Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ ΤΥΡΙΝΗΣ
Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοφυλάκτου, Ἐπισκόπου Νικομηδείας.

ΔΕΥΤΕΡΑ ΠΛ. Β΄ ΗΧΟΣ

Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ψαλμὸς 129
Στίχ.
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Στιχηρὰ Κατανυκτικὰ Δεσποτικά
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι ΤΟ ΑΚΟΥΤΕ
Ὁ πάντων βουλόμενος, οὐχὶ τὸν θάνατον Λόγε, ἀλλὰ τὴν μετάνοιαν, τῶν ἡμαρτηκότων σοι πολυεύσπλαγχνε, Χριστὲ καὶ Κύριε, καὶ ποιῶν ἔλεος, μετ΄ἐμοῦ ἀεὶ τοῦ δούλου σου, μετανοοῦντι μοι, καὶ τὴν τῶν κακῶν μοι συγχώρησιν, δι' ὧν σε παρεπίκρανα, ἐξαιτεῖν τολμῶντι συμπάθησον· ἐν ἐμοὶ γὰρ δείξῃς, τὴν ἄβυσσον τῶν θείων οἰκτιρμῶν, ἐὰν ἀνάξιον ὄντα με, σώσῃς ὡς φιλάνθρωπος.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἦχος πλ. β'
Ὁ μόνος φιλάνθρωπος, ὁ πάντας θέλων σωθῆναι, καὶ καλῶν ὡς εὔσπλαγχνος, τοὺς λελυπηκότας σε, πρὸς μετάνοιαν, μὴ μνησθῇς Δέσποτα, μηδαμῶς δέομαι, τῆς αἰσχύνης τῶν ἀτόπων μου, ἔργων ὧν ἔπραξα, φεῦ! τῶν ὀφθαλμῶν σου ἀπέναντι, μὴ φρίξας ὁ πανάθλιος, τὸ τῶν σῶν χειρῶν ἀναπόδραστον· ὅθεν νῦν προσπίπτω, στενάζων καὶ πενθῶν, καὶ νοητῶς, τῶν σῶν ποδῶν ἐφαπτόμενος, τοῦ λαβεῖν συγχώρησιν.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἦχος πλ. β'
Δέξαι μου τὴν δέησιν, ὁ πάντας θέλων σωθῆναι, καὶ μὴ ἀπορρίψῃς με, ἀπὸ τοῦ προσώπου σου τὸν ἀνάξιον, τὸν πολλὰ πταίσαντα, ὑπὲρ πᾶσαν φύσιν, τῶν ἀνθρώπων, ἐκ νεότητος· διὸ προσπίπτω σοι, κλίνων μου τὸ γόνυ σὺν δάκρυσι, σπλαγχνίσθητι ἐλέησον, δεῖξον ἐν ἐμοὶ τὰ ἐλέη σου, Κύριε τῆς δόξης, ἐλέους ὁ Πατὴρ καὶ οἰκτιρμῶν, μή με ἀπώσῃ τὸν ἄθλιον, τὸν παρακαλοῦντά σε.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Πάτερ Θεοφύλακτε Θεοῦ, φυλακαῖς φρουρούμενος, διεφυλάχθης ἀλώβητος, καὶ πύργος ἄσειστος, Ἐκκλησίας ὤφθης, πειρασμοῖς ἀκλόνητος, τοῖς τῶν αἱρετικῶν μηχανήμασι, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Πάτερ Θεοφύλακτε Θεοῦ, φυλακαῖς φρουρούμενος, διεφυλάχθης ἀλώβητος, καὶ πύργος ἄσειστος, Ἐκκλησίας ὤφθης, πειρασμοῖς ἀκλόνητος, τοῖς τῶν αἱρετικῶν μηχανήμασι, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ψαλμὸς 116
Στίχ.
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ἦχος α'
Πάτερ Θεοφύλακτε τῆς γῆς, μεταστὰς ἀνέδραμες, πρὸς οὐρανὸν καὶ οὐράνια, οἰκεῖν σκηνώματα, ἠξιώθης μάκαρ, ἐξορίας ἕνεκεν, ἣν διὰ τὸν Χριστὸν ἐκαρτέρησας, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἦχος α'
Πάτερ Θεοφύλακτε Θεόν, νῦν ὁρῶν μακάριε, ὡς ἐφικτὸν καὶ ὁρώμενος, ἑνώσει κρείττονι, ἀπολαύων τούτου, καὶ θετῶς θεούμενος, τὸ μόνον ὀρεκτὸν καὶ μακάριον, χαίρων ἀπέλαβες, Ἱεράρχα παμμακάριστε, τοῖς Ἀγγέλοις νῦν συναυλιζόμενος.
Δόξα...
Καὶ νῦν...
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ΤΟ ΑΚΟΥΤΕ
Νοσοῦσαν Πανύμνητε δεινῶς, τὴν ψυχήν μου πάθεσι, πονηροτάτοις θεράπευσον, ἡ τὸν ἀκέστορα, καὶ Σωτῆρα πάντων, τὸν Χριστὸν κυήσασα, τὸν πᾶσαν μαλακίαν ἰώμενον, τὸν τραυματίσαντα, διαβόλου τὴν κακόνοιαν, καὶ θανάτου ἡμᾶς ἀπαλλάξαντα.

