις, ὡς θυμίαμα ἐνώπιον σου, καὶ μηδένα ἡμῶν ἀδόκιμον ποιήσης, ἀλλά πάντας ἡμᾶς περιποίησαι διὰ τῶν οἰκτιρμῶν σου. Μνήσθητι, Κύριε, τῶν ἀγρυπνούντων καὶ ψαλλόντων εἰς δόξαν σὴν καὶ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν καὶ τοῦ ἁγίου σου Πνεύματος. Γενοῦ αὐτῶν βοηθὸς καὶ ἀντιλήπτωρ· πρόσδεξαι αὐτῶν τὰς ἱκεσίας εἰς τὸ ὑπερουράνιον καὶ νοερόν σου θυσιαστήριον.
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Κάθισμα τῶν Μυροφόρων
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Τῶν Μαθητῶν σου ὁ χορός, σὺν Μυροφόροις γυναιξίν, ἀγάλλεται συμφώνως· κοινὴν γὰρ ἑορτὴν σὺν αὐταῖς ἑορτάζουσιν εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι' αὐτῶν βοῶμέν σοι· Φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.

Κάθισμα τοῦ τιμίου Σταυροῦ
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Ὁ διανοίξας οὐρανοὺς κεκλεισμένους, ἐν οὐρανῷ περιφανεῖς τὰς ἀκτῖνας, ἐπὶ τῆς γῆς ἀνέτειλεν ὁ ἄχραντος Σταυρός· ὅθεν οἱ τὴν ἔλλαμψιν, τῆς αὐτοῦ ἐνεργείας, δεξάμενοι πρὸς ἄδυτον, ὁδηγούμεθα φέγγος, καὶ ἐν πολέμοις ἔχομεν αὐτόν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

ᾨΔΗ ΤΕΤΑΡΤΗ
ΠΡΟΣΕΥΧΗ ΑΒΒΑΚΟΥΜ τοῦ ΠΡΟΦΗΤΟΥ
(Κεφ. γ', Ι)
Ἀρχὴ·
Τὴν τοῦ Λόγου κένωσιν Ἀββακούμ, φράσον.
Δόξα τῇ δυνάμει σου, Κύριε.

Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, Κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.
Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ, ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ, ἐλέους μνησθήσῃ.
Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ Ἅγιος ἐξ ὄρους κατασκίου δασέος.
Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.
Καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται, κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.
Πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς παιδείαν κατὰ πόδας αὐτοῦ.
Ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ, ἐπέβλεψε, καὶ ἐτάκη ἔθνη.
Διεθρύβη τὰ ὄρη βίᾳ, ἐτάκησαν βουνοὶ αἰώνιοι, πορείας αἰωνίους αὐτοῦ ἀντὶ κόπων εἶδον.
Σκηνώματα Αἰθιόπων, πτοηθήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιάμ.
Μὴ ἐν ποταμοῖς ὠργίσθης, Κύριε; μὴ ἐν ποταμοῖς ὁ θυμὸς σου; ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου; ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία.
Ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ σκῆπτρα, λέγει Κύριος, ποταμῶν ῥαγήσεται γῆ.
Ὄψονταί σε καὶ ὠδινήσουσι λαοί, σκορπίζων ὕδατα πορείας, ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὐτῆς.
Ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰς φῶς βολίδες σου πορεύσονται, εἰς φέγγος ἀστραπῆς ὅπλων σου.
Ἐν ἀπειλῇ ὀλιγώσεις γῆν, καὶ ἐν θυμῷ πατάξεις ἔθνη.
Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τὸν χριστόν σου ἐλήλυθας, ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, ἐξήγειρας δεσμοὺς ἕως τραχήλου εἰς τέλος.
Διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, σεισθήσονται ἐν αὐτοῖς, διανοίξουσι χαλινοὺς αὐτῶν, ὡς ὁ ἐσθίων πτωχὸς λάθρᾳ.
Καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά.
Ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ καρδία μου, ἀπὸ φωνῆς προσευχῆς χειλέων μου, καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου, καὶ ἐν ἐμοὶ ἐταράχθη ἡ ἰσχύς μου.
Ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεώς μου, τοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου.
Εἰς Στίχους η'
Διότι συκῆ οὐ καρποφορήσει, καὶ οὐκ ἔσται γεννήματα ἐν ταῖς ἀμπέλοις.
Ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν.
Εἰς Στίχους ς'
Ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρξουσι βόες ἐπὶ φάτναις.
Ἐγὼ δὲ ἐν τῷ Κυρίῳ ἀγαλλιάσομαι, χαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.
Εἰς Στίχους δ'
Τέλος·
Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν.
Καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ.
Δόξα... Καὶ νῦν...

Κανών γ', ᾨδὴ δ', τῶν Μυροφόρων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἐκ Παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν· Τὴν ἀκοήν σου ἀκήκοα καὶ ἐφοβήθην, ὅτι ἀπὸ Θαιμάν, καὶ ἐξ ὄρους ἁγίου κατασκίου, ἐπεδήμησας Χριστέ».

Διὰ Σταυροῦ ᾐχμαλώτευσας, τὴν τοῦ ᾍδου γαστέρα, καὶ συνήγειρας νεκρούς, καὶ τοῦ θανάτου κατέλυσας τὴν τυραννίδα· ὅθεν οἱ ἐξ, Ἀδὰμ προσκυνοῦντες, ὑμνοῦμεν τὴν ταφήν σου καὶ τὴν Ἔγερσιν Χριστέ.

Ὁ εὐδοκήσας Σωτὴρ ἡμῶν, διὰ σπλάγχνα ἐλέους, προσπαγῆναι τῷ Σταυρῷ, καὶ τῆς πατρῴας λυτρώσασθαι ἡμᾶς κατάρας, λῦσόν μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ δσα θέλεις ἐκπληροῦν.

Ὁ ἐν Σταυρῷ προσηλώσας μου, τὴν ἀρχαίαν κατάραν, καὶ πηγάσας μοι Σωτήρ, τὴν εὐλογίαν δι' αἵματος, ἐκ τῆς πλευρᾶς σου, λῦσόν μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ ὅσα θέλεις ἐκπληροῦν.

ᾍδης Σωτὴρ συναντήσας σοι, ἐν τοῖς καταχθονίοις ἐπικράνθη, ἐνορῶν, ὅτι οὓς πάλαι κατέπιεν ἰσχύσας, ἄρτι ἄκων ἀποδιδοὺς ἐρευνᾶται τὰ κάτω, καὶ γυμνοῦται καὶ σκυλεύεται νεκρούς.

Εἰ καὶ ὁ λίθος ἐσφράγισται, μετὰ τῆς κουστωδίας, ὦ παράνομοι ἐχθροί· ἀλλ' ἐξανέστη ὁ Κύριος καθὼς προεῖπε, λύων μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύναται γὰρ ὅσα θέλει ἐκπληροῦν.

Ὁ ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ σκυλεύσας τὸν ᾍδην, καὶ ζωώσας τοὺς νεκρούς, καὶ ἀφθαρσίαν πηγάσας μοι, τῇ σῇ Ἐγέρσει, λῦσόν μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ ὅσα θέλεις ἐκπληροῦν.

Ὄντως αἰσχύνθητε ἄνομοι· ὁ Χριστὸς γὰρ ἀνέστη, καὶ συνήγειρε νεκρούς, κράζων, θαρσεῖτε, νενίκηκα ἐγὼ τὸν κόσμον, πείσθητε οὖν αὐτῷ, ἢ σιγήσατε πλάνοι, ἀθετοῦντες τὴν Ἀνάστασιν αὐτοῦ.

Ὁ Μυροφόροις τό, Χαίρετε, ἀναστὰς ἐκ τοῦ τάφου, προσφωνήσας ἀγαθέ, καὶ Ἀποστόλοις, κηρύξατε τὴν Ἔγερσίν μου, λῦσόν μου τὰ δεσμά, τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ ὅσα θέλεις ἐκπληροῦν.

Ἰωσὴφ τὸν εὐσχήμονα, ζηλωτὴν εὐσεβείας, βουλευτὴν καὶ μαθητήν, σὺν Μυροφόροις τιμήσωμεν καὶ Ἀποστόλοις, κράζοντες σὺν αὐτοῖς, καὶ πιστῶς ἀνυμνοῦντες τοῦ Σωτῆρος τὴν Ἀνάστασιν φαιδρῶς.
Δόξα...
Ὑπερουσίου Θεότητος, τὴν ἀμέριστον δόξαν, τίς ἰσχύσει ἐξειπεῖν· ἓν γὰρ τῇ φύσει ὑπάρχουσα, Τριὰς ὑμνεῖται, ἄναρχος, συμφυής, ὡς μονὰς ἐν Τριάδι ὑμνουμένη, ὑποστάσεσιν ἁπλαῖς.
Καὶ νῦν... Θεοτοκίον
Τὸν ἐν γαστρί σου σκηνώσαντα, ἀλοχεύτως τεκοῦσα, Μητροπάρθενε ἁγνή, ἀκαταπαύστως ἱκέτευε, ὡς Θεοτόκος, λῦσαί μου τὰ δεσμὰ τῶν πολλῶν ἐγκλημάτων· δύνασαι γὰρ ὅσα θέλεις βοηθεῖν.

Κανών α', ᾨδὴ δ', τοῦ τιμίου Σταυροῦ
Ἦχος δ'
Εἰσακήκοα Κύριε ΤΟ ΑΚΟΥΤΕ
Μυστικῶς μὲν πρίν, καὶ αἰσθητῶς δὲ σήμερον, κατηγλάϊσας Χριστέ, τοῦ ἀχράντου σου Σταυροῦ τὸν τύπον.

Τὸ παράνομον τῶν θεοκτόνων τόλμημα, σταυροτύπῳ σου Σωτήρ, ἐθριάμβευσας φωτὶ οἰκτίρμον.

Ἐβεβαίωσας Χριστιανῶν τὸ θρήσκευμα, τῷ ἀΰλῳ σου φωτί, τὸν Σταυρὸν ἡμῖν Χριστὲ χαράξας.
Θεοτοκίον
Μήτηρ ἄχραντε, εὐλογημένη Δέσποινα, ὃν ἐκύησας Θεόν, ταῖς λιταῖς σου ἐξιλέωσαι ἡμῖν.

ᾨΔΗ ΠΕΜΠΤΗ
ΠΡΟΣΕΥΧΗ ΗΣΑΪΟΥ τοῦ ΠΡΟΦΗΤΟΥ
(Κεφ. κς', 9)
Ἀρχὴ·
Ἡσαΐου πρόρρησις, εὐχὴ τὸ πλέον.
Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν.

Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.
Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Πέπαυται γὰρ ὁ ἀσεβής, πᾶς ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσῃ, ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.
Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν, γνόντες δέ, αἰσχυνθήτωσαν.
Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.
Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.
Κύριε, ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς, Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομα σου ὀνομάζομεν.
Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσι, διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας, καὶ ἤρας πᾶν ἄρσεν αὐτῶν.
Εἰς στίχους η'
Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακὰ τοῖς ἐνδόξοις τῆς γῆς.
Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου· ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.
Εἰς Στίχους ς'
Καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραγεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου.
Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς.
Εἰς Στίχους δ'
Τέλος·
Οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ.
Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.
Βάδιζε λαός μου, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου.
Δόξα... Καὶ νῦν...

Κανών γ', ᾨδὴ ε', τῶν Μυροφόρων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ἀχλὺν τὺς ψυχῆς μου, Σωτήρ μου διασκεδάσας, τῷ φωτὶ τῶν ἐντολῶν σου, καταύγασόν με ὡς μόνος, τῆς εἰρήνης Βασιλεύς».

Σὺ τὴν ἀρχαίαν στολήν μου, ἣν μοι ἐξύφανεν, οἴμοι! ὁ σπορεὺς τῆς ἁμαρτίας ἐξέδυσάς με Σωτήρ μου, ἐνδυσάμενος ἐμέ.

