Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ ΤΥΡΙΝΗΣ
Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοφάνους τῆς Σιγγριανῆς.

ΠΑΡΑΣΚΕΥΗ ΠΛ. Β΄ ΗΧΟΣ

Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ψαλμὸς 129
Στίχ.
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Στιχηρὰ Σταυρώσιμα Δεσποτικὰ
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ ΤΟ ΑΚΟΥΤΕ
Μακρόθυμε φιλάνθρωπε, Θεέ μου πολυέλεε, καὶ οἰκτίρμον, πῶς ὑπήνεγκας σφαγήν, καὶ νέκρωσιν ἐν ξύλῳ, ὑπὲρ ἀνθρώπων γένους; Δοξολογοῦμέν σου τὸ εὔσπλαγχνον.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἦχος πλ. β'
Ῥαπίσματα ὑπήνεγκας, καὶ σταύρωσιν μακρόθυμε, καὶ ὀνείδη, θέλων πάντας ἐκ χειρός, λυτρώσασθαι τοῦ πλάνου, ὁ μόνος ζωοδότης, καὶ πάντα φέρεις Ὑπεράγαθε.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἦχος πλ. β'
Ἀνῆλθες ὁ ποιμὴν ἐν Σταυρῷ, καὶ ἔτεινας τὰς χεῖρας βοῶν· Δεῦτε πρός με, καὶ φωτίσθητε βροτοί, οἱ πλάνῃ σκοτισθέντες· ἐγὼ γὰρ φῶς ὑπάρχω. Δόξα σοι μόνε φωτοπάροχε.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Πάτερ θεόφρον Θεόφανες, θεοφανείας Χριστοῦ, κεκλημένος ἐπώνυμος, ζωηφόροις ἴχνεσι, τοῖς αὐτοῦ ἠκολούθησας, καὶ τὰ τερπνὰ τοῦ βίου κατέλιπες, ἐνατενίζων τῷ ποθουμένῳ σοι κάλλει πανάριστε, καὶ ταῖς θείαις νεύσεσι ταῖς πρὸς αὐτόν, ἄριστα θεούμενος, καὶ τελεώτατα.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Πάτερ θεόφρον Θεόφανες, θεοφανείας Χριστοῦ, κεκλημένος ἐπώνυμος, ζωηφόροις ἴχνεσι, τοῖς αὐτοῦ ἠκολούθησας, καὶ τὰ τερπνὰ τοῦ βίου κατέλιπες, ἐνατενίζων τῷ ποθουμένῳ σοι κάλλει πανάριστε, καὶ ταῖς θείαις νεύσεσι ταῖς πρὸς αὐτόν, ἄριστα θεούμενος, καὶ τελεώτατα.
Ψαλμὸς 116
Στίχ.
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ἦχος πλ. δ'
Πάτερ θεόφρον Θεόφανες, ὑπερορίας πικράς, ἀσθενῶς διακείμενος, καρτερῶς ὑπήνεγκας, ἀφειδήσας τοῦ σώματος, ὑπὲρ σεπτῶν εἰκόνων πανεύφημε, θυμῷ λεόντων ἐξοριζόμενος, ὧν κατορχούμενος, τὰς βουλὰς ἐμώρανας, καὶ λογισμούς, ὄντας ματαιόφρονας, καὶ νοῦν ἀλάστορα.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἦχος πλ. δ'
Ὄντως ἀμοιβὰς τῶν πόνων σου, τῶν ἀγαθῶν ὁ δοτήρ, δαψιλῶς σοι δεδώρηται, ἀπελαύνειν δαίμονας, θεραπεύειν νοσήματα, παρεσχηκὼς Τρισμάκαρ τὴν δύναμιν, καὶ ἀξιώσας σε τῆς ἀφράστου χαρᾶς, ἔνθα χορεύουσι, τῶν Ἀγγέλων τάγματα, διὰ παντός, πρόσωπον θεώμενον, τοῦ Παντοκράτορος.
Δόξα...
Καὶ νῦν...
Σταυροθεοτοκίον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Σὲ καθηλούμενον βλέπουσα, ἐν τῷ Σταυρῷ Ἰησοῦ, καὶ τὰ πάθη δεχόμενον, ἑκουσίως Δέσποτα, ἡ Παρθένος καὶ Μήτηρ σου, Τέκνον ἐβόα, Τέκνον γλυκύτατον, πληγάς ἀδίκων πῶς φέρεις, ὁ ἰατρός, ὁ ἰασάμενος, τὴν βροτῶν ἀσθένειαν, καὶ τῆς φθορᾶς, ἅπαντας ῥυσάμενος, τῇ εὐσπλαγχνίᾳ σου;

Τῇ Πέμπτῃ ἑσπέρας Ἦχος πλ. β'
Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Στίχ. Ἦρα τους ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.

Ἀπόστιχα
Ἦχος β'
Ἰδιόμελον
Ὁ τοῦ Κυρίου Σταυρός, τοῖς ἀκλινῶς αὐτὸν προσκυνοῦσι, πάσης ἡδονῆς χαλινός ἐστι, καὶ νόμος ἐγκρατείας· οἱ γὰρ ἀπαύστως ἀφορῶντες, εἰς τὸν ἐν αὐτῷ παγέντᾳ, σταυροῦσι τὴν σάρκα, σὺν τοῖς παθήμασι, καὶ ταῖς ἐπιθυμίαις, ἐξ ὧν καὶ ἡμεῖς, γενέσθαι σπεύδοντες διὰ νηστείας καθαρᾶς, οἰκειωθῶμεν, τῷ φιλανθρώπως ἡμᾶς οἰκειωσαμένῳ τῷ πάθει, καὶ τῆς οἰκείας ἀπαθείας τὴν φύσιν μεταδόντι, τῷ ἔχοντι τὸ μέγα ἔλεος. 
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ἦχος β'
Ὁ τοῦ Κυρίου Σταυρός, τοῖς ἀκλινῶς αὐτὸν προσκυνοῦσι, πάσης ἡδονῆς χαλινός ἐστι, καὶ νόμος ἐγκρατείας· οἱ γὰρ ἀπαύστως ἀφορῶντες, εἰς τὸν ἐν αὐτῷ παγέντᾳ, σταυροῦσι τὴν σάρκα, σὺν τοῖς παθήμασι, καὶ ταῖς ἐπιθυμίαις, ἐξ ὧν καὶ ἡμεῖς, γενέσθαι σπεύδοντες διὰ νηστείας καθαρᾶς, οἰκειωθῶμεν, τῷ φιλανθρώπως ἡμᾶς οἰκειωσαμένῳ τῷ πάθει, καὶ τῆς οἰκείας ἀπαθείας τὴν φύσιν μεταδόντι, τῷ ἔχοντι τὸ μέγα ἔλεος. 
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Ἦχος β'
Μαρτυρικὸν
Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν μὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων συμπολῖται γεγόνασι· Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Σταυροθεοτοκίον
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Βότρυν, τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ, ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ἠλάλαζες, καὶ ἔκραζες· Τέκνον, γλεῦκος ἐναπόσταξον, δι' οὗ ἡ μέθη ἀρθῇ, πᾶσα τῶν παθῶν Εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυῖας, θείαις παρακλήσεσιν, ὡς εὔσπλαγχνος.