Τῇ Κυριακῇ ἑσπέρας Ἦχος πλ. δ'
Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.
Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

Ἀπόστιχα
Ἦχος πλ. δ'
Λιχνευσάμενοι, τὴν πρώτην ὑπέστημεν γύμνωσιν, ἡττηθέντες τῆς πικρᾶς γεύσεως, καὶ τοῦ Θεοῦ ἐξόριστοι γεγόναμεν, ἀλλ' ἐπανάγωμεν πρὸς μετάνοιαν, καὶ τὰς αἰσθήσεις ἐκκαθάρωμεν πρὸς ἃς ὁ πόλεμος, ἐπεισόδιον τὴν νηστείαν ποιούμενοι, ἐλπίδι χάριτος, τὰς καρδίας βεβαιούμενοι, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες, καὶ βρωθήσεται ἡμῖν ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἐν τῇ ἱερᾷ καὶ φωτοφόρῳ νυκτὶ τῆς ἐγέρσεως, τὸ ὑπὲρ ἡμῶν ἀχθὲν σφάγιον, τὸ τοῖς Μαθηταῖς κοινωνῆσαν, ἐν ἑσπέρᾳ τοῦ μυστηρίου, καὶ σκότους λύον τὴν ἀγνωσίαν, ἐν τῷ φωτὶ τῆς αὐτοῦ Ἀναστάσεως.
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ἦχος πλ. δ'
Λιχνευσάμενοι, τὴν πρώτην ὑπέστημεν γύμνωσιν, ἡττηθέντες τῆς πικρᾶς γεύσεως, καὶ τοῦ Θεοῦ ἐξόριστοι γεγόναμεν, ἀλλ' ἐπανάγωμεν πρὸς μετάνοιαν, καὶ τὰς αἰσθήσεις ἐκκαθάρωμεν πρὸς ἃς ὁ πόλεμος, ἐπεισόδιον τὴν νηστείαν ποιούμενοι, ἐλπίδι χάριτος, τὰς καρδίας βεβαιούμενοι, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες, καὶ βρωθήσεται ἡμῖν ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἐν τῇ ἱερᾷ καὶ φωτοφόρῳ νυκτὶ τῆς ἐγέρσεως, τὸ ὑπὲρ ἡμῶν ἀχθὲν σφάγιον, τὸ τοῖς Μαθηταῖς κοινωνῆσαν, ἐν ἑσπέρᾳ τοῦ μυστηρίου, καὶ σκότους λύον τὴν ἀγνωσίαν, ἐν τῷ φωτὶ τῆς αὐτοῦ Ἀναστάσεως.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν
Ἦχος πλ. δ'
Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.
Θεοτοκίον
Ἦχος πλ. δ'
Τὰ οὐράνια ὑμνεῖ σε, κεχαριτωμένη Μήτηρ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον
Ἦχος πλ. β'
Λαθὼν ἐτέχθης ὑπὸ τὸ σπήλαιον ΤΟ ΑΚΟΥΤΕ
Λαθὼν ἐβίωσας Παναοίδιμε· ἀλλ' ὁ Χριστὸς σε πᾶσιν ἀνέδειξεν, ὡς φωστῆρα φθεγγόμενον, λυχνίαν ἐπιθεὶς τὴν νοητήν, καὶ πλάκας ἐνεχείρισε, δογμάτων τῶν τοῦ Πνεύματος, δι' ὧν καταύγασον ἡμᾶς.
Θεοτοκίον τοῦ ῆχου πλ. β'
Ἀρχὴ σωτηρίας,
ἡ τοῦ Γαβριὴλ πρὸς τὴν Παρθένον γέγονεν·
ἤκουσε γὰρ τὸ χαῖρε,
καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν,
οὐκ ἐδίστασεν,
ὡς ἡ Σάρρα ἐν τῇ σκηνῇ,
ἀλλ' οὕτως ἔλεγεν·
Ἰδοὺ ἡ δούλη Κυρίου,
γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

Μετὰ τὴν α' Στιχολογίαν τοῦ ψαλτηρίου, Καθίσματα Κατανυκτικὰ
Ἦχος πλ. β'
Ἐννοῶ τὴν ἡμέραν τὴν φοβεράν, καὶ θρηνῶ μου τὰς πράξεις τὰς ῥυπαράς, πῶς ἀπολογήσομαι, τῷ ἀθανάτῳ Βασιλεῖ, ποίᾳ δὲ παρρησίᾳ ἀτενίσω τῷ Κριτῇ, ὁ ἄσωτος ἐγώ. Εὔσπλαγχνε Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ ἅγιον, ἐλέησόν με.

Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν διέθου, ὅταν καθίσῃς Ἐλεῆμον, κρίσιν δικαίαν ποιῆσαι, μὴ δημοσιεύσῃς μου τὰ κεκρυμμένα, μηδὲ καταισχύνῃς με ἐνώπιον τῶν Ἀγγέλων, ἀλλὰ φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.
Δόξα... καὶ νῦν... Θεοτοκίον
Ἐλπὶς καὶ σκέπη καὶ λιμήν, τῶν εἰς σὲ προστρεχόντων, Θεοκυῆτορ ἀγαθή, προστασία τοῦ κόσμου, ἱκέτευε σὺν Ἀσωμάτοις ἐκτενῶς, ὃν ἔτεκες φιλανθρωπότατον Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.

Μετὰ τὴν β' Στιχολογίαν ἕτερα Καθίσματα
Ἦχος πλ. β'
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· Ἐλέησον ἡμᾶς.

Κύριε ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες τὸ ὄνομά σου ἔργα χειρῶν σου, καὶ ἐπικεκλήμεθα.
Δόξα... καὶ νῦν... Θεοτοκίον
Ἀρχὴ σωτηρίας ἡ τοῦ Γαβριὴλ προσηγορία, πρὸς τὴν Παρθένον γέγονεν· ἤκουσε γὰρ τὸ