Φύλλα συκῆς ἔρραψέ μοι, ἡ ἁμαρτία μου οἴμοι! μὴ φυλάξαντι Σωτήρ μου τὴν ἄχραντον ἐντολήν σου, τῇ τοῦ ὄφεως βουλῇ.

Τὴν πληγωθεῖσαν ψυχήν μου, τοῖς λῃστρικοῖς λογισμοῖς μου, ἐπιστὰς ὁ ἐκ Μαρίας, καὶ ἔλαιον ἐπιχύσας, ἐθεράπευσε Χριστός.

Ἐν τῷ Σταυρῷ παρεστῶσα, ἡ ἄμεμπτος Θεοτόκος, μητρικῶς ἀνεκαλεῖτο. Κατέλιπές με τὴν μόνην, Υἱέ μου καὶ Θεέ.

Σὺ τὸν ἀρχέκακον ὄφιν, τῷ ὅπλῳ τῷ τοῦ Σταυροῦ σου, καθελὼν τῇ σῇ Ἐγέρσει, συνέτριψας τὸ κέντρον, τοῦ θανάτου Ἰησοῦ.

Ποῦ σου θάνατε τὸ κέντρον, ποῦ σου, ᾍδη τὸ νῖκος, ὁ Ἀδὰμ συνεκβοάτω· συντέτριψαι ζωώσει, τοῦ ἐγείραντος νεκρούς.

Αἱ Μυροφόροι γυναῖκες, τὸ μνῆμα καταλαβοῦσαι, τοῦ ζωώσαντος τοὺς κάτω, φωνῆς ἤκουον λεγούσης· Ἐξανέστη ὁ Χριστός.

Τῶν εὐσεβῶν Μυροφόρων, τὴν μνήμην ἐπιτελοῦντες, καὶ πάντων τῶν Μαθητῶν σου, ἐν τῇ φαιδρᾷ σου Ἐγέρσει, ἀνυμνοῦμέν σε Χριστέ.

Τὸν εὐσχήμονα πάντες, τιμήσωμεν ἐπαξίως, ὃς τὸ σῶμα τοῦ Κυρίου, ἀπὸ τοῦ ξύλου καθεῖλε, καὶ ἐκήδευσε πιστῶς.
Δόξα...
Σὲ τὸν Θεὸν καὶ Πατέρα, καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, προσκυνῶ τρεῖς ὑποστάσεις καὶ ἓν τὰ τρία πιστεύω, οὐσιότητι μιᾷ.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν ἀσπόρῳ κυήσει, γεννήσασαν ὑπὲρ φύσιν, τὸν καινίσαντα τὴν φύσιν, Χριστὸν τὸν μόνον Δεσπότην, ἀνυμνοῦμεν οἱ πιστοί.

Κανών α', ᾨδὴ ε', τοῦ τιμίου Σταυροῦ
Ἦχος δ'
Ὁ τοῦ φωτὸς διατμήξας ΤΟ ΑΚΟΥΤΕ
Θανατηφόρον τὸ ξύλον, ὁ Σταυρὸς ζωηφόρος, τοῖς τῆς Ἐδὲμ ἀποίκοις ἐδείχθη Χριστέ, ἔνοικον αὖθις, διὰ κακούργου τὸν Ἀδὰμ ἐργασάμενος.

Ὁ ὑποστήσας τῷ λόγῳ, τὸ πρωτόκτιστον σέλας, ὡς Υἱῷ Πατὴρ φωταυγῆ τὸν Σταυρόν, νῦν διαγράφει, τῷ σταυρωθέντι μαρτυρῶν τὴν Θεότητα.

Ἐν τῷ φωτὶ τῷ ἀδύτῳ, τὸ ὑπέρτατον φάος, ἐν τῷ Πατρὶ ὀψόμεθα πίστει Χριστέ, σὲ τὸν Υἱὸν καὶ σοῦ τὸ Πνεῦμα, ταῖς ψυχαῖς ἡμῶν ἔλλαμψον.
Θεοτοκίον
Ἐν τῷ ὠδίνειν σε Κόρη, τὰ μητέρων οὐκ ἔγνως, ὑπερφυῶς ἐπεὶ συλλαβοῦσα Θεόν, τέτοκας σαρκί· διὸ πάντες εὐσεβῶς σε δοξάζομεν.

ᾨΔΗ ΕΚΤΗ
ΠΡΟΣΕΥΧΗ ΙΩΝΑ τοῦ ΠΡΟΦΗΤΟΥ
(Κεφ. β', 2)
Ἀρχὴ·
Ἐκ θηρὸς ἐκραύγαζεν Ἰωνᾶς, λέγων.
Ὡς τὸν προφήτην Ἰωνᾶν, σῶσον ἡμᾶς, Κύριε.

Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου, ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου.
Ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλωσάν με.
Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον.
Εἰς Στίχους η'
Κἀγὼ εἶπον· Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου, ἄρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου;
Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου, ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων, κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι.
Εἰς Στίχους ς'
Καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, πρὸς σέ, Κύριε, ὁ Θεός μου.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὴν ψυχήν μου, τοῦ Κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου πρὸς ναὸν τὸν ἅγιόν σου.
Εἰς Στίχους δ'
Τέλος·
Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατέλιπον.
Ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ.
Δόξα... Καὶ νῦν...

Κανών γ', ᾨδὴ ς', τῶν Μυροφόρων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Βυθῷ ἁμαρτημάτων συνέχομαι ἀεί, καὶ ἐν πελάγει τοῦ βίου βυθίζομαι, ἀλλ' ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ θηρός, κἀμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσόν με».

Νεκρός ἐστιν ὁ ᾍδης, θαρσεῖτε γηγενεῖς· ὁ γὰρ Χριστὸς ἐπὶ ξύλου κρεμάμενος, ἀπέρριψε τὴν ῥομφαίαν κατ΄ αὐτοῦ, καὶ κεῖται νεκρός· οὓς εἶχε γὰρ ἐσκυλεύθη γυμνωθείς.

Ἐσκύλευται ὁ ᾍδης, θαρσεῖτε οἱ νεκροί, καὶ τὰ μνημεῖα ἠνοίχθη, ἐγείρεσθε, βοᾷ ὑμῖν ἐκ τοῦ ᾍδου ὁ Χριστός, ὁ πάντας ἐλθὼν λυτρώσασθαι, ἐκ θανάτου καὶ φθορᾶς.

Νεκροὺς οὕς περ ἰσχύσας, κατέπιες ποτέ, νῦν ἀπαιτούμενος ᾍδης, ἀπόδος μοι· βοᾷ σοι ὁ ζωοδότης καὶ Θεός, ὁ πάντας ἐλθὼν λυτρώσασθαι, τῆς ἀπλήστου σου γαστρός.

Ὁ Κύριος ἀνέστη σκυλεύσας τὸν ἐχθρὸν καὶ τοὺς δεσμίους ἐκσπάσας, ἀνήγαγε πάντας, καὶ τὸν πρωτόπλαστον Ἀδάμ, αὐτὸν ἀνιστῶν ὡς εὔσπλαγχνος, καὶ φιλάνθρωπος Θεός.

Σινδόνι σε εἱλήσας, κατέθετο Χριστέ, Ἰωσὴφ ὁ εὐσχήμων ἐν μνήματι, μυρίσας δὲ τὸν λυθέντα σου ναόν, τοῦ σώματος, προσεκύλισε, λίθον μέγαν τῇ σορῷ.

Γυναῖκες Μυροφόροι, τί σπεύδετε λοιπόν, τί δὲ τὰ μύρα τῷ ζῶντι κομίζετε; ἀνέστη καθὼς προεῖπεν ὁ Χριστός, παυσάσθω ὑμῶν τὰ δάκρυα, μετελθόντα εἰς χαράν.
Δόξα...
Τριάδα ἐν μονάδι ὑμνήσωμεν πιστοί, σὺν τῷ Υἱῷ τὸν Πατέρα δοξάζοντες, καὶ Πνεῦμα τὸ ὁμοούσιον Υἱῷ, καὶ ὃν ἐν Πατρὶ συνάναρχον, καὶ ἀΐδιον Θεόν.
Καὶ νῦν... Θεοτοκίον
Γαστρὶ ἀγεωργήτως συνέλαβες Ἁγνή, τῆς ἀφθαρσίας τὸν βότρυν ὡς ἄμπελος, ἐξ οὗ τῆς ἀθανασίας οἱ κρουνοί, ὡς οἶνον ἡμῖν πηγάζουσι, τὴν αἰώνιον ζωήν.

Κανών α', ᾨδὴ ς', τοῦ τιμίου Σταυροῦ
Ἦχος δ'
Ἐν τῷ θλίβεσθαί με ΤΟ ΑΚΟΥΤΕ
Τὸν Σταυρὸν ἐκλάμπεις, πέρασι Χριστὲ ὁ Θεός, καὶ ἐφώτισας δέ, δι' αὐτοῦ τοὺς ἀνυμνοῦντάς σε.

Καλυπτέτωσαν μέν, τὸ ὄμμα οἱ παράνομοι, τοῦ Σταυροῦ τὸ κάλλος· ἐξαστράπτον γὰρ οὐ φέρουσιν.

Ἐντρυφάτωσαν δέ, τῇ αἴγλῃ τοῦ ἀχράντου Σταυροῦ, οἱ Θεὸν εἰδότες, τὸν ἐν ξύλῳ προσπαγέντα σαρκί.
Θεοτοκίον
Ἡ Θεὸν τεκοῦσα, Παρθένε ἀπειρόγαμε, ὑπὲρ ἡμῶν μὴ παύσῃ, τὸν Υἱόν σου ἱκετευοῦσα.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῷ θλίβεσθαί με, ἐβόησα πρὸς Κύριον, καὶ ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΕΥΧΗ ΣΤ’
Εὐχαριστουμέν σοι, Κύριε ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὅτι πάντα ποιεῖς εἰς εὐεργεσίαν τῆς ζωῆς ἡμῶν, ἵνα διὰ παντὸς πρὸς σὲ ἀποβλέπωμεν, τὸν σωτῆρα καὶ εὐεργέτην τῶν ἡμετέρων ψυχῶν· ὅτι διανέπαυσας ἡμᾶς ἐν τῷ παρελθόντι τῆς νυκτὸς μέτρῳ καὶ ἐξήγειρας ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν καὶ ἔστησας εἰς προσκύνησιν τοῦ τιμίου ὀνόματός σου. Διὸ δεόμεθά σου, Κύριε· δὸς ἡμῖν χάριν καὶ δύναμιν, ἵνα καταξιωθῶμεν ψάλλειν σοι συνετῶς καὶ προσεύχεσθαι ἀδιαλείπτως ἐν φόβῳ καὶ τρόμῳ, τὴν ἑαυτῶν σωτηρίαν κατεργαζόμενοι, διὰ τῆς ἀντιλήψεως τοῦ Χριστοῦ σου. Μνήσθητι, Κύριε, καὶ τῶν ἐν νυκτὶ πρὸς σὲ βοώντων· ἐπάκουσον αὐτῶν καὶ ἐλέησον καὶ σύντριψον ὑπὸ τοὺς πόδας αὐτῶν τοὺς ἀοράτους καὶ πολεμίους ἐχθρούς.
Σὺ γὰρ εἶ ὁ Βασιλεύς τῆς εἰρήνης καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κοντάκιον
Ἦχος β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Τὸ Χαῖρε ταῖς Μυροφόροις φθεγξάμενος, τὸν θρῆνον τῆς προμήτορος Εὔας κατέπαυσας, τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, τοῖς Ἀποστόλοις δὲ τοῖς σοῖς κηρύττειν ἐπέταξας, ὁ Σωτὴρ ἐξανέστη τοῦ μνήματος.