Ἀπολυτίκιον
Ἦχος πλ. δ' ΤΟ ΑΚΟΥΤΕ
Ὀρθοδοξίας ὁδηγέ,
εὐσεβείας Διδάσκαλε καὶ σεμνότητος,
τῆς Ἐκκλησίας ὁ φωστήρ,
τῶν Μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα,
ΜΘεόφανες σοφέ, ὑπὲρ εἰκόνων ἁγίων ἤθλησας, λύρα τοῦ Πνεύματος.
Πρέσβευε Χριστῷ τῶ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου πλ. δ'
Τὸν ἀμνὸν καὶ ποιμένα,
καὶ Σωτῆρα τοῦ κόσμου,
ἐν τῷ Σταυρῶ θεωροῦσα,
ἡ Τεκοῦσα, ἔλεγε δακρύουσα·
ὁ μὲν κόσμος ἀγάλλεται,
δεχόμενος τὴν λύτρωσιν,
τὰ δὲ σπλάγχνα μου φλέγονται,
ὁρώσης σου τὴν σταύρωσιν,
ἣν ὑπὲρ πάντων ὑπομένεις,
ὁ Υἱὸς καὶ Θεός μου.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
Στίχ, α΄. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.
Στίχ, β΄. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Στίχ, γ΄. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται,
Στίχ, δ΄. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς.
...δυνάμει τοῦ Σταυροῦ σου Κύριε, σῶσον ἡμᾶς.
ΥΜΝΟΣ ΤΡΙΑΔΙΚΟΣ, ΗΧΟΣ ΠΛ. Β'
Ἀσωμάτοις στόμασιν, ἀσιγήτοις τὰ Ἑξαπτέρυγα ᾄδουσί σοι τὸν τρισάγιον ὕμνον, ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, ἀναξίοις χείλεσιν αἶνόν σοι ἀναπέμπομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, ...
Δόξα...
Παριστάμενα φόβῳ τὰ Χερουβείμ, ἐξιστάμενα τρόμῳ τὰ Σεραφείμ, τὸν τρισάγιον ὕμνον προσφέρει, ἀσιγήτῳ φωνῇ, μεθ' ὧν καὶ ἡμεῖς βοῶμεν οἱ ἁμαρτωλοί· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, πρεσβείαις τοῦ Ἁγίου (τοῦ Ναοῦ) Κύριε, σῶσον ἡμᾶς.
Καὶ νῦν...
Τριαδικῆς μονάδος Θεότητα, ἀσυγχύτῳ ἑνώσει δοξάσωμεν, καὶ τῶν Ἀγγέλων τὸν ὕμνον βοήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα Σταυρώσιμα
Ἦχος πλ. β' ΤΟ ΑΚΟΥΤΕ
Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον·
ἰδοὺ γὰρ προσκυνοῦμεν, εἰς τὸν τόπον,
οὗ ἔστησαν οἱ πόδες σου Κύριε,
καὶ ξύλου σωτηρίας γευσάμενοι,
τῶν ἐξ ἁμαρτίας παθῶν, ἐλευθερίας ἐτύχομεν,
πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Μόνον ἐπάγη, τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν, τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾅδης, ἀπέλυσε τρόμῳ. Ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ
ΤΟ ΑΚΟΥΤΕ
Ἡ μόνη ἄμωμος Ἀμνάς, Θεοτόκε Παρθένε, τὸν ἐξ αἱμάτων σου ἁγνῶν, σαρκωθέντα ὁρῶσα, κρεμάμενον ἐθελουσίως ἐν Σταυρῷ, ἐκραύγαζες Κόρη, ἐν δάκρυσι πικροῖς· Υἱέ μου ἀνεξίκακε, ὑμνῶ σου τὴν φρικτήν, πᾶσαν οἰκονομίαν.

Μετα τὴν β' Στιχολογίαν, Καθίσματα Σταυρώσιμα
Ἦχος πλ. β'
Ὁ Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις, δι' αὐτοῦ σοι προσπίπτομεν· Ἐλέησον ἡμᾶς.

Κύριε, κατέκρινάν σε Ἰουδαῖοι θανάτῳ, τὴν ζωὴν τῶν ἁπάντων, οἱ τὴν Ἐρυθρὰν ῥάβδῳ πεζεύσαντες, Σταυρῷ σε προσήλωσαν, καὶ οἱ ἐκ πέτρας μέλι θηλάσαντες, χολήν σοι προσήνεγκαν, ἀλλ' ἑκὼν ὑπέμεινας, ἵνα ἡμᾶς ἐλευθερώσῃς, τῆς δουλείας τοῦ ἐχθροῦ, Κύριε δόξα σοι.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ
ΤΟ ΑΚΟΥΤΕ
Παρισταμένη τῷ Σταυρῷ, ἡ Παρθένος καὶ Μήτηρ, τοῦ ἄνευ πάθους ἐξ αὐτῆς, ὑπὲρ νοῦν σαρκωθέντος, ἐκραύγαζε δακρυρροοῦσα μητρικῶς· οὐ φέρω σε νεκρὸν κρεμάμενον ὁρᾷν, πνοὴν τὸν παρεχόμενον, τοῖς ζῶσιν ἐπὶ γῆς, ὦ Υἱὲ καὶ Θεέ μου.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
Ἦχος βαρὺς
Ὡς ἔχουσα τὸ συμπαθὲς ΤΟ ΑΚΟΥΤΕ
Ἀνύψωσον Ἐκκλησιῶν, τὸ κέρας τίμιε Σταυρέ, κατάβαλε αἱρετικῶν, τῇ σῇ δυνάμει τὴν ὀφρύν, καὶ εὔφρανον τῶν Ὀρθοδόξων τὰς χορείας, ἀξίωσον προφθάσαι σου πάντας ἡμᾶς τὴν προπομπήν, καὶ καταπροσκυνῆσαί σε τὸ ὑποπόδιον Χριστοῦ· ἐν σοὶ γὰρ ἐγκαυχώμεθα, Ξύλον εὐλογημένον. (Δίς)
Σταυροθεοτοκίον

Ὡς ἔχουσα τὸ συμπαθές, εἰς τὴν ταπείνωσιν ἡμῶν, καὶ βλέπουσα τοὺς ἐπὶ γῆς, εἰς εὐπερίστατον λαόν, σπλαγχνίσθητι, εὐλογημένη Θεοτόκε, ἐπίμεινον πρεσβεύουσα, μὴ ἀπολλώμεθα δεινῶς, ἱκέτευε ὡς ἄχραντος, τὸν εὐδιάλλακτον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν, Παναγία Παρθένε.