Κοντάκιον τοῦ τιμίου Σταυροῦ
Ἦχος πλ. δ'
Ὦ τρισμακάριστε Σταυρὲ καὶ Πανσεβάσμιε, σὲ ἀνυμνῶν καὶ προσκυνῶν νῦν ἁγιάζομαι, ἐν ᾧ Χριστὸς ἀνυψούμενος κόσμον ἔσωσεν, ἀλλὰ πρόφθασον καὶ σῶσον τῇ δυνάμει σου, καὶ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε Ξύλον μακάριον.
Ὁ Οἶκος
Ἀνοιξόν μου τὸ στόμα, Βασιλεῦ τῶν αἰώνων, καταύγασόν μου τὸν νοῦν καὶ τὰς φρένας, καὶ ἁγίασον μου τὴν ψυχήν, ἵνα ὑμνήσω Λόγε τὸ σεπτὸν ξύλον σου, κατάπεμψον τὸ Πνεῦμά σου καὶ δίδαξον με, ἵνα πόθῳ κραυγάζω.
Χαῖρε, Σταυρὲ οἰκουμένης δόξα, χαῖρε, Σταυρὲ Ἐκκλησίας κράτος.
Χαῖρε, ἱερέων προπύργιον ἄσειστον, χαῖρε, βασιλέων διάδημα τίμιον.
Χαῖρε, σκῆπτρον τοῦ παντάνακτος Δημιουργοῦ τοῦ παντός, χαῖρε, ὅτι κατεδέξατο προσπαγῆναί σοι Χριστός.
Χαῖρε, τῶν θλιβομένων παραμύθιον μέγα, χαῖρε, τῶν ἐν πολέμοις τὸ ἀήττητον ὅπλον.
Χαῖρε, Σταυρέ, Ἀγγέλων εὐπρέπεια, χαῖρε, Σταυρέ, πιστῶν ἡ ἀντίληψις
Χαῖρε, δι' οὗ κατεπόθη ὁ ᾍδης, χαῖρε, δι' οὗ ἐξανέστημεν πάντες.
Χαῖρε, Ξύλον μακάριον.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν ἑορτάζομεν τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ Τιμίου Σταυροῦ, ἐπὶ Κωνσταντίου Βασιλέως, υἱοῦ τοῦ Μεγάλου Κωνσταντίνου, καὶ Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων.
Στίχοι
Σταυροῦ παγέντος, ἡγιάσθη γῆ πάλαι.
Καὶ νῦν φανέντος, ἡγιάσθη καὶ πόλος.
Ἑβδομάτῃ Σταυροῖο τύπος πόλῳ ἀμφετανύθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀκακίου.
Στίχοι
Εἴπερ τις ἄλλος, ἐν χορῷ τῶν Μαρτύρων,
Κάλλιστος Ἀκάκιος ἐκτμηθεὶς ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Κοδράτου καὶ τῶν σὺν αὐτῷ.
Στίχοι
Ζωμοὺς χύτρας σὴς τοὺς ἱδρῶτας, Κοδρᾶτε,
Ἅλατι τμηθεὶς αἱμάτων παραρτύεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Ἰωάννου τοῦ Ψυχαΐτου.
Στίχοι
Ψυχῆς μόνης σὺ τὴν σχέσιν φέρων Πάτερ,
Ψυχαΐτης κέκλησαι ἐνδίκως μάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Μαξίμου.
Στίχοι
Λίθοις ἐπιβὰς Μάξιμος μεγαλόνους,
Ἀνῆλθε χαίρων οὐρανοῦ εἰς τὸ πλάτος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨΔΗ ΕΒΔΟΜΗ
ΠΡΟΣΕΥΧΗ τῶν ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ
(Δανιήλ, Κεφ. γ')
Ἀρχὴ·
Αἶνος φλόγα σβέννυσι τῶν τριῶν Νέων.
Τῶν Πατέρων καὶ ἡμῶν Θεὸς, εὐλογητὸς εἶ.

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας.
Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθεῖς.
Καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα, ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν Πατέρων ἡμῶν Ἱερουσαλήμ, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα ἐφ' ἡμᾶς, διὰ τὰς ἁμαρτίας ἡμῶν.
Ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ, καὶ ἐξημάρτομεν ἐν πᾶσι, καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθώς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται.
Καὶ πάντα ὅσα ἐποίησας ἡμῖν, καὶ πάντα ὅσα ἐπήγαγες ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν.
Καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα ἡμῶν, αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε.
Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου τὸ ἅγιον, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, διὰ Ἀβραὰμ τόν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσραὴλ τὸν ἅγιόν σου.
Οἷς ἐλάλησας πληθῦναι τὸ σπέρμα αὐτῶν, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.
Ὅτι, Δέσποτα, ἑσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καὶ ἐσμεν ταπεινοὶ ἐν πάσῃ γῇ σήμερον, διὰ τὰς ἁμαρτίας ἡμῶν.
Καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων, καὶ προφήτης, καὶ ἡγούμενος, οὐδὲ ὁλοκαύτωσις, οὐδὲ θυσία, οὐδὲ προσφορά, οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου, καὶ εὑρεῖν ἔλεος.
Ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν.
Ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων, καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων, οὕτω γενέσθω ἡ θυσία ἡμῶν εὐπρόσδεκτος ἐνώπιόν σου σήμερον, καὶ ἐκτελείσθω ὄπισθέν σου· ὅτι αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σέ.
Καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ, καὶ φοβούμεθά σε, καὶ ζητοῦμεν τὸ πρόσωπόν σου, μὴ καταισχύνῃς ἡμᾶς. Ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου.
Ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου, καὶ δὸς δόξαν τῷ ὀνόματί σου, Κύριε.
Καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακά, καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη.
Καὶ γνώτωσαν ὅτι σὺ εἶ Κύριος, Θεὸς μόνος καὶ ἔνδοξος, ἐφ' ὅλην τὴν οἰκουμένην.
Καὶ οὐ διέλιπον οἱ ἐμβαλόντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως, καίοντες τὴν κάμινον νάφθῃ καὶ πίσσῃ καὶ στυππίῳ καὶ κληματίδι.
Καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα, καὶ διώδευσε, καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων.
Ὁ δὲ ἄγγελος Κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινον, καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου.
Καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον, καὶ οὐχ ἥψατο αὐτῶν καθόλου τὸ πῦρ, οὐδὲ ἐλύπησεν, οὐδὲ παρηνώχλησεν αὐτούς.
Τότε οἱ Τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν καὶ ἐδόξαζον τὸν Θεὸν ἐν τῇ καμίνῳ, λέγοντες·
(Ἡ τῶν Τριῶν ὕμνησις, ἣν ᾖδον Νέοι)
Εἰς Στίχους η'

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον, τὸ ὑπερύμνητον καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας.
Εἰς Στίχους ς'
Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου, ὁ ὑπερύμνητος, καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Εἰς Στίχους δ'
Τέλος· Εὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Δόξα... Καὶ νῦν...

Κανών γ', ᾨδὴ ζ', τῶν Μυροφόρων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Τὰ Χερουβὶμ μιμούμενοι, Παῖδες ἐν τῇ καμίνῳ, ἐχόρευον βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες, ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν, ὁ ὑπερύμνητος, καὶ δεδοξασμένος εἰς πάντας τοὺς αἰῶνας.

Σὺ ὡς φιλάνθρωπος θέλων, πάντας σῶσαι ἐκ πλάνης, οὓς ἔπλασας, ἠνέσχου, προσηλωθῆναι τῷ σταυρῷ, ἵνα τὴν συγχωσθεῖσαν εἰκόνα τοῖς πάθεσι, ταύτην τῇ σαρκὶ σου ἀνανεώσῃς Σωτήρ, καὶ ᾍδην καθελών, συνεξανέστησας, καὶ τοὺς θανόντας σεαυτῷ.

Ἐν τῷ σταυρῷ ὑψούμενος πάντας προσεκαλέσω, πρὸς σεαυτὸν οἰκτίρμον ὡς ἐπηγγείλω ἀγαθέ, ὅτι ἐν ἀληθείᾳ ταῦτα πάντα, διὰ τὰς ἁμαρτίας ἡμῶν παθεῖν ηὐδόκησας· ὅθεν καὶ τῷ Λῃστῇ, τὰς τοῦ Παραδείσου πύλας ἠνέῳξας Σωτήρ.

Σὺ τὸν ναὸν τοῦ σώματος ἤγειρας τὸν λυθέντα, τριήμερον ἐκ τάφου, ὡς ἐπηγγείλω ἀγαθέ, ἵνα ἐν ἀληθείᾳ γνωρίσῃς τὴν δόξαν σου, ἣν ἡμῖν πηγάζεις διὰ τῆς πίστεως, δεσμίους ἀφελῶν οὓς κατεῖχε πάλαι ᾍδης πεπεδημένους.

Ὢ Ἰουδαίων ἄνοια! ὢ μανία ἀνόμων! Τί ἄπιστον ἰδόντες, οὐκ ἐπιστεύσατε Χριστῷ; ὅτι τοὺς ἀσθενοῦντας ἐν λόγῳ οὐκ ἤγειρεν, ἢ ὅτι πάντα κόσμον αὐτὸς οὐκ ἔσωσε; Πεισάτωσαν ὑμᾶς κἂν οἱ στρατιῶται, οἱ ἀναστάντες ἐκ νεκρῶν.

Οἱ νεκρωθέντες φύλακες, νῦν λεγέτωσαν, ὅπως ἐκλάπη ὃν οὐκ εἶδον, οἱ ἀγνώμονες παντί. Εἰ γὰρ ἐξαναστάντα οὐκ εἶδον, οὐκ ᾔσθοντο, πῶς κλαπέντα οὕτω νοῆσαι εἶχόν ποτε: Πεισάτωσαν ὑμᾶς, κἂν ὁ λίθος οὗτος, καὶ τὰ ἐντάφια Χριστοῦ.

Τί ὡς νεκρὸν φυλάττετε; τί σφραγῖδας τῷ λίθῳ τεθήκατε; Ἑβραῖοι, φόβον φοβούμενοι κλοπῆς, ἰδοὺ ἐν ἀληθείᾳ ὁ τάφος ἐσφράγισται, πῶς οὖν ἐξανέστη, εἰ μὴ Θεός ἦν ὁ Χριστός; Πεισάτωσαν ὑμᾶς οἱ ἐξαναστάντες, καὶ ὁραθέντες τοῖς πολλοῖς.
Δόξα...
Σὺν τῷ Πατρὶ δοξάζομεν, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, βοῶντες, ἀκαταπαύστῳ τῇ φωνῇ· Τριὰς μοναδικὴ οὐσία, ἐλέησον, σῶσον πάντας, ἡ ἐν τρισὶ προσώποις μονάς, οἰκτίρησον ἡμᾶς, ὁ δεδοξασμένος Θεὸς εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Ἐν τῇ γαστρί σου Ἄχραντε, πῶς ἐχώρησας βρέφος, ὃν τρέμουσι δυνάμεις, αἱ τῶν Ἀγγέλων ὡς Θεόν; εἰ μὴ ὡς ἠβουλήθη, ὡς οἶδεν, ἐσκήνωσε, πάντας θέλων, σῶσαι τοὺς ἐξ Ἀδὰμ γηγενεῖς, λύσας τὸν Ἀδὰμ τῆς ἀρᾶς ἐκείνης, τῆς διὰ βρώσεως πικρᾶς.

Κανών α', ᾨδὴ ζ', τοῦ τιμίου Σταυροῦ
Ἦχος δ'
Ὁ διασώσας ἐν πυρὶ ΤΟ ΑΚΟΥΤΕ
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ, Ἥλιος μεσούσης ἡμέρας, ὃν καθορῶν ὁ αἰσθητός, τὰς ἀκτῖνας συνέστειλεν ἥλιος, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Ὁ τῷ θεόπτῃ ἐν πυρί, πάλαι ὁμιλήσας καὶ γνόφῳ, σταυροφανεῖ δὲ ἀστραπῇ, ὡς Θεὸς δοξαζόμενος σήμερον, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Τὸ ἐκ φωτὸς καὶ ἐν φωτί, φῶς συναϊδίως ἐκλάμπον, καὶ τῷ ἀχράντῳ σου φωτί, τοῦ Σταυροῦ σου δοξάσας τὸ τρόπαιον, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον
Τὴν ἀλοχεύτως ἐν γαστρί, καὶ ὑπερφυῶς δεξαμένην, τὸν ἀναλλοίωτον Θεόν, εὐσπλαγχνίᾳ βροτοῖς ὁμιλήσαντα, εὐσεβῶς ἀνυμνήσωμεν, ὡς Μητέρα τοῦ Ὑψίστου εἰς τούς αἰῶνας.