Μετὰ τὴν γ' Στιχολογίαν Καθίσματα
Ἦχος πλ. β'
Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ ΤΟ ΑΚΟΥΤΕ
Σταυρὲ δαιμόνων ἐλατήρ, ἰατρὲ τῶν νοσούντων, ἰσχὺς καὶ φύλαξ τῶν πιστῶν, Βασιλέων τὸ νῖκος, τὸ καύχημα τῶν Ὀρθοδόξων ἀληθῶς, τὸ στήριγμα τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, γενοῦ ἡμῖν ἀσφάλεια, καὶ τεῖχος καὶ φρουρός, ξύλον εὐλογημένον.
Μαρτυρικὸν
Φῶς δικαίοις διὰ παντός· οἱ γὰρ Ἅγιοι ἐν σοὶ φωτισθέντες, καταλάμπουσιν ἀεὶ ὡς φωστῆρες, λύχνον ἀσεβῶν σβέσαντες, ὧν ταῖς εὐχαῖς, σὺ φωτιεῖς λύχνον μου Κύριε, καὶ σῶσόν με.
Δόξα... καὶ νῦν... Θεοτοκίον
Παναγία Θεοτόκε, τὸν χρόνον τῆς ζωῆς μου, μὴ ἐγκαταλίπῃς με, ἀνθρωπίνη προστασία, μὴ καταπιστεύσῃς με, ἀλλ' αὐτὴ ἀντιλαβοῦ, καὶ ἐλέησόν με.

Κανών α', ᾨδὴ α', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Θεοῦ, τοῦ σαρκὶ φανέντος ἴχνεσιν, ἐπηκολούθησας, τῇ εὐσεβείᾳ Πάτερ πυρωθείς, ὡς ἐντεῦθεν τὴν κλῆσιν πλουτεῖν, τὴν ἀληθῶς φερώνυμον, ὡς τῇ προνοίᾳ προτετύπωτο.

Ἐθέλχθης, ποθεινοτάτῳ ἔρωτι, τῷ τοῦ Δεσπότου σου, καταφρονήσας πόθου κοσμικοῦ, συγκραθεὶς δὲ τῇ θείᾳ στοργῇ, βιωτικὴν τερπνότητα, οὐδὲν ἡγήσω Παμμακάριστε.

Ὁρμήσας, θηριωδῶς ἐδίωξε, Λέων ὁ τύραννος, τοὺς ἐκλεκτούς, μὴ φέρων καθορᾶν, σεβομένους εἰκόνα Χριστοῦ, μεθ' ὧν καὶ σὲ Θεόφανες, ὑπερορίᾳ κατεδίκασεν.
Θεοτοκίον
Ἀσπόρως, τὸ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

Κανών α', Ποίημα τοῦ κυρίου Ἰωσήφ, ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὑγρὰν διοδεύσας ΤΟ ΑΚΟΥΤΕ
Ὁ τῆς ἐγκρατείας θεῖος καιρός, ἐπέλαμψε πᾶσι, μετανοίας τὸν φωτισμόν, τὸ σκότος ἐξαίρων τῶν πταισμάτων, τοῦτον προθύμῳ καρδίᾳ δεξώμεθα.

Ἰδοὺ μετανοίας ἡ καλλονή, ψυχὰς μεταπλάττει, τῆς νηστείας προσαγωγή· ταύτῃ νηφαλέως εἰσελθόντες, καὶ τῶν πταισμάτων πιστοὶ λύσιν λάβωμεν.

Ἀρχαὶ Ἐξουσίαι καὶ Χερουβίμ, καὶ πᾶσαι δυνάμεις, δυσωπήσατε τὸν καιρόν, ἡμᾶς τῆς νηστείας ἐκτελέσαι, ἐν μετανοίᾳ καὶ πάσῃ σεμνότητι.
Θεοτοκίον
Ἁγία Παρθένε ἡ τῶν πιστῶν, ἀντίληψις μόνη τὴν πρεσβείαν σου συνεργόν, καιρῷ τῆς νηστείας πᾶσι δίδου, τοῖς Θεοτόκον ἁγνήν σε γινώσκουσι.

Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρὸς ἐνυποστάτῳ Σοφίᾳ Θεοῦ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε».

Φωτὸς τοῦ θείου, πεπλησμένος ὡράθης Θεόφανες, δι' ἀγάπης συγκραθείς, τῷ ποθουμένω μακάριε, διό σου τὴν ἔνδοξον μνήμην γεραίρομεν.

Ἀπαγορεύσας, τὰ δυσσεβῆ τοῦ Λέοντος δόγματα, τοὺς θεσμοὺς πανευσεβῶς τῆς Ἐκκλησίας ἐκράτυνας· διὸ σε τοῖς θαύμασι, Χριστὸς ἐδόξασε.

Νενευρωμένη, δι' ἐλπίδος καὶ πίστεως Ὅσιε, σοῦ σαρκὸς τὸ ἀσθενές, ψυχὴ στερρότητι ῥώννυσι, Θεῷ οἰκειώσασα, σῶμα ὁμόβουλον.
Θεοτοκίον
Ἀπειρογάμως, ἡ Θεὸν σαρκωθέντα κυήσασα, τῶν παθῶν ταῖς προσβολαῖς, κλονούμενόν με στερέωσον· οὐ γὰρ ἔχω Ἄχραντε, πλήν σου βοήθειαν.

Κανών α', ᾨδὴ γ'
Ἦχος πλ. δ'
Οὐρανίας ἁψῖδος ΤΟ ΑΚΟΥΤΕ
Τὰ ὀλέθρια πάθη, τὰ τῆς ψυχῆς φύγωμεν, τῇ ὑποδοχῇ τῆς νηστείας καὶ κατανύξεως, ἐπιδειξώμεθα, καρποὺς οἱ πρὶν ἁμαρτίαις, τὸν Θεὸν τὸν εὔσπλαγχνον παραπικράναντες.

Τὰς λαμπάδας ἐλαίῳ, τῶν ἀγαθῶν πράξεων, πάντες νῦν ἐφάψαι σπουδαίως προθυμηθείημεν, ὅπως εἰσέλθωμεν, σὺν ταῖς φρονίμοις Παρθένοις, εἰς τὸν φωτεινότατον νυμφῶνα χαίροντες.

Θεηγόροι Προφῆται, θεοειδεῖς Μάρτυρες, θεῖοι Μαθηταὶ τοῦ Σωτῆρος, τοῦτον αἰτήσασθε, καλῶς ἀπάρξασθαι, καὶ εὐαρέστως τελέσαι, τὸ νηστείας στάδιον πάντας δεόμεθα.
Θεοτοκίον
Ὡς αἰτίαν σε πάντων, τῶν ἀγαθῶν Δέσποινα, πάντες ἐκτενῶς δυσωποῦμεν, συνεισελθεῖν ἡμᾶς, τῇ μεσιτείᾳ σου, τῷ τῆς νηστείας ἀγῶνι, καὶ πέρας δωρήσασθαι, τούτου σωτήριον.
Ὁ Εἱρμὸς
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».

Κάθισμα
Ἦχος γ'
Θείας πίστεως ΤΟ ΑΚΟΥΤΕ
Ζῆλον ἔνθεον προσκεκτημένος, δόγμα ἄθεον ἀπεβδελύξω, καὶ κινδύνοις πολυτρόποις ὡμίλησας, ὑπερορίαις ἀδίκως στελλόμενος, καὶ εὐσεβῶς παμμάκαρ τελειούμενος, Πάτερ Θεόφανες, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυλάξας Πανάμωμε, μόνος Κύριος· Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον
Ἡ ἀμίαντος Ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαοτήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον;


Κανών α', ᾨδὴ δ'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα».

Ὥσπερ ὄρθρος προκύψασα, νῦν ἡ τῆς νηστείας χάρις προβάλλεται, μετανοίας τὸν καιρὸν ἡμῖν, ὀφλημάτων σκότος διαλύοντα.

Διαθρέψωμεν πένητας, ἔλεον ἐλέῳ ἀντιλαμβάνοντες, καὶ νηστείας θείῳ ὕδατι, ψυχικὰς κηλῖδας ἀποπλύνωμεν.

Ἐπουράνιοι Ἄγγελοι, τὸν ἀγαθοδότην ἐκδυσωπήσατε, τὴν οἰκτρὰν ἡμῶν μετάνοιαν, οἰκτιρμοῖς ἀμέτροις ὑποδέξασθαι.
Θεοτοκίον
Καθαρὸν ἱλαστήριον, τῶν ἁμαρτανόντων ἁγία Δέσποινα, μεσιτείᾳ σου διάρρηξον, τῶν ἁμαρτιῶν μου τὸ χειρόγραφον.

Κανών α', ᾨδὴ ε'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

Τὴν παροῦσαν ἡμέραν, ἀπαρχὴν ποιούμενοι βίου σεμνότητος ἑαυτοὺς προθύμως, πρὸς ἀγῶνας πιστοὶ εὐτρεπίσωμεν, τῆς σαρκὸς τοὺς πόνους, καὶ τῆς ψυχῆς τὴν εὐκαρπίαν, τῷ τῶν ὅλων Δεσπότῃ προσάγοντες.

Μωϋσῆν ἡ νηστεία, θείας θεοπτίας ἀνέδειξε μέτοχον, τοῦτον οὖν ψυχή μου, μιμουμένη νηστείᾳ ἀνάλαβε, θείας ἀναβάσεις, ἐν σεαυτῇ διαθεμένη, ὅπως ἴδῃς Θεοῦ τὴν λαμπρότητα.

Ἱερῶν Ἀποστόλων, καὶ ἱερωνύμων Μαρτύρων δεήσεσι, τῆς νηστείας χρόνον, διανύσαι ἡμᾶς καταξίωσον, Ἰησοῦ οἰκτίρμον, ἐν μετανοίᾳ καὶ παντοίᾳ, ἀποχῇ ἁμαρτίας δεόμεθα.
Θεοτοκίον
Τῆς νηστείας τὴν πύλην, μέλλοντες εἰσέρχεσθαι ἐκδυσωποῦμέν σε, τοῦ Θεοῦ τὴν πύλην, συνελθεῖν τοῖς οἰκέταις σου Δέσποινα, καὶ πλατύναι πάντως, τοὺς λογισμούς καὶ διανοίας, τὰ σωτήρια πράττειν θελήματα.

Κανών β', ᾨδὴ ε', Ποίημα τοῦ κυρίου Ἰωσήφ
Ἦχος πλ. β'
Τῷ θείῳ φέγγει σου ΤΟ ΑΚΟΥΤΕ
Σταυρῷ τὰς χεῖρας προσηλωθείς, λόγχῃ τὴν πλευρὰν διανυγείς, τὸ γραμματεῖον φιλάνθρωπε, τοῦ παραπεσόντος Ἀδὰμ διέρρρηξας· διό σε Ζωοδότα ὕμνοις δοξάζομεν.

Δολίως ὄφις ὁ πονηρός, πάθη ἐπιθείς μοι ψυχικά, τοῦ Παραδείσου ἐξώρισε, σὺ δὲ τὰς παλάμας, ἐν τῷ Σταυρῷ προσπαγείς, πρὸς ὕψος ἀφθαρσίας Σῶτερ ἀνείλκυσας.

Ὁ τῆς νηστείας θεῖος καιρός, πάθη ἐκκαθαίρων ψυχικά, καὶ ψυχικοὺς πλύνων μώλωπας, ἦλθε νῦν ἐπέστη, πιστοὶ συνδράμωμεν, καὶ τοῦτον φιλοφρόνως ὑποδεξώμεθα.

Καιρὸς ἐπέφανεν ἀγαθός, θείαν εὐφροσύνην τῆς ψυχῆς, ἄπαν ἐνδύων τὸ πρόσωπον· δεῦτε γηθοσύνως τοῦτον δεξώμεθα, νηστείᾳ καὶ δεήσει προκαθαιρόμενοι.

Νηστείαν, δάκρυα, προσευχήν, ἦθος ταπεινὸν τῷ δι' ἡμᾶς, ταπεινωθέντι προσάξωμεν, ὅπως ἐν ἡμέρᾳ τῆς ἐγκρατείας, συγχώρησιν βραβεύσῃ τῶν ἐπταισμένων ἡμῖν.
Θεοτοκίον
Ταῖς φωτοβόλοις σου ἀστραπαῖς, Δέσποινα τοῦ κόσμου ἀγαθή, τὸ τῆς ψυχῆς μου ἀπέλασον σκότος, καὶ τὴν νύκτα τῆς ἁμαρτίας μου, προθύμως ἵνα ψάλλω, καὶ μακαρίζω σε.

Κανών γ', ᾨδὴ ε'
Ἦχος πλ. δ'
Ἵνα τί με ἀπώσω ΤΟ ΑΚΟΥΤΕ
Τὸν Σταυρὸν προσκυνῶ σου, Κύριε φιλάνθρωπε, δι' οὗ με ἔσωσας, καὶ ὑμνῶ τὰ πάθη, τὰ σωτήρια καὶ θεῖα Δέσποτα, δι' ὧν τῶν παθῶν μου, τῶν ἀλγεινῶν ἐρρύσθην Λόγε, εἰς ζωὴν μετελθὼν τὴν ἀπήμονα.