ᾨΔΗ ΟΓΔΟΗ
ΥΜΝΟΣ τῶν ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ
Ἀρχὴ·
Τὸν Δεσπότην ὕμνησον ἡ κτιστῶν φύσις.
Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε ὕδατα, πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ δυνάμεις Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶ ἡμέραι, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, πὺρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, πηγαί, θάλασσα καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εἰς Στίχους η'
Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραήλ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εἰς Στίχους ς'
Εὐλογεῖτε, Ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εἰς Στίχους δ'
Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία καὶ Μισαήλ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον, ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.
Δόξα... Καὶ νῦν...

Κανών γ', ᾨδὴ η', τῶν Μυροφόρων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει προτυπώσαντα ποτέ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Αἱ τοῦ ἡλίου αὐγαί, συνεστέλλοντο φόβῳ, τῶν Χριστοῦ παθημάτων, καὶ ἀνίσταντο νεκροί, καὶ ὄρη ἐκλονεῖτο, καὶ ἐδονεῖτο ἡ γῆ, καὶ ᾍδης ἐγυμνοῦτο.

Οἱ ἐν καμίνῳ ποτέ, τρισμακάριοι Παῖδες, ἀνυψοῦντες τὰς χεῖρας, προετύπουν ἀγαθέ, τὸν ἄχραντον Σταυρόν σου, δι' οὗ καθεῖλες Χριστέ, ἐχθροῦ τὴν δυναστείαν.

Ὦ Ἰουδαῖοι τυφλοί, πλάνοι καὶ παραβάται, οἱ Χριστοῦ τῇ Ἐγέρσει, ἀπειθοῦντες ὡς ψευδεῖ; τί ἄπιστον ὁρᾶτε; ὅτι ἀνέστη Χριστός, ὁ τοὺς νεκροὺς ἐγείρας;

Ὦ Ἰουδαῖοι ἐχθροί, κἂν ἡμῖν ἀπιστεῖτε, τοὺς ὑμῶν στρατιώτας, ἐρωτήσατε ὑμεῖς, τί ἔπαθον ἐκεῖνοι; τίς ὁ κυλίσας χερσί, τὸν λίθον τοῦ μνημείου;

Τίς ὁ ξηράνας συκῆν; τίς δὲ τὴν ξηρανθεῖσαν, ἰασάμενος χεῖρα; τίς ὁ χορτάσας ποτέ, τὰ πλήθη ἐν ἐρήμῳ; εἰμὴ Χριστὸς ὁ Θεός, ὁ τοὺς νεκροὺς ἐγείρας.

Τίς ὁ φωτίσας τυφλούς, καὶ λεπροὺς ἐκκαθάρας, καὶ χωλοὺς ἀνορθώσας, καὶ πεζεύσας ὡς ξηράν, τὴν θάλασσαν ἀβρόχως; εἰ μὴ Χριστὸς ὁ Θεός, ὁ τοὺς νεκροὺς ἐγείρας.

Τίς ὁ ἐγείρας νεκρόν, τεταρταῖον ἐκ τάφου, καὶ τῆς χήρας τὸν υἱόν; τίς ὁ σφίγξας ὡς Θεός, παράλυτον ἐν κλίνῃ; εἰ μὴ Χριστὸς ὁ Θεός, ὁ τοὺς νεκροὺς ἐγείρας.

Κράζει ὁ λίθος αὐτός, αἱ σφραγῖδες βοῶσιν, ἃς ὑμεῖς ἐπιθέντες, κατεστήσατε φρουροὺς φυλάσσοντας τὸ μνῆμα. Ὄντως ἀνέστη Χριστός, καὶ ζῇ εἰς τοὺς αἰῶνας.

Ὄντως ἀνέστη Χριστός, ἐσκυλεύθη ὁ ᾍδης, ἐνεκρώθη ὁ ὄφις, ἐλυτρώθη ὁ Ἀδάμ, ἐσώθησαν οἱ κάτω. Τί ἀπιστεῖτε λοιπόν, ἐχθροὶ καὶ παραβάται;
Δόξα...
Σὺν τῷ Πατρὶ τὸν Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα, ἐν Θεότητι μιᾷ, δοξάζομεν βοῶντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Ἐν τῇ γαστρί σου Ἁγνή, τὸν ἀείζωον ἄρτον, φυραθέντα ἀφύρτως, ἐν φυράματι ἡμῶν, ἐγέννησας ἀτρέπτως, ἕνα Χριστὸν τὸν Θεόν, ἐν δυσὶ ταῖς οὐσίαις.

Κανών α', ᾨδὴ η', τοῦ τιμίου Σταυροῦ
Ἦχος δ'
Τὸν ἐν μορφῇ Ἀγγέλου ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἐπὶ θρόνου δόξης ὁραθέντα, καὶ ἐν ξύλῳ Σταυροῦ καθηλωθέντα, οὐσίᾳ σαρκός· ὑμνεῖτε Παῖδες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὸν ἐν φωτὶ ἀχράντῳ τυπωθέντα, καὶ ἐκλάμψαντα Σταυρὸν ἐπὶ τὸ ὄρος τὸ ἅγιον· ὑμνεῖτε Παῖδες, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δοξολογοῦντες ἕνα τῆς τριάδος, τὸν τῇ αἴγλῃ τοῦ Σταυροῦ τὴν οἰκουμένην φωτίσαντα, ὑμνεῖτε Παῖδες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Τὴν ἀπορρήτῳ λόγῳ συλλαβοῦσαν, καὶ τεκοῦσαν τὴν χαρὰν τῇ οἰκουμένῃ, Χριστὸν τὸν Θεόν, ὑμνεῖτε Παῖδες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν μορφῇ Ἀγγέλου ὁραθέντα, ἐν καμίνῳ τοῦ πυρὸς τοῖς ὑμνολόγοις, Χριστὸν τὸν Θεόν, ὑμνεῖτε Παῖδες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας».

Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.

ᾨΔΗ ΕΝΑΤΗ
ᾨΔΗ τῆς ΘΕΟΤΟΚΟΥ
(Ἐκ τοῦ κατὰ Λουκᾶν, Κεφ. α', 47-55)

Τὸν Υἱὸν ὑμνεῖ καὶ Θεόν, Μήτηρ Κόρη.
Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνωμεν.

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐποίησε Κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
ΠΡΟΣΕΥΧΗ ΖΑΧΑΡΙΟΥ
ΤΟΥ ΠΑΤΡΟΣ τοῦ ΠΡΟΔΡΟΜΟΥ
(Λουκ, Κεφ. α' 68)
Ἀρχὴ·
Ὁ Ζαχαρίας εὐλογεῖ παιδὸς τόκον.
Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ.
Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ.
Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων, τῶν ἀπ΄ αἰῶνος Προφητῶν αὐτοῦ.
Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς.
Ποιῆσαι ἔλεος μετὰ τῶν Πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ.
Εἰς Στίχους η'
Ὅρκον, ὃν ὤμοσε πρὸς Ἀβραὰμ τόν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας.
Λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.
Εἰς Στίχους ς'
Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.
Τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν.
Εἰς Στίχους δ'
Ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις.
Τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
Δόξα... Καὶ νῦν...

Κανών γ', ᾨδὴ θ', τῶν Μυροφόρων
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν ὑπερφυῶς σαρκὶ συλλαβοῦσαν ἐν γαστρί, τὸν ἐκ Πατρὸς ἀχρόνως, προεκλάμψαντα Λόγον, ἐν ὕμνοις ἀσιγήτοις, μεγαλύνωμεν πιστοί».

Τὸν ἐν τῷ Σταυρῷ Λῃστήν, ἐπιγνόντα σε Θεόν, κληρονόμον εἰργάσω, νοητοῦ Παραδείσου, τὸ Μνήσθητι βοῶντα, παντοδύναμε Σωτήρ.

Ἐρραπίσθης δι' ἡμᾶς, ἐνεπτύσθης Ἰησοῦ, ὑπὸ τῶν παρανόμων, ὁ τὰς πλάκας τοῦ νόμου, χαράξας ἐν Σιναίῳ, τῷ θεράποντι Μωσεῖ.

Ὄξος καὶ χολὴν Σωτήρ, ἐποτίσθης δι' ἡμᾶς, ὁ δοὺς ἡμῖν τὸ Σῶμα, καὶ τὸ τίμιον Αἷμα, εἰς βρῶσίν τε καὶ πόσιν, αἰωνίου σου ζωῆς.

Τὴν ζωοποιὸν πλευράν, λόγχῃ κεντηθεὶς Χριστέ, τὸ ἄχραντόν σου Αἷμα, καὶ τὸ τίμιον Ὕδωρ, ἐπήγασας τῷ κόσμῳ, ὡς ἀείζωον πηγήν.

Ἑλογίσθης ἐν νεκροῖς, ὁ ζωώσας τοὺς νεκρούς, ἐν τάφῳ κατετέθης, ὁ κενώσας τοὺς τάφους, ἐσκύλευσας τὸν ᾍδην, ἀναστήσας τὸν Ἀδάμ.

Ἐξανέστης Ἰησοῦ, ἐδεσμεύθη ὁ ἐχθρός, ἐσκυλεύθη ὁ ᾍδης, ἐγυμνώθησαν τάφοι, ἠγέρθησαν οἱ κάτω, προσκυνοῦντές σε Χριστέ, ὁ κλέψας τὸν νεκρόν.

Τίς, μάλιστα δὲ καὶ γυμνόν; τί πλανᾶσθε Ἑβραῖοι; ὁ Χριστὸς ἐξανέστη, καὶ λέλυνται τοῦ ᾍδου, τὰ δεσμὰ καὶ οἱ μοχλοί.

Δόξα σοι Χριστὲ Σωτήρ, ὁ πηγάσας τὴν ζωήν, καὶ τὸ φῶς ἀνατείλας, τοῖς ἐν σκότει ἀγνοίας, καὶ πᾶσαν καταλάμψας, τῇ Ἐγέρσει σου τὴν γῆν.

Ὁ εὐσχήμων βουλευτής, ἀνυμνείσθω Ἰωσήφ, μετὰ τῶν Μυροφόρων, καὶ τῶν θείων Μαθητῶν, ὡς κήρυξ ὢν καὶ οὗτος, τῆς Ἐγέρσεως Χριστοῦ.

Ἰωσὴφ τὸν θαυμαστόν, εὐφημήσωμεν πιστοί, συνάμα Νικοδήμῳ, καὶ πισταῖς Μυροφόροις, ὁ Κύριος ἀνέστη, ἐκβοῶντες ἀληθῶς.
Δόξα...
Ἄναρχος εἶ ὁ Πατήρ, ἄκτιστος εἶ ὁ Υἱός, σύνθρονον καὶ τὸ Πνεῦμα, ἓν τὰ τρία τῇ φύσει, καὶ τρία τοῖς προσώποις, εἷς Θεὸς ἀληθινός.
Καὶ νῦν... Θεοτοκίον
Εὐφραινέσθω Ἰεσσαί, χορευέτω καὶ Δαυΐδ· ἰδοὺ γὰρ ἡ Παρθένος, ἡ θεόφυτος ῥάβδος, ἐβλάστησε τὸ ἄνθος, τὸν ἀείζωον Χριστόν.

Κανών α', ᾨδὴ θ', τοῦ τιμίου Σταυροῦ
Ἦχος δ'
Λίθος ἀχειρότμητος ΤΟ ΑΚΟΥΤΕ
Ὁ πάλαι πυρί τε καὶ γνόφῳ, τῷ ἀπειθεῖ νομοθετήσας, νῦν τῷ πιστοτάτῳ σου λαῷ, τὸν τοῦ Σταυροῦ σου τύπον διέγραψας, ὑπὲρ φωστῆρας λάμποντα· ὃν ἐπαξίως μεγαλύνομεν.

Ἐπένθησε ζόφῳ ἡ κτίσις, τῶν σταυρωσάντων σὲ τὴν τόλμαν, νὺν εὐπρεπεστάτῳ δὲ φωτί, ὁ ζωηφόρος λάμψας Σταυρός σου Χριστέ, τῆς Ἐκκλησίας ἔδειξε, τὴν κεκρυμμένην ὡραιότητα.

Ἐκ σοῦ τὰς ἐλπίδας ἀνάψας, ὁ περιούσιος λαός σου, σοὶ πρὸς ἱκεσίαν τὸν Σταυρόν, καὶ τὸ φρικτόν σου αἷμα προβάλλεται, ἀλλ' εὐμενῶς ἐπίνευσον, πρὸς τὴν ἡμῶν Παντάναξ λύτρωσιν.
Θεοτοκίον
Φώτισον ἡμᾶς ἡ τεκοῦσα, φῶς τὸ ἀπρόσιτον Παρθένε, ἔμπλησον ἡμᾶς εὐφροσύνης, καὶ θυμηδίας καὶ θείας γνώσεως, τοὺς καθαρᾷ καρδίᾳ σε, εὐσεβοφρόνως μακαρίζοντας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΕΥΧΗ ΙΑ’
Ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, ὁ τας νοερὰς καὶ λογικὰς ὑποστησάμενος δυνάμεις τῷ σῷ θελήματι, σοῦ δεόμεθα καὶ σὲ ἱκετεύομεν, πρόσδεξαι ἡμῶν μετὰ τῶν κτισμάτων σου πάντων τὴν κατὰ δύναμιν δοξολογίαν καὶ ταῖς πλουσίαις τῆς σῆς ἀγαθότητος ἀντάμειψαι δωρεαῖς· ὅτι σοὶ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖ τὴν ἀκατάληπτόν σου δόξαν· μόνος γὰρ εἶ Θεὸς ἀληθινὸς καὶ πολυέλεος.
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐξαποστειλάριον
Ἦχος β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Γυναῖκες ἀκουτίσθητε, φωνὴν ἀγαλλιάσεως, Τύραννον ᾍδην πατήσας, φθορᾶς ἐξήγειρα κόσμον, δράμετε φίλοις εἴπατε, τοῖς ἐμοῖς εὐαγγέλια· βούλομαι γὰρ τὸ πλάσμα μου, χαρὰν ἐκεῖθεν αὐγάσαι, ἐξ ἧς προῆλθεν ἡ λύπη. (Δίς)
Ἐξαποστειλάριον τοῦ τιμίου Σταυροῦ
Ἦχος β'
Σταυρός, ο φύλαξ πάσης ΤΟ ΑΚΟΥΤΕ
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, βασιλέων τὸ κραταίωμα, Σταυρός, πιστῶν τὸ στήριγμα, Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.

Ἦχος β'
ΑΙΝΟΙ
ΨΑΛΜΟΣ ΡΜΗ' (148)

(Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.) Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· (Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.)
Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· (Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.)
Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.
ΨΑΛΜΟΣ ΡΜΘ' (149)
ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.
Στιχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
ΨΑΛΜΟΣ ΡΝ' (150)
Στιχ.
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Στιχηρὰ
Ἦχος β'
Ἀναστάσιμον
Πᾶσα πνοὴ καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξης τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Στιχηρὰ
Ἦχος β'
Ἀναστάσιμον
Πᾶσα πνοὴ καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξης τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Κατανυκτικὸν
Τῶν πεπραγμένων μοι δεινῶν ἐννοῶν τὰ ἄτοπα, ἐπὶ τοὺς σοὺς καταφεύγω οἰκτιρμούς, Τελώνην μιμούμενος, καὶ Πόρνην τὴν δακρύσασαν, καὶ τὸν Ἄσωτον Υἱόν· διὸ καὶ προσπίπτω σοι ἐλεῆμον, πρίν με καταδικάσῃς, φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος β'
Μαρτυρικὸν
Ὑπὲρ Χριστοῦ παθόντες μέχρι θανάτου, ὦ Ἀθλοφόροι Μάρτυρες, ψυχὰς μὲν ἔχετε εἰς οὐρανοὺς ἐν χειρὶ Θεοῦ, καὶ κατὰ κόσμον ὅλον δορυφορεῖται ὑμῶν τὰ λείψανα, Ἱερεῖς καὶ βασιλεῖς προσκυνοῦσι, καὶ λαοὶ πάντες ἐπαγαλλόμενοι, συνήθως βοῶμεν· Ὕπνος τίμιος, ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.
Δόξα...
Καὶ νῦν...
Ἦχος α'
Ἦλθον ἐπὶ τὸ μνημεῖον, ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, ζητοῦσαι τὸν Κύριον, καὶ τὸν Ἄγγελον εἶδον, ὡσεὶ ἀστραπήν, καθεζόμενον ἐπὶ τὸν λίθον, καὶ λέγοντα αὐταῖς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν τεθνεώτων, ἀνέστη, καθὼς εἶπεν, ἐν Γαλιλαίᾳ αὐτὸν εὑρήσετε. Πρὸς ὃν βοήσωμεν· ὁ ἀναστὰς ἐκ νεκρῶν Κύριε, δόξα σοι.
ΕΥΧΗ ΙΒ’
Αἰνοῦμεν, ὑμνοῦμεν, εὐλογοῦμεν καὶ εὐχαριστοῦμεν σοι, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὅτι παρήγαγες τὴν σκιὰν τῆς νυκτὸς καὶ ἔδειξας ἡμῖν πάλιν τὸ φῶς τῆς ἡμέρας· ἀλλ᾽ ἱκετεύομεν τὴν σὴν ἀγαθότητα· ἱλάσθητι ταῖς ἀμαρτίαις ἡμῶν καὶ πρόσδεξαι τὴν δέησιν ἡμῶν ἐν τῇ μεγάλῃ σου εὐσπλαγχνίᾳ, ὅτι πρὸς σὲ καταφεύγομεν, τὸν ἐλεήμονα καὶ παντοδύναμον Θεόν· λάμψον ἐν ταῖς καρδίαις ἡμῶν τὸν ἀληθινὸν ἥλιον τῆς δικαιοσύνης σου· φώτισον τὸν νοῦν ἡμῶν καὶ τὰς αἰσθήσεις ὅλας διατήρησον, ἵνα ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες τὴν ὁδὸν τῶν ἐντολῶν σου, καταντήσωμεν εἰς τὴν ζωὴν τὴν αἰώνιον· ὅτι παρὰ σοί ἐστιν ἡ πηγὴ τῆς ζωῆς καὶ ἐν ἀπολαύσει γενέσθαι καταξιωθῶμεν τοῦ ἀπροσίτου φωτός. Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Ἀναγνώστης χῦμα τὸ
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, Σοὶ πρέπει ὕμνος, Σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου, αἰτησώμεθα.
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τα καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν Ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰρήνη πᾶσι.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ δεόμεθά σου Ἅγιε Ἁγίων· ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου, καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴτι ἡμάρτομεν ἑκουσίως ἤ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου.. Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀπόστιχα τοῦ Πεντηκοσταρίου
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς
Ἦχος β'
Τριήμερος ἀνέστης ΤΟ ΑΚΟΥΤΕ
Ἐξάρξατε λαοὶ ψαλμικῶς, ὑμνήσατε Χριστὸν ἐν χαρᾷ, Πάσχα μέγα, ἐξανέτειλεν ἡμῖν ὁ ἀναστὰς ἐκ τάφου, Χριστὸς ὁ ζωοδότης, καὶ λυτρωτὴς πάσης τῆς κτίσεως.
Στίχ. Εὐδόκησας Κύριε, τὴν γῆν σου,ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.
Ἦχος β'
Τὸ Χαῖρε Μυροφόροις εἰπών, τῆς Εὔας τὸ κατάκριμα, διαλύεις εἰς χαράν, καὶ Μαθητάς, ἀναστὰς ἀποστέλλεις κηρῦξαι τὴν ἐκ τάφου, τριήμερόν σου ἐξανάστασιν.
Στίχ. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν.
Ἦχος β'
Πάσχα σεπτὸν καὶ ἅγιον, ἡμῖν Χριστὸς κατηύγασε. Δεῦτε πάντες, λαμπρυνθῶμεν τὰς ψυχάς· ἰδοὺ γὰρ νῦν ἡμέρα, ἐπέλαμψεν ἐνταῦθα, ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε.
Ἦχος β'
Ἔρραναν μύρα μετὰ δακρύων, ἐπὶ τὸ μνῆμά σου αἱ Γυναῖκες, καὶ ἐπλήσθη χαρᾶς τὸ στόμα αὐτῶν ἐν τῷ λέγειν· Ἀνέστη ὁ Κύριος.

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε,
τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')
Δόξα... Καὶ νῦν ...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον (ἐκ γ')
Δόξα... Καὶ νῦν ...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τοῦ τιμίου Σταυροῦ
Ἦχος α'
Τοῦ Σταυροῦ σου ὁ τύπος νῦν ὑπὲρ ἥλιον ἔλαμψεν, ὄνπερ ἐξ ὄρους ἁγίου, τόπῳ Κρανίου ἐφήπλωσας, καὶ τὴν ἐν αὐτῷ σου Σῶτερ ἰσχὺν ἐτράνωσας, διὰ τούτου κρατύνας καὶ τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, οὓς καὶ περίσῳζε διαπαντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
Θεοτοκίον τοῦ ῆχου α'
Ἄχραντε Θεοτόκε,
ἡ ἐν οὐρανοῖς εὐλογημένη,
καὶ ἐπὶ γῆς δοξολογουμένη,
χαῖρε Νύμφη ἀνύμφευτε.

(Ἀπόστολος καὶ Εὐαγγέλιον τῆς ἡμέρας, ἐὰν δὲ θὰ γίνει ἡ Θ. Λειτουργία)


ΔΕΥΤΕΡΑ Γ΄, ΕΒΔΟΜΑΔΟΣ
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 6:8-15;7:1-5, 47-60

Ἐν ταῖς ἡμέραις ἐκείναις, Στέφανος πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ, καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι ᾧ ἐλάλει. Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι· Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν· συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλασφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου· ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Εἶπε δὲ ὁ ἀρχιερεύς· εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν ᾿Αβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. Κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός. Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. Ἀλλ᾿ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ Προφήτης λέγει· ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα; Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ῾Αγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε· οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε. ᾿Ακούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον ἐπ᾿ αὐτόν τοὺς ὀδόντας. Ὑπάρχων δὲ πλήρης Πνεύματος ῾Αγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ ᾿Ιησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα. Κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾿ αὐτόν, καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου, καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε ᾿Ιησοῦ, δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.