Τῷ Σταυρῷ πεποιθότες, τὴν τῶν ἐναντίων ἀπάτην τρεπόμεθα, ἐν αὐτῷ παγέντες, οἱ πιστοὶ γνωρισθέντες ἐγνώσθημεν, τῷ Θεῷ ὡς ἄρνες, νεογενεῖς ἐκλελεγμένοι, καὶ τὸ ἄδολον γάλα πεπώκαμεν.
Δόξα...
Τὸν Πατέρα καὶ Λόγον, πάντες καὶ τὸ ἅγιον Πνεῦμα δοξάζομεν, ἐν μιᾷ τῇ φύσει, γνωρισμόν, τηλαυγῆ ἐκτιθέμενοι, προσκυνοῦντες ἄμφω, καὶ διαιροῦντες τοῖς προσώποις, ἀσυγχύτως ἀτρέπτως λατρεύοντες.
Καὶ νῦν... Θεοτοκίον
Ἡ ἐλπὶς τῶν περάτων, ἡ χαρὰ τῶν δούλων σου, σὺ εἶ Παρθένε ἁγνή, τοὺς τιμῶντας πόθῳ, τὴν Εἰκόνα σου φύλαττε Πάναγνε, καὶ ταῖς σαῖς πρεσβείαις, πάντας ἡμᾶς τοῦ ἀλλοτρίου, ἐλευθέρωσον ὡς συμπαθέστατος.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τὴν εὐθεῖαν ὁδόν σου, Κύριε κατεύθυνον, πᾶσι τοῖς δούλοις σου, τοῖς τιμῶσι πόθῳ, τῆς νηστείας τὸ στάδιον στήριξον, καὶ ταῖς εἰς τὸ κρεῖττον, ἐπαγωγαῖς τῆς σῆς ἁγίας, Βασιλείας ἡμᾶς καταξίωσον.
Ὁ Εἱρμὸς
«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

Κανών α', ᾨδὴ ς'
Ἦχος πλ. δ'
Ἱλάσθητί μοι Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Νηστεύσας ὁ Λυτρωτής, τὸν ἐνεστῶτα καιρὸν ἡμῖν, ὡρίσατο ψυχικῶν, κηλίδων καθάρσιον, ζεούσῃ προσέλθωμεν, οἱ πιστοὶ καρδίᾳ, ὅπως λάβωμεν συγχώρησιν.

Ὁ τοῦ Τελώνου Χριστέ, τὸν στεναγμὸν προσδεξάμενος, καὶ Πόρνης τὸν ἐκ ψυχῆς, κλαυθμὸν προσαγόμενος, δέξαι ὡς φιλάνθρωπος, τὰς ἡμῶν δεήσεις, ἱλασμὸν ἡμῖν δωρούμενος.

Κηρύκων καὶ Προφητῶν, Μαρτύρων καὶ Ἀποστόλων σου, Ὁσίων Ἱεραρχῶν, καὶ Χριστὲ παρακλήσεσιν, πάντων Δικαίων σου, ἱλασμὸν πταισμάτων, ταῖς ψυχαῖς ἡμῶν κατάπεμψον.
Θεοτοκίον
Ἡ μόνη τὸ ἀσθενές, τῆς ἀνθρωπίνης ὑπάρξεως, τῷ θείῳ σου τοκετῷ, Ἁγνὴ ἐπιρρώσασα, συνεργός μοι φάνηθι, πρὸς τὸ τῆς νηστείας, εἰσιόντι θεῖον στάδιον.
Ὁ Εἱρμὸς
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν ἀνάγαγε δέομαι· πρὸ σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Κοντάκιον
Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Ἐξ ὕψους λαβών, τὴν θείαν ἀποκάλυψιν, ἐξῆλθες σπουδῇ, ἐκ μέσου τῶν θορύβων, καὶ μονάσας Ὅσιε, ἐνεργείας θαυμάτων εἴληφας, καὶ προφητείας χαρίσματα, συμβίου καὶ πλούτου στερούμενος.
Ὁ Οἶκος
Ἐπὶ τῆς γῆς μηδὲν προτιμήσας, ἠκολούθησας χαίρων τῷ καλοῦντί σε Χριστῷ, καὶ τὸν ζυγὸν αὐτοῦ ἔλαβες ἐπὶ τῶν ὤμων τῶν σῶν προθύμως, καὶ ἀνάπαυσιν εὗρες τῇ ψυχῇ σου, ἣν περ κἀμοὶ τῷ πτωχῷ καὶ ῥαθύμῳ κατάπεμψον τῷ λέγοντι, καὶ μηδόλως ἐκτελοῦντι, ἀλλ' ἔτι σχολάζοντι, ἐν τοῖς τοῦ βίου πράγμασι, καὶ θαυμάζοντι, πῶς πάντα ἔφυγες, συμβίου καὶ πλούτου στερούμενος.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου, Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοφάνους τῆς Σιγγριανῆς, τοῦ ἐν τῷ μεγάλῳ ἀγρῷ κειμένου.
Στίχοι
Θεόφανες, φάνηθι πιστοῖς προστάτης,
Τιμῶσι πιστῶς σὸν μετ' εἰρήνης τέλος,
Δωδεκάτῃ φθινύθοντος ἀπῆρε βίου Θεοφάνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου, Πάπα Ῥώμης τοῦ Διαλόγου.
Στίχοι
Ὁ Γρηγόριος ἐκ μέσου μὲν τοῦ βίου.
Ἐν τῷ μέσῳ δὲ τοῦ χοροῦ τῶν Ἀγγέλων.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἐννέα Μάρτυρες πυρὶ τελειοῦνται.
Στίχοι
Πρὸς τὴν κάμινον θαρσύνει τοὺς ἐννέα,
Θείου πόθου κάμινος ἐκκεκαυμένη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ δίκαιος Φινεὲς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ἔστι Φινεές, ἀλλὰ τοῦ Θεοῦ πέλας,
Ἡμῖν ἱλασμῷ ψυχικὴν θραῦσιν λύων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος καὶ θεοφόρος Πατὴρ ἡμῶν Συμεὼν ὁ νέος Θεολόγος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Πρώην μὲν εἶχες γλώτταν ἀντὶ τῆς βίβλου,
Γλώττης δὲ ἀντί, σὴν ἔχεις ἤδη βίβλον.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.

Κανών α', ᾨδὴ ζ'
Ἦχος πλ. δ'
Παῖδες Ἑβραίων ἐν καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Πάλαι ἐν ἅρματι πυρίνῳ, ἀνεφέρετο Ἠλίας τῇ νηστείᾳ, λαμπρυνθείς, ὦ ψυχή, τοῦτον ἐκμιμουμένη, τὰς τῆς σαρκὸς θανάτωσον, ἀκρασίας ἐγκρατείᾳ.

Ἴδε καιρὸς τῆς ἐγκρατείας, ὑπεμφαίνων σοι τὸ φῶς τῆς σωτηρίας, μὴ ἀμέλει ψυχή, Θεοῦ μακροθυμοῦντος, ἀλλὰ προθύμως βόησον, Ἀγαθὲ οἰκτείρησόν με.

Παῖδας στομώσασα νηστεία, διετήρησε τὸ πῦρ ἀκαταφλέκτους, Ἰησοῦ ταῖς αὐτῶν δεήσεσι πυρός με, τοῦ αἰωνίου λύτρωσαι, τῇ πολλῇ σου εὐσπλαγχνίᾳ.
Θεοτοκίον
Μόνη βοήθεια ἀνθρώπων, βοηθὸς ἡμῖν καιρῷ τῆς ἐγκρατείας, τοῖς σοῖς δούλοις γενοῦ, ὅπως ἐν μετανοίᾳ, εὐαρεστοῦντες λάβωμεν, οὐρανῶν τὴν βασιλείαν.

Κανών α', ᾨδὴ η'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ Τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Τῆς μετανοίας κάμινον, προθυμίᾳ ἐκκαύσωμεν, καὶ τὰς ἡδονάς, ἐν αὐτῇ καταφλέξωμεν, ἁπάσας τοῦ σώματος, καὶ τοῦ πυρὸς τοῦ μέλλοντος, πεῖραν μὴ λαβεῖν, τόν πλούσιον ἐν ἐλέει, αἰτήσωμεν βοῶντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ εἰσιὼν καιρὸς ἡμῖν, τῆς νηστείας γενήσεται, πάσης ἁμαρτίας, ἀποχῆς παραίτιος· μὴ οὖν κάτω κλίνωμεν, μηδὲ ῥαθύμως δράμωμεν, ὅπως ἐν βραχείαις, καὶ ὀλίγαις ἡμέραις, ἐτῶν πολλῶν κηλῖδας, κατανύξει καρδίας, ἐκπλύνωμεν τὸν μόνον, Θεὸν ἡμῶν ὑμνοῦντες.

Τὰ τῶν Ἀγγέλων τάγματα, τῶν Μαρτύρων ὁ σύλλογος, θείων Ἀποστόλων ὁ χορὸς ὁ ἅγιος, Ὁσίων ὁμήγυρις, Ἱεραρχῶν τε καὶ Προφητῶν, σὲ ἐκδυσωποῦσιν, Ἀγαθὲ πανοικτίρμον, μετάνοιαν γνησίαν, τοῖς σοῖς δούλοις παράσχου, καιρῷ τῆς ἐγκρατείας, τῆς νῦν εἰσαγομένης.
Θεοτοκίον
Θεοκυῆτορ πάναγνε, ἐπὶ σὲ καταφεύγομεν, οἴκτειρον ἡμᾶς, τῇ ἀγαθῇ πρεσβείᾳ σου, καὶ δίδου εὐΐλατον, τὸν σὸν Υἱὸν καὶ Κύριον, ἅπασιν ἡμῖν ἐν τῷ καιρῷ τῆς νηστείας, τῆς νῦν, εἰσαγομένης, εἰς πιστῶν σωτηρίαν, τῶν σὲ ὑμνολογούντων, εἰς πάντας τοὺς αἰῶνας.

Κανών β', ᾨδὴ η'
Ἦχος πλ. β'
Νόμων πατρῴων ΤΟ ΑΚΟΥΤΕ
Κλῆρον πατρῷον μὴ φυλάξαντες, τῆς ἁμαρτίας νόμῳ κατεδουλώθημεν, ἀλλ' ἐκτείνας τὰς παλάμας σου, ἐν τῷ Σταυρῷ τῷ θείῳ, ἐλευθερίαν πᾶσιν, ἐδωρήσω δι' αὐτοῦ, ὃν σοι πίστει προσάγομεν, ἐν ἡμέραις ἁγίαις. Ἐλέησον ἡμᾶς Ἐλεῆμον, σὲ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ τῷ Σταυρῷ σου τὴν διάστασιν, καὶ τοῦ φραγμοῦ ἐξάρας τε τὸ μεσότοιχον, εἰρήνην ἐν τοῖς πέρασιν, ἐγκαινίσας πλουσίαν, εἰρηνευούσῃ δίδου, διελθεῖν ἡμᾶς Χριστέ, καταστάσει τὴν μέλλουσαν νηστείαν, σὲ Κύριον ὑμνοῦντας ἀπαύστως, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Ἡ τῆς νηστείας χάρις σήμερον, ἡλιακὰς ἀκτῖνας, πᾶσι προβάλλεται, προκαθαίρουσα τὴν ζόφωσιν, τὴν ἐκ τῆς ἁμαρτίας, οἱ συσχεθέντες πάθεσι, ποικίλοις ἐν χαρᾷ, προσελθόντες δεξώμεθα τὸ δῶρον φιλοφρόνως. Τὸν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πικρῶς τρυγήσας ὁ Πρωτόπλαστος, ἐν Παραδείσῳ πάλαι, βρῶσιν παράλογον, ἀπερρίφη καὶ κατάκριτος, τῆς τρυφῆς ἐξεβλήθη, ἀλλ' ἐπὶ ξύλου, ἥλοις προσπαγείς, τὸ πονηρὸν γραμματεῖον, προσήλωσας τῆς αὐτοῦ ἁμαρτίας· διό σου τὴν πολλὴν εὐσπλαγχνίαν, ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας,

Νόμον νηστείας ἀπωσάμενοι, τῆς ἁμαρτίας, βόθρῳ, κατωλισθήσαμεν, καὶ νηστείας ἐδεήθημεν, τῆς νῦν εἰσαγομένης, ἥν περ Οἰκτίρμον, χάριν διανύουσιν ἡμῖν, οὐρανόθεν κατάπεμψον, καὶ εἰρήνην πλουσίαν. Τὸν Κύριον ὑμνεῖτε βοῶσι, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Καταπιπτόντων ἐπανόρθωσις, ἁμαρτωλῶν μεσῖτις, ξένων ἀνάψυξις, λυπουμένων ἡ παράκλησις, Παναγία Παρθένε, τὴν τῆς ψυχῆς μου λύπην διασκέδασον ἁγνή, καὶ παράκλησιν ἄνωθεν, ἐκ Θεοῦ μοι δοθῆναι, δυσώπει μελῳδοῦντι προθύμως, σὲ ὑπερυψοῦντι, εἰς πάντας τοὺς αἰῶνας.

Κανών γ', ᾨδὴ η'
Ἦχος πλ. δ'
Ἄγγελοι καὶ οὐρανοὶ ΤΟ ΑΚΟΥΤΕ
Καθηλούμενον σαρκί, ἐν τῷ Σταυρῷ Οἰκτίρμον, κατιδοῦσά σε, ἡ τῶν κτισμάτων φύσις, διεστρέφετο, φῶς ἡμέρας εἰς σκότος, ἐσαλεύετο ἡ γῆ, καὶ πάντα ἐκλονεῖτο.