Προκείμενον. Ἦχος α΄
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Στίχ. Πρὸς σε, Κύριε, κεκράξομαι ὁ Θεός μου.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 26:1, 26:12-20
Ἐν ταῖς ἡμέραις ἐκείναις Ἀγρίππας ὁ βασιλεὺς πρὸς τὸν Παῦλον ἔφη· Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. Τότε ὁ Παῦλος ἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα. Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετ' ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων, ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, Βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. Πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἐγὼ δὲ εἶπον· τίς εἶ, Κύριε; ὁ δὲ εἶπεν· ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις. Ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες ὧν τε ὀφθήσομαί σοι· ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ· ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπαγγέλλω μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
Ἀλληλούϊα. Ἦχος α΄
Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς.
Στίχ. Ὁ δὲ Θεὸς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

ΕΥΧΗ Θ’
Λάμψον, Δέσποτα φιλάνθρωπε, ἐν ταῖς καρδίαις ἡμῶν, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καὶ τοὺς τῆς διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα πάσας τὰς σαρκικὰς ἐπιθυμίας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου.
Ἐκ τοῦ κατὰ δεινός ἁγίου Εὐαγγελίου...
Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Γ΄ ΕΒΔΟΜΑΔΟΣ
Ἐκ τοῦ κατὰ Ἰωάννην, δ΄ 46 - 54

Τῷ καιρῷ ἐκείνῳ ἦν τις βασιλικὸς, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ· οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθε πρὸς αὐτὸν καὶ ἠρώτα αὐτὸν ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλε γὰρ ἀποθνῄσκειν. εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. λέγει πρὸς αὐτὸν ὁ βασιλικός· Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. λέγει αὐτῷ ὁ Ἰησοῦς· Πορεύου· ὁ υἱός σου ζῇ. καὶ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο. ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι ὁ παῖς σου ζῇ. ἐπύθετο οὖν παρ' αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχε· καὶ εἶπον αὐτῷ ὅτι χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

Δόξα σοι, Κύριε, δόξα σοι.
Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
Κύριε παντοκράτορ ὁ Θεός των πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος).
Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλει, κώμῃ), ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν του ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπέρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Σοφία! Εὐλόγησον.
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ πόλει (ἢ τῇ μονῇ, ἢ χώρᾳ, ἢ τῇ νήσῳ) ταύτῃ εἰς αἰῶνας αἰώνων. Ἀμήν.
Δόξα... Καὶ νῦν..., Κύριε ἐλέησον (γ'), Δέσποτα ἅγιε, εὐλόγησον.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς…

ὁ Ἱερεύς: πρός τόν λαόν· «Χριστός ἀνέστη».
Ὁ Λαός: «Ἀληθῶς ἀνέστη», τό αὐτό ἐπαναλαμβάνεται ἄλλας δύο φοράς καί ἀκολούθως ἐκφωνεῖ•
ὁ Ἱερεύς: Τό· «Δόξα τῇ αὐτοῦ τριημέρῳ ἐγέρσει».
Ὁ Λαός: Ἀποκρίνεται διά τοῦ· «Προσκυνοῦμεν αὐτοῦ τήν τριήμερον ἔγερσιν».
ὁ Ἱερεύς: Κατακλείει διά τοῦ· «Χριστός ἀνέστη...» (ὅλον) καί·
Ὁ Λαός: Ἀντιφωνεῖ· «Ἀληθῶς ἀνέστη ὁ Κύριος».

ΛΕΙΤΟΥΡΓΙΑ
+
Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ Πατρὸς ἡμῶν, Ἀρχιεπισκόπου (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς (πόλεως) ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος, Αὐτὸς Δέσποτα, κατὰ τὴν εὐσπλαχνίαν σου, ἐπίβλεψον ἐφ' ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον καὶ ποίησον μεθ' ἡμῶν, καί τῶν συνευχομένων ἡμῖν, πλούσια τὰ ἐλέη σου καί τοὺς οἰκτιρμούς σου.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀντίφωνον α'
Ἦχος β'
Στίχ.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ἀντίφωνον β'
Ἦχος ὁ αὐτὸς
Στίχ.
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ἀντίφωνον γ'
Ἦχος πλ. α'
Στίχ.
Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Εἰσοδικὸν
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ...

Ἀντίφωνον Α'
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. (3)

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Κύριε, ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, τὸ πλήρωμα τῆς ἐκκλησίας σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ.
Ὅτι σὸν τὸ κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀντίφωνον Β'
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, (ὁ ἀναστὰς ἐκ νεκρῶν) (ὁ ἐν Ἁγίοις θαυμαστός) ψάλλοντάς σοι, Ἀλληλούϊα. (3)
Δόξα... καὶ νῦν...
Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκοθῆναι ἐκ της ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν της Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισὶ συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος. Αὐτός καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν.
Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς Ἀγγέλων καὶ Ἀρχαγγέλων, εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν εἴσοδον ἁγίων Ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν, καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐλόγησον Δέσποτα, τὴν ἁγίαν εἴσοδον.
Εὐλογημένη ἡ εἴσοδος τῶν Ἁγίων σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Σοφία. Ὀρθοί.

Εἰσοδικὸν
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, (ὁ ἀναστὰς ἐκ νεκρῶν), ψάλλοντάς σοι Ἀλληλούϊα.

Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τοῦ τιμίου Σταυροῦ
Ἦχος α'
Τοῦ Σταυροῦ σου ὁ τύπος νῦν ὑπὲρ ἥλιον ἔλαμψεν, ὄνπερ ἐξ ὄρους ἁγίου, τόπῳ Κρανίου ἐφήπλωσας, καὶ τὴν ἐν αὐτῷ σου Σῶτερ ἰσχὺν ἐτράνωσας, διὰ τούτου κρατύνας καὶ τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, οὓς καὶ περίσῳζε διαπαντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.
Τοῦ Ναοῦ...
Κοντάκιον
Ἦχος δ'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε,
ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν,
καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός,
γυναιξὶ Μυροφόροις φθεγξάμενος.
Χαίρετε,
καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος
ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Τοῦ Κυρίου δεηθῶμεν
Ὁ Θεὸς ὁ Ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπό τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπό τῶν Χερουβεὶμ δοξολογούμενος, καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα ὁ κτίσας τὸν ἄνθρωπον κατ' εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας, ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν, καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν, ὁ καταξιώσας ἡμᾶς, τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου, καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν. Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν Τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα, ἑκούσιόν τε καὶ ἀκούσιον, ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων.
Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὸ Τρισάγιον

Κέλευσον, Δέσποτα.
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν.
Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπί τῶν Χερουβείμ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΔΕΥΤΕΡΑ Γ΄, ΕΒΔΟΜΑΔΟΣ
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 6:8-15;7:1-5, 47-60

Ἐν ταῖς ἡμέραις ἐκείναις, Στέφανος πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ, καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι ᾧ ἐλάλει. Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι· Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν· συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλασφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου· ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Εἶπε δὲ ὁ ἀρχιερεύς· εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν ᾿Αβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. Κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός. Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. Ἀλλ᾿ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ Προφήτης λέγει· ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα; Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ῾Αγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε· οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε. ᾿Ακούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον ἐπ᾿ αὐτόν τοὺς ὀδόντας. Ὑπάρχων δὲ πλήρης Πνεύματος ῾Αγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ ᾿Ιησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα. Κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾿ αὐτόν, καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου, καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε ᾿Ιησοῦ, δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.

Προκείμενον. Ἦχος α΄
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Στίχ. Πρὸς σε, Κύριε, κεκράξομαι ὁ Θεός μου.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 26:1, 26:12-20
Ἐν ταῖς ἡμέραις ἐκείναις Ἀγρίππας ὁ βασιλεὺς πρὸς τὸν Παῦλον ἔφη· Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. Τότε ὁ Παῦλος ἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα. Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετ' ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων, ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, Βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. Πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἐγὼ δὲ εἶπον· τίς εἶ, Κύριε; ὁ δὲ εἶπεν· ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις. Ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες ὧν τε ὀφθήσομαί σοι· ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ· ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπαγγέλλω μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
Ἀλληλούϊα. Ἦχος α΄
Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς.
Στίχ. Ὁ δὲ Θεὸς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Εὐλόγησον, Δέσποτα, τὸ θυμίαμα.
+Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ὁ προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ παναγίου σου Πνεύματος. Ἀμήν.

Εὐλόγησον, Δέσποτα, τὸν εὐαγγελιστήν τοῦ ἁγίου ἐνδόξου ἀποστόλου καὶ εὐαγγελιστοῦ (τοῦ δεῖνος).
+
Ὁ Θεός, διὰ πρεσβειῶν τοῦ ἁγίου, ἐνδόξου, ἀποστόλου καὶ εὐαγγελιστοῦ, δῴη σοι ῥῆμα τῷ εὐαγγελιζομένῳ δυνάμει πολλῇ, εἰς ἐκπλήρωσιν τοῦ εὐαγγελίου τοῦ ἀγαπητοῦ Υἱοῦ αὐτοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ἀμήν. Ἀμήν. Ἀμήν. Γένοιτό μοι νῦν κατά τὸ ῥῆμά σου.

Ἀπόστολε Ἅγιε καὶ εὐαγγελιστά, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

+ Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Τοῦ Κυρίου δεηθῶμεν
Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καί τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τον τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. + Εἰρήνη πᾶσι.
Καὶ τῷ πνευματί σου.
Ἐκ τοῦ κατά (τοῦ δεῖνος) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν
Δόξα σοι, Κύριε, δόξα σοι.

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Γ΄ ΕΒΔΟΜΑΔΟΣ
Ἐκ τοῦ κατὰ Ἰωάννην, δ΄ 46 - 54

Τῷ καιρῷ ἐκείνῳ ἦν τις βασιλικὸς, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ· οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθε πρὸς αὐτὸν καὶ ἠρώτα αὐτὸν ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλε γὰρ ἀποθνῄσκειν. εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. λέγει πρὸς αὐτὸν ὁ βασιλικός· Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. λέγει αὐτῷ ὁ Ἰησοῦς· Πορεύου· ὁ υἱός σου ζῇ. καὶ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο. ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι ὁ παῖς σου ζῇ. ἐπύθετο οὖν παρ' αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχε· καὶ εἶπον αὐτῷ ὅτι χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

+ Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ.
Δόξα σοι, Κύριε, δόξα σοι.

ΟΜΙΛΙΑ

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
Κύριε παντοκράτορ ὁ Θεός τῶν Πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Πατρὸς ἡμῶν, Ἀρχιεπισκόπου (τοῦ δεῖνος).
Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπέρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρά σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρά τῶν σῶν δούλων καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καί τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ' ἡμᾶς, καὶ ἐπὶ πάντα τὸν λαόν σου, ἀπεκδεχόμενον τὸ παρά σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Σοφία.
Εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεός τῶν δυνάμεων, τῷ καταξιώσαντι ἡμᾶς παραστῆναι καὶ νῦν τῷ ἁγίῳ σου θυσιαστηρίῳ καὶ προσπεσεῖν τοῖς οἰκτιρμοῖς σου ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καί τῶν τοῦ λαοῦ ἀγνοημάτων. Πρόσδεξαι, ὁ Θεός, τὴν δέησιν ἡμῶν, ποίησον ἡμᾶς ἀξίους γενέσθαι τοῦ προσφέρειν σοι δεήσεις καὶ ἱκεσίας καὶ θυσίας ἀναιμάκτους ὑπὲρ παντός τοῦ λαοῦ σου, καὶ ἱκάνωσον ἡμᾶς, οὓς ἔθου εἰς τὴν διακονίαν σου ταύτην, ἐν τῇ δυνάμει τοῦ Πνεύματός σου τοῦ Ἁγίου, ἀκαταγνώστως καὶ ἀπροσκόπτως, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ἐπικαλεῖσθαί σε ἐν παντὶ καιρῷ καὶ τόπῳ, ἵνα εἰσακούων ἡμῶν, ἵλεως ἡμῖν εἴης, ἐν τῷ πλήθει τῆς σῆς ἀγαθότητος.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Σοφία.
Πάλιν καὶ πολλάκις σοι προσπίπτομεν καί σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως, ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς, δὸς αὐτοῖς πάντοτε, μετὰ φόβου καὶ ἀγάπης λατρεύειν σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων σου μυστηρίων, καί τῆς ἐπουρανίου σου βασιλείας ἀξιωθῆναι.

Ὅπως ὑπό τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν.

Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίας καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν, ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν σοι μέγα καὶ φοβερόν, καὶ αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσιν. Ἀλλ' ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας, καί τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καί τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου Χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφεὶμ Κύριος, καὶ βασιλεύς τοῦ Ἰσραήλ, ὁ Μόνος Ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος, σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον, ἐπίβλεψον ἐπ' ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν σου, καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν σου Σῶμα καὶ τὸ τίμιον Αἷμα. Σοὶ γὰρ προσέρχομαι, κλίνας τὸν ἐμαυτοῦ αὐχένα καὶ δέομαί σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου, ἀλλ' ἀξίωσον προσενεχθῆναί σοι ὑπ' ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν.(3)
Ὡς τὸν βασιλεία τῶν ὅλων ὑποδεξόμενοι, ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. (3)

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ψαλμὸς 50

Ἥμαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ ἄσωτος υἱός, δέξαι με Πάτερ μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός.
Κράζω σοι Χριστὲ Σωτήρ, τοῦ τελώνου τὴν φωνήν, ἱλάσθητί μοι, ὥσπερ ἐκείνῳ καὶ ἐλέησόν με ὁ Θεός.
Συγχωρήσατέ μοι, ἀδελφοὶ καὶ συλλειτουργοί, ἤ (Συγχώρησόν μοι, ἀδελφὲ καὶ συλλειτουργέ).

Τοῖς μισοῦσι καὶ ἀγαπῶσιν ἡμᾶς, ὁ Θεός, συγχώρησον.

Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με. (3)

Ἔπαρον, Δέσποτα.

Ἐν εἰρήνῃ ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον.
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.

Ὡς τὸν βασιλεία τῶν ὅλων ὑποδεξόμενοι.

Πάντων ὑμῶν, (καὶ πάντων, τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν), μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ Αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.

τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. τοῦ εὐσεβους ἡμῶν Ἔθνους καὶ πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ, τῶν κατοικούντων καὶ παρεπιδημούτων ἐν τῇ (πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἱεροῦ ναοῦ τούτου καὶ πάντων ἡμῶν τῶν προσελθόντων εἰς τὴν θείαν μυσταγωγίαν ταύτην.
τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων, ἀνακαινιστῶν καὶ ἀφιερωτῶν τοῦ ἱεροῦ ναοῦ τούτου, τῶν ὑπὲρ πίστεως καὶ πατρίδος ἀγωνισαμένων καὶ πεσόντων καὶ πάντων τῶν ἐπ' ἐλπίδι ἀναστάσεως, ζωῆς αἰωνίου, κεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Της ἱερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Της διακονίας σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπό τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.
Ἀγάθυνον, Δέσποτα.
Ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλημ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους (3) καὶ ἐλέησόν με ὁ Θεός.

Μνήσθητί μου, Ἀδελφὲ καὶ συλλειτουργέ.
Της ἱερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Εὖξαι ὑπὲρ ἐμοῦ, Δέσποτα Ἅγιε.
+ Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.
• Αὐτὸ τὸ Πνεῦμα συλλειτουργήσει ἡμῖν πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν καὶ φωτίσει τὴν σὴν αἰδεσιμότητα.
• Μνήσθητί μου, Δέσποτα Ἅγιε.

Της διακονίας σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

...Ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Ὑπέρ τῶν προτεθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου καί τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος ἅγιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρά τῶν ἐπικαλουμένων σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν καὶ προσάγαγε τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ ἱκάνωσον ἡμᾶς προσενεγκεῖν σοι δῶρα τε καὶ θυσίας πνευματικὰς ὑπέρ τῶν ἡμετέρων ἁμαρτημάτων καί τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ καταξίωσον ἡμᾶς εὑρεῖν χάριν ἐνώπιόν σου, τοῦ γενέσθαι σοι εὐπρόσδεκτον τὴν θυσίαν ἡμῶν, καὶ ἐπισκηνῶσαι τὸ Πνεῦμα τῆς χάριτός σου τὸ ἀγαθόν ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα καὶ ἐπὶ πάντα τὸν λαόν σου.
Διά τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
+ Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.
Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου.

Ὁ Χριστὸς ἐν μέσῳ ἡμῶν. Καὶ ἦν, καὶ ἔστι καὶ ἔσται.
Τὰς θύρας, τὰς θύρας. Ἐν σοφίᾳ πρόσχωμεν.

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕναν Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν Μονογενῆ, τον ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῶ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν.
Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἕν Βάπτισμᾳ εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου, πρόσχωμεν, τὴν ἁγίαν ἀναφοράν, ἐν εἰρήνῃ προσφέρειν.
Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.
+ Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καί Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.
Καὶ μετά τοῦ πνεύματός σου.
Ἄνω σχῶμεν τὰς καρδίας.
Ἔχομεν πρὸς τὸν Κύριον.
Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Ἄξιον καὶ δίκαιόν ἐστι.
Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ αἰνεῖν, σοὶ εὐχαριστεῖν, σὲ προσκυνεῖν ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Σὺ γὰρ εἶ Θεὸς ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὤν, ὡσαύτως ὤν, σὺ καὶ ὁ μονογενής σου Υἱός, καὶ τὸ Πνεῦμα σου τὸ Ἅγιον. Σὺ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παρήγαγες, καὶ παραπεσόντας ἀνέστησας πάλιν καὶ οὐκ ἀπέστης πάντα ποιῶν, ἕως ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγες, καὶ τὴν βασιλείαν σου, ἐχαρίσω τὴν μέλλουσαν. Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμέν σοι, καὶ τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ Πνεύματί σου τῷ Ἁγίῳ. Ὑπὲρ πάντων, ὧν ἴσμεν, καὶ ὧν οὐκ ἴσμεν, τῶν φανερῶν καὶ ἀφανῶν εὐεργεσιῶν, τῶν εἰς ἡμᾶς γεγενημένων. Εὐχαριστοῦμεν σοι καὶ ὑπέρ τῆς λειτουργίας ταύτης, ἣν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι καταξίωσας, καίτοι Σοι παρεστήκασι χιλιάδες Ἀρχαγγέλων καὶ μυριάδες Ἀγγέλων, τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, ἑξαπτέρυγα, πολυόμματα, μετάρσια, πτερωτά.

Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα, καὶ λέγοντα,

Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ, Πλήρης, ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσσανὰ ὁ ἐν τοῖς ὑψίστοις.

Μετὰ τούτων καὶ ἡμεῖς τῶν μακαρίων δυνάμεων, Δέσποτα φιλάνθρωπε, βοῶμεν καὶ λέγομεν, Ἅγιος εἶ καὶ πανάγιος, σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμα σου τὸ Ἅγιον. Ἅγιος εἶ καὶ πανάγιος καὶ μεγαλοπρεπὴς ἡ δόξα σου, ὃς τὸν κόσμον σου οὕτως ἠγάπησας, ὥστε τὸν Υἱόν σου τὸν μονογενῆ δοῦναι, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλυται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. 'Ὃς ἐλθὼν καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας, τῇ νυκτί, ᾗ παρεδίδοτο, μᾶλλον δὲ ἑαυτὸν παρεδίδου ὑπέρ τῆς τοῦ κόσμου ζωῆς, λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσίν, εὐχαριστήσας καὶ εὐλογήσας, ἁγιάσας, κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐτοῦ Μαθηταῖς καὶ Ἀποστόλοις, εἰπὼν·

Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ἀμήν.
Ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων·
Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ Αἷμα μου, τὸ τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ ἡμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ἀμήν.
Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς, καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γεγενημένων, τοῦ σταυροῦ, τοῦ τάφου, τῆς τριημέρου ἀναστάσεως, τῆς εἰς οὐρανούς ἀναβάσεως, τῆς ἐκ δεξιῶν καθέδρας, τῆς δευτέρας καὶ ἐνδόξου πάλιν παρουσίας.

Τὰ Σὰ ἐκ τῶν Σῶν, σοὶ προσφέρομεν κατὰ πάντα, καὶ διὰ πάντα.

Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.
Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα, καὶ ἱκετεύομεν. Κατάπεμψον τὸ Πνεῦμα σου τὸ Ἅγιον ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα.

Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με. (3)

Εὐλόγησον, Δέσποτα, τὸν Ἅγιον Ἄρτον.
+ Καὶ ποίησον τὸν μὲν ἄρτον τοῦτον, τίμιον Σῶμα τοῦ Χριστοῦ σου. Ἀμήν.
Εὐλόγησον, Δέσποτα, τὸ Ἅγιον Ποτήριον.
+ Τὸ δὲ ἐν τῷ ποτηρίῳ τούτῳ, τίμιον Αἷμα τοῦ Χριστοῦ σου. Ἀμήν.
Εὐλόγησον, Δέσποτα, ἀμφότερα τὰ Ἅγια.
+ Μεταβαλὼν τῷ Πνεύματί σου τῷ Ἁγίῳ. Ἀμήν. Ἀμήν. Ἀμήν.

Ὥστε γενέσθαι τοῖς μεταλαμβάνουσιν εἰς νῆψιν ψυχῆς, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινωνίαν τοῦ Ἁγίου σου Πνεύματος, εἰς Βασιλίας οὐρανῶν πλήρωμα, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπέρ τῶν ἐν πίστει ἀναπαυσαμένων Προπατόρων, Πατέρων, Πατριαρχῶν, Προφητῶν, Ἀποστόλων, Κηρύκων, Εὐαγγελιστῶν, Μαρτύρων, Ὁμολογητῶν, Ἐγκρατευτῶν, Διδασκάλων, καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.
Ἐξαιρέτως τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Μεγαλυνάριον
Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

«Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν».

Τοῦ Ἁγίου Ἰωάννου, προφήτου προδρόμου καὶ Βαπτιστοῦ, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, (τῆς ἡμέρας) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων, ἐπ' ἐλπίδι ἀναστάσεως, ζωῆς αἰωνίου [ὧδε λέγονται τὰ ὀνόματα τῶν κεκοιμημένων] καὶ ἀνάπαυσον αὐτούς, ὁ Θεὸς ἡμῶν, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι παρακαλοῦμέν σε, μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας, παντός τοῦ πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπέρ τῆς οἰκουμένης, ὑπέρ τῆς ἁγίας σου Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας, ὑπέρ τῶν ἐν ἁγνείᾳ καὶ σεμνῇ πολιτείᾳ διαγόντων, ὑπέρ τῶν πιστοτάτων καὶ φιλοχρίστων ἡμῶν Βασιλέων, παντός τοῦ παλατίου καί τοῦ στρατοπέδου αὐτῶν. Δὸς αὐτοῖς, Κύριε, εἰρηνικὸν τὸ Βασίλειον, ἵνα καὶ ἡμεῖς, ἐν τῇ γαλήνῃ αὐτῶν, ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
Ἐν πρώτοις, μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν, ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῶον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα, καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.
Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.
Καὶ πάντων καὶ πασῶν.
+ Μέγα τὸ ὄνομα τῆς Ἁγίας Τριάδος, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μνήσθητι, Κύριε, τῆς πόλεως ταύτης, ἐν ᾗ παροικοῦμεν καὶ πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς. Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων καὶ πενήτων καὶ ἐπὶ πάντας ἡμᾶς τὰ ἐλέη σου ἐξαπόστειλον.
Καὶ δὸς ἡμῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων ὑμῶν.
Καὶ μετά τοῦ πνεύματός σου.

Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.
Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν Χάριν καὶ τὴν δωρεάν τοῦ Ἁγίου Πνεύματος δεηθῶμεν.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Σοὶ παρακατατιθέμεθα τὴν ζωὴν ἡμῶν ἅπασαν καὶ τὴν ἐλπίδα, Δέσποτα φιλάνθρωπε, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν, καταξίωσον ἡμᾶς μεταλαβεῖν τῶν ἐπουρανίων σου καὶ φρικτῶν μυστηρίων ταύτης τῆς ἱερᾶς καὶ πνευματικῆς τραπέζης, μετὰ καθαροῦ συνειδότος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς συγχώρισιν πλημμελημάτων, εἰς Πνεύματος Ἁγίου κοινωνίαν, εἰς Βασιλείας οὐρανῶν κληρονομίαν, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.
Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα, καὶ λέγειν·
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ Βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ἀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἔστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
+ Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοί, Κύριε.
Εὐχαριστοῦμέν σοι, Βασιλεῦ ἀόρατε, ὁ τῂ ἀμετρήτῳ σου δυνάμει τὰ πάντα δημιούργησας καὶ τῷ πλήθει τοῦ ἐλέους σου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών. Αὐτὸς Δέσποτα, οὐρανόθεν ἔπιδε ἐπί τοὺς ὑποκεκλικότας τὰς ἑαυτῶν κεφαλάς. Οὐ γὰρ ἔκλιναν σαρκὶ καὶ αἵματι, ἀλλὰ σοί, τῷ φοβερῷ Θεῷ. Σὺ οὖν, Δέσποτα, τὰ προκείμενα πᾶσιν ἡμῖν εἰς ἀγαθὸν ἐξομάλισον, κατὰ τὴν ἑκάστου ἰδίαν χρείαν, τοῖς πλέουσι σύμπλευσον, τοῖς ὁδοιποροῦσι συνόδευσον, τοὺς νοσοῦντας ἴασαι, ὁ ἰατρός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν.
Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρόσχες, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης τῆς Βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών. Καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καί τοῦ τιμίου Αἵματος καὶ δι' ἡμῶν παντὶ τῷ λαῷ.

Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησον με. (3)
Πρόσχωμεν
Τὰ Ἅγια τοῖς Ἁγίοις.

Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

Μέλισον, Δέσποτα, τὸν ἅγιον Ἄρτον.
Μελίζεται καὶ διαμερίζεται ὁ Ἀμνός τοῦ Θεοῦ, ὁ μελιζόμενος, καὶ μὴ διαιρούμενος, ὁ πάντοτε ἐσθιόμενος, καὶ μηδέποτε δαπανώμενος, ἀλλά τοὺς μετέχοντας ἁγιάζων.
Πλήρωσον, Δέσποτα, τὸ ἅγιον Ποτήριον.
Πλήρωμα ποτηρίου πίστεως, Πνεύματος Ἁγίου. Ἀμήν.
Εὐλόγησον, Δέσποτα, τὸ Ζέον.
+Εὐλογημένη ἡ ζέσις τῶν Ἁγίων σου, Κύριε, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ζέσις πίστεως, πλήρης Πνεύματος Ἁγίου. Ἀμήν.

Πιστεύω, Κύριε, καὶ ὁμολογῶ ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱός τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχράντον Σῶμα σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμα σου. Δέομαι οὖν σου, ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.
Ἰδοὺ Βαδίζω πρὸς θείαν Κοινωνίαν
Πλαστουργέ, μὴ φλέξῃς με τῇ μετουσίᾳ,
Πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον.
Ἀλλ' οὖν κάθαρον ἐκ πάσης με κηλῖδος.
τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον, Υἱὲ Θεοῦ, κοινωνὸν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας, ἀλλ' ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Θεουργὸν Αἷμα φρῖξον, ἄνθρωπε βλέπων·
Ἄνθραξ γὰρ ἐστι τοὺς ἀναξίους φλέγων,
Θεοῦ τὸ Σῶμα, καὶ θεοὶ με, καὶ τρέφει,
Θεοὶ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.
Ἔθελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι, ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, Ἀγαθέ, παρουσίας σου.
Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου, πὼς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτὼν με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπό τῶν Ἀγγέλων· καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, καὶ σῶσόν με, ὡς φιλάνθρωπος.
Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ Ἅγια ταῦτα, διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ' εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀρραβῶνα μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.
τοῦ Δείπνου σου τοῦ μυστικοῦ, σήμερον, Υἱὲ Θεοῦ, κοινωνὸν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ' ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.

Ἀδελφέ, καὶ συλλειτουργέ, συγχώρησόν μοι τῷ ἁμαρτωλῷ. (Συγχωρήσατέ μοι, ἀδελφοὶ καὶ πατέρες, τῷ ἁμαρτωλῷ.)
Τῆς ἱερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με. (3)

Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μεταδίδοταί μοι ___ τῷ ἀναξίῳ Πρεσβυτέρῳ, τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.
Διάκονε, πρόσελθε.
Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μετάδος μοι, Δέσποτα ___ τῷ ἀναξίῳ Διακόνῳ, τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.
Μεταδίδοταί σοι ___ τῷ εὐλαβεστάτῳ Διακόνῳ, τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν σου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.

Ἔτι μεταδίδοταί μοι ___ τῷ ἀναξίῳ Πρεσβυτέρῳ, τὸ τίμιον καὶ πανάγιον Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.

Τοῦτο ἥψατο τῶν χειλέων μου, καὶ ἀφελεῖ Κύριος πάσας τὰς ἀνομίας μου καὶ τὰς ἁμαρτίας μου περικαθαριεῖ.

Διάκονε, ἔτι πρόσελθε.
Μετάδος μοι Δέσποτα ___ τῷ ἀναξίῳ Διακόνῳ, τὸ τίμιον καὶ πανάγιον Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον.
Μεταδίδοταί σοι ___ τῷ εὐλαβεστάτῳ Διακόνῳ, τὸ τίμιον καὶ πανάγιον Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν σου ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.

Τοῦτο ἥψατο τῶν χειλέων σου, καὶ ἀφελεῖ Κύριος πάσας τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον, Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διά τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ· διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήν· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε.
Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς· μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.

Ἀπόπλυνον, Κύριε, τὰ ἁμαρτήματα τῶν ἐνθάδε μνημονευθέντων δούλων σου τῷ αἵματί σου τῷ ἁγίῳ πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμὴν

Κοινωνικὰ
Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.
Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούϊα.


Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.

Μεταλαμβάνει ὁ δοῦλος τοῦ Θεοῦ ___ σῶμα καὶ αἷμα Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν αἰώνιων. Ἀμήν.

+ Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

Ὕψωσον, Δέσποτα.
Ὑψώθητι ἐπί τοὺς οὐρανοὺς ὁ Θεὸς καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. (3)

+ Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, Πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πληρωθήτωτὸ στόμα ἡμῶν αἰνέσεως Κύριε, ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ,ὅλην τὴν ἡμέραν μελετῶντας τὴν δικαιοσύνην σου.Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
• Ὀρθοί, μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.
• Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι.
• Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Εὐχαριστοῦμεν σοι, Δέσποτα φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν, ὅτι καὶ τῇ παρούσῃ ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων σου καὶ ἀθανάτων μυστηρίων. Ὀρθοτόμησον ἡμῶν τὴν ὁδόν, στήριξον πάντας ἡμᾶς ἐν τῷ φόβῳ σου, φρούρησον ἡμῶν τὴν ζωήν, ἀσφάλισαι ἡμῶν τὰ διαβήματα, εὐχαῖς καὶ ἱκεσίαις τῆς ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων τῶν ἁγίων σου.
Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐν εἰρήνῃ προέλθωμεν

Του Κυρίου δεηθῶμεν
Ὁ εὐλογῶν τοὺς εὐλογούντάς σε, Κύριε καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπης ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις σου, τοῖς ἱερεύσι, τοῖς ἄρχουσιν ἡμῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου. Ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ σοῦ τοῦ Πατρός τῶν φώτων, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὸ πλήρωμα τοῦ Νόμου καί τῶν Προφητῶν, αὐτὸς ὑπάρχων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πληρώσας πᾶσαν τὴν πατρικὴν οἰκονομίαν, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Του Κυρίου δεηθῶμεν
+ Εὐλογία Κυρίου καὶ ἔλεος Αὐτοῦ ἔλθοι ἐφ' ἡμᾶς, τῇ αὐτοῦ θεία χάριτι καὶ φιλανθρωπία πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
(Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων, τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας) καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

ὁ Ἱερεύς: πρός τόν λαόν· «Χριστός ἀνέστη».
Ὁ Λαός: «Ἀληθῶς ἀνέστη», τό αὐτό ἐπαναλαμβάνεται ἄλλας δύο φοράς καί ἀκολούθως ἐκφωνεῖ•
ὁ Ἱερεύς: Τό· «Δόξα τῇ αὐτοῦ τριημέρῳ ἐγέρσει».
Ὁ Λαός: Ἀποκρίνεται διά τοῦ· «Προσκυνοῦμεν αὐτοῦ τήν τριήμερον ἔγερσιν».
ὁ Ἱερεύς: Κατακλείει διά τοῦ· «Χριστός ἀνέστη...» (ὅλον) καί·
Ὁ Λαός: Ἀντιφωνεῖ· «Ἀληθῶς ἀνέστη ὁ Κύριος».


ΕΥΛΟΓΗΤΑΡΙΑ
Ἦχος πλ. α΄

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας, τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εἰκών εἰμι, τῆς ἀρρήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, Παραδείσου πάλιν ποιῶν πολίτην με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ἀνάπαυσον, ὁ Θεὸς τὸν δοῦλόν (τὴν δούλην) σου, καὶ κατάταξον αὐτόν (αὐτήν) ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τὸν κεκοιμημένον δοῦλόν (τὴν κεκοιμημένην δούλην) σου ἀνάπαυσον, παρορῶν αὐτοῦ (αὐτῆς) πάντα τὰ ἐγκλήματα.
Δόξα...
Τριαδικὸν
Τὸ τριλαμπὲς τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα· φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.
Καὶ νῦν...
Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι' ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (3)

Ἦχος πλ. δ΄
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τὴν ψυχὴν τοῦ δούλου (τῆς δούλης) σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Μετὰ πνευμάτων δικαίων τετελειωμένων, τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον, φυλάττων αὐτὴν εἰς τὴν μακαρίαν ζωήν, τὴν παρά σοί, φιλάνθρωπε.

Εἰς τὴν κατάπαυσίν σου, Κύριε, ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.
Δόξα...
Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ᾍδην, καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων, αὐτὸς καὶ τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον.
Καὶ νῦν...
Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεόν ἀφράστως κυήσασα, πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὴν ψυχὴν τοῦ δούλου σου.

Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς τοῦ κεκοιμημένου δούλου (τῆς δούλης) τοῦ Θεοῦ [.....] καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῦ πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ ἔνθα οἱ Δίκαιοι ἀναπαύονται, τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν, παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.

Του Κυρίου δεηθῶμεν

Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας, καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αυτός, Κύριε, ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου (τῆς δούλης) σου [.....], ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις, ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.

Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου (τῆς δούλης) σου [.....], Χριστέ ὁ Θεός ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων.

Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφέ (ἀδελφή) ἡμῶν. (γ΄)


Του Κυρίου δεηθῶμεν
+ Εὐλογία Κυρίου καὶ ἔλεος Αὐτοῦ ἔλθοι ἐφ' ἡμᾶς, τῇ αὐτοῦ θεία χάριτι καὶ φιλανθρωπία πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
(Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων, τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας) καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

ὁ Ἱερεύς: πρός τόν λαόν· «Χριστός ἀνέστη».
Ὁ Λαός: «Ἀληθῶς ἀνέστη», τό αὐτό ἐπαναλαμβάνεται ἄλλας δύο φοράς καί ἀκολούθως ἐκφωνεῖ•
ὁ Ἱερεύς: Τό· «Δόξα τῇ αὐτοῦ τριημέρῳ ἐγέρσει».
Ὁ Λαός: Ἀποκρίνεται διά τοῦ· «Προσκυνοῦμεν αὐτοῦ τήν τριήμερον ἔγερσιν».
ὁ Ἱερεύς: Κατακλείει διά τοῦ· «Χριστός ἀνέστη...» (ὅλον) καί·
Ὁ Λαός: Ἀντιφωνεῖ· «Ἀληθῶς ἀνέστη ὁ Κύριος».