Ἐν τῷ ὕψει τοῦ Σταυροῦ, τὴν τῶν ἀνθρώπων φύσιν, συνανύψωσας, καὶ ἐκ πλευρᾶς σου θείας, πλοῦτον ἔβλυσας σωτηρίας, τοῖς πίστει προσκυνοῦσι Σωτήρ, τὸ ἄχραντόν σου Πάθος.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.
Εἷς Θεὸς οὖν ἡ Τριάς, οὐ τοῦ Πατρὸς ἐκστάντος εἰς υἱότητα, οὐδὲ Υἱοῦ τραπέντος εἰς ἐκπόρευσιν, ἀλλ' ἴδια καὶ ἄμφω, φῶς Θεὸν τὰ τρία, δοξάζω εἰς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Πῶς ἐγέννησας, εἰπέ, τὸν ἐκ Πατρὸς ἀχρόνως προεκλάψαντα, καὶ σὺν ἁγίῳ Πνεύματι ἀνυμνούμενον; ἢ ὡς οἶδεν ὁ μόνος, εὐδοκήσας τεχθῆναι, ἐκ σοῦ εἰς τοὺς αἰῶνας.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τὴν μετάνοιαν ἡμῶν, ὡς ἀγαθὸς τῇ φύσει προσδεξάμενος, τῶν τοῦ ἐχθροῦ παγίδων ῥῦσαι Κύριε, ἵνα πίστει καὶ πόθῳ, σὴν νῦν ἀνυμνῶμεν, ἁγίαν δεσποτείαν.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν...
Ὁ Εἱρμὸς
«Ἄγγελοι καὶ οὐρανοί, τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον, εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Κανών α', ᾨδὴ θ'
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».

Ἰδοὺ ὁ φωτοφόρος ἦλθε καιρός, ἡ ἁγία ἡμέρα, ἐπέλαμψε, τὰ σκοτεινά, πάθη σου ἀπόφευγε, ὦ ψυχή, καὶ τὰς αὐγὰς ὑπόδεξαι, τὰς καθοδηγούσας σε πρὸς τὸ φῶς, κατάνυξιν ὡς οἶνον, πίνουσα ἐπευφραίνου, καὶ ἡδονῶν τὴν μέθην μίσησον.

Ὡς ὄντως ἀγαθώτατος ὁ καιρός, τῆς νηστείας Χριστέ, ὅν περ δέδωκας, πᾶσι πιστοῖς, εἰς ἁμαρτημάτων ἀποτροπάς, καὶ ἱλασμὸν σωτήριον, καὶ τῶν χαρισμάτων ὑποδοχήν, ἐν ᾧ σε δυσωποῦμεν, μετόχους Σωτὴρ πάντας, τῶν ἀγαθῶν σου ἡμᾶς ποίησον.

Συνήθως τὰ ἐλέη σου ἐφ' ἡμᾶς, ἐπιρραίνων Οἰκτίρμον τὰ πλούσια, δίδου ἡμῖν, δάκρυα καθαίροντα μολυσμούς, καὶ λογισμοὺς ποθοῦντάς σε, πίστιν καὶ ἀγάπην εἰλικρινῆ, μετάνοιαν πλουσίαν, οἰκείωσιν τελείαν, πρὸς σὲ τὸν μόνον Πολυέλεον.

Ἡ πάντων τῶν Ἀγγέλων θεία πληθύς, καὶ Ἁγίων χοροὶ ἀξιάγαστοι, τὸν ἀγαθόν, νῦν ἐκδυσωπήσατε ἐκτενῶς, ὅπως τὸ θεῖον στάδιον, τοῦτο τῆς νηστείας τὸ ἐνεστώς, δραμεῖν ἀνεμποδίστως, ἡμᾶς ἐνδυναμώσῃ, καὶ νικηφόρους ἀπεργάσηται.
Θεοτοκίον
Φιλάγαθε Παρθένε τὸν ἀγαθόν, ἡ τεκοῦσα Σωτῆρα ἀγάθυνον, πάντας ἡμᾶς, πάθεσιν ἀμέτροις καὶ λογισμοῖς, κεκακωμένους Δέσποινα, καὶ βεβαρημένους ἁμαρτιῶν, φορτίοις δυσβαστάκτοις, ἵνα σε κατὰ χρέος, ὡς Θεοτόκον μεγαλύνωμεν.

Κανών β', ᾨδὴ θ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς (Ἦχος β' γρήγορα) ΤΟ ΑΚΟΥΤΕ
Ἀτονεῖ πᾶσα φύσις, καὶ βροτῶν καὶ Ἀγγέλων, τὴν εὐσπλαγχνίαν σου, εὐχαριστεῖν Εὐεργέτα, ὅτι σάρκα θέλων, δι' ἡμᾶς ἐπτώχευσας, καὶ ἐπὶ ξύλου ὑπὲρ ἡμῶν ἐτάθης, κατάρα γεγονώς, ἵνα τὴν πρὶν κατάραν ἀνέλῃς, τῆς ἀνθρωπότητος.

Φαιδρὰ ἡμέρα, ἡ τῆς ἐγκρατείας ἐπέστη, φαιδρῷ τῷ προσώπῳ, δεῦτε ὑπαντήσωμεν, ψυχή μου τῷ Δεσπότῃ, χάριν ἐκπεμφθῆναι ἄνωθεν, ἡμῖν αἰτοῦντες, καὶ τῶν πολλῶν σφαλμάτων διόρθωσιν εὑρεῖν, ὅπως φρικωδεστάτης γεέννης, μὴ πειραθῶμεν ἐκεῖ.

Τοῖς ἐν τῷ σκότει, τῶν ἁμαρτιῶν συσχεθεῖσι, τῆς μετανοίας νῦν τὰ ἱερά εἰσόδια ἐπέστη, πάντων τὰς ψυχὰς φωτίζοντα· διὸ ψυχή μου, τὸν σκοτασμὸν ἔκκλινον, τοῦ κόρου τῶν παθῶν, σπεῦσον ἵνα τρυφῆς αἰωνίου, ἐπαπολαύσῃς ἐκεῖ.

Ἐπὶ τοῦ ξύλου χεῖρας, ἑκουσίως ἁπλώσας, τὰ διεστῶτα πάντα συνηγάγω Ζωοδότα, τῇ δὲ λόγχῃ, σὴν διανυγεὶς μακρόθυμε πλευράν, τὴν ἥτταν τὴν ἐκ πλευρᾶς φυεῖσαν, ἠνώρθωσας ἡμῶν· ὅθεν εὐχαριστοῦντες, ὑμνοῦμεν τὴν εὐσπλαγχνίαν σου.

Ἡ φωτοφόρος, νῦν ἐπιδημοῦσα νηστεία, προσδεξιοῦται τράπεζαν ἀγώνων, προτιθεῖσα· διὰ τοῦτο, ταύτης νηφαλέως ἅπαντες, σεπτὸν κρατῆρα καθαρτικῶν δακρύων ληψώμεθα πιστοί, ἵνα τῶν ἀνηκέστων δακρύων, μὴ πειραθῶμεν ἐκεῖ.
Θεοτοκίον
Ἡ προστασία, πάντων τῶν εἰς σὲ πεποιθότων, ἡ ἐν ἀνάγκαις, ἄγρυπνος ὑπάρχουσα προστάτις Θεοτόκε, τῆς αἰωνιζούσης λύτρωσαι, ὑμᾶς γεέννης, καὶ τῶν ἀποκειμένων, κολάσεων πικρῶν, ὅπως χρεωστικῶς ὑμνῶμεν, τὰ μεγαλεῖά σου.
Ὁ Εἱρμὸς
«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ, δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν».

ΦΩΤΑΓΩΓΙΚΟΝ, ΗΧΟΣ ΠΛ. Β'
Προστασίαις Κύριε τῶν Ἀσωμάτων, κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, τὸ φῶς σου τὸ ἀΐδιον...
--δυνάμει τοῦ Σταυροῦ σου Κύριε, σῶσον ἡμᾶς.
--πρεσβείαις τοῦ Ἁγίου (τοῦ Ναοῦ) Κύριε, σῶσον ἡμᾶς.
--διὰ τῆς Θεοτόκου Κύριε, ἐλέησον ἡμᾶς.


Ἀπόστιχα τοῦ Τριωδίου
Ἀπόστιχα
Ἦχος πλ. β'
Ἰδιόμελον
Πρὸ τοῦ σωτηρίου Σταυροῦ, τῆς ἁμαρτίας βασιλευούσης, τῆς ἀσεβείας ἐπικρατούσης, τῶν ἀνθρώπων ἐμακαρίζετο, τρυφὴ σωματικὴ καὶ σαρκικῶν ὀρέξεων, ὀλίγοι κατεφρόνουν, ἀφ' οὗ δέ, τὸ τοῦ Σταυροῦ μυστήριον πέπρακται, καὶ δαιμόνων ἐσβέσθη τυραννὶς τῇ θεογνωσίᾳ, ἡ τῶν οὐρανῶν ἐπὶ γῆς ἀρετὴ πολιτεύεται· διὸ νηστεία τιμᾶται, ἐγκράτεια λάμπει, προσευχὴ κατορθοῦται, καὶ μάρτυς καιρός, ὁ παρὼν δεδομένος ἡμῖν, ὑπὸ τοῦ σταυρωθέντος Χριστοῦ τοῦ Θεοῦ, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Ἦχος πλ. β'
Πρὸ τοῦ σωτηρίου Σταυροῦ, τῆς ἁμαρτίας βασιλευούσης, τῆς ἀσεβείας ἐπικρατούσης, τῶν ἀνθρώπων ἐμακαρίζετο, τρυφὴ σωματικὴ καὶ σαρκικῶν ὀρέξεων, ὀλίγοι κατεφρόνουν, ἀφ' οὗ δέ, τὸ τοῦ Σταυροῦ μυστήριον πέπρακται, καὶ δαιμόνων ἐσβέσθη τυραννὶς τῇ θεογνωσίᾳ, ἡ τῶν οὐρανῶν ἐπὶ γῆς ἀρετὴ πολιτεύεται· διὸ νηστεία τιμᾶται, ἐγκράτεια λάμπει, προσευχὴ κατορθοῦται, καὶ μάρτυς καιρός, ὁ παρὼν δεδομένος ἡμῖν, ὑπὸ τοῦ σταυρωθέντος Χριστοῦ τοῦ Θεοῦ, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Ἦχος πλ. β'
Μαρτυρικὸν
Κύριε, ἐν τῇ μνήμῃ τῶν Ἁγίων σου, πᾶσα ἡ κτίσις ἑορτάζει, οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις, αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.
Σταυροθεοτοκίον
Ἦχος πλ. β'
Ἡ πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς·Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον.
Dismissal Hymn
Ἐν τῷ Ναῶ ἐστῶτες τῆς δόξης σου, ἐν οὐρανῷ ἑστάναι νομίζομεν, Θεοτόκε, πύλη ἐπουράνιε, ἄνοιξον ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου.
Κύριε ἐλέησον (40 times)
Δόξα Πατρὶ... Καὶ νῦν...

Υπεραγία Θεοτόκε, σώσον ημάς
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Εὐλόγησον, Πάτερ.
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐπουράνιε Βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ Ἔθνη πράϋνον, τὸν Κόσμον εἰρήνευσον, τὴν ἁγίαν Ἐκκλησίαν ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον, καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Amen.

Εὐχὴν τοῦ Ἁγίου Ἐφραίμ.
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῷς.(Μετάνοια)

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ. (Μετάνοια)

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. (Μετάνοια)

Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ', Μετάνοιαν μεγάλην μίαν, λέγοντες καὶ τὸν τελευταῖον Στίχον τῆς ἀνωτέρω Εὐχῆς,

Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. (Μετάνοια)

Σοφία. Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

ΑΠΟΛΥΣΙΣ
Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν,
(τοῦ ἁγίου τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἀννης, (τοῦ Ἁγίου τῆς ἡμέρας) καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ Φιλάνθρωπος.

Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.


Τροπάριον τῆς Προφητείας
Ἦχος πλ. β'
Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως Κύριε, καὶ σῶσον ἡμᾶς, ὁ τεχθεὶς ἐκ Παρθένου, φιλάνθρωπε.

Προκείμενον  Ἦχος α'
Γένοιτο Κύριε τὸ ἔλεός σου ἐφ' ἡμᾶς.
Στίχ. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ.
Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσμα
(Κεφ Η' 7-17)

Τάδε λέγει Κύριος Παντοκράτωρ· Ἰδού, ἐγὼ σῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν, καὶ ἀπὸ γῆς δυσμῶν, καὶ εἰσάξω αὐτὸν εἰς τὴν γῆν αὐτοῦ, καὶ κατασκηνώσω ἐν μέσῳ Ἱερουσαλήμ, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν, ἐν ἀληθείᾳ, καὶ ἐν δικαιοσύνῃ. Τάδε λέγει Κύριος Παντοκράτωρ· Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους, ἐκ στόματος τῶν Προφητῶν, ἀφ' ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου Παντοκράτορος, καὶ ὁ Ναός, ἀφ' οὗ ᾠκοδόμηται. Διότι πρὸ τῶν ἡμερῶν ἐκείνων, ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει, καὶ τῷ ἐκπορευομένῳ, καὶ τῷ εἰσπορευομένῳ, οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως, καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους, ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ. Καὶ νῦν, οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος Παντοκράτωρ, ἀλλ' ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου ταῦτα πάντα. Καὶ ἔσται, ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν ὁ οἶκος Ἰούδα, καὶ ὁ οἶκος Ἰσραήλ, οὕτω διασώσω ὑμᾶς, καὶ ἔσεσθε ἐν εὐλογίᾳ, θαρσεῖτε, καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν, διότι τάδε λέγει Κύριος Παντοκράτωρ. Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς, ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος Παντοκράτωρ, καὶ οὐ μετενόησα, οὕτω παρατέταγμαι καὶ διανενόημαι, ἐν ταῖς ἡμέραις ταύταις, τοῦ καλῶς ποιῆσαι τῇ Ἱερουσαλήμ, καὶ τῷ οἴκῳ Ἰούδα, θαρσεῖτε. Οὗτοι οἱ λόγοι, οὓς ποιήσετε, λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, ἀλήθειαν καὶ κρῖμα εἰρηνικὸν κρίνετε ἐν ταῖς πύλαις ὑμῶν, καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος Παντοκράτωρ.
Προκείμενον  Ἦχος γ'
Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε.
Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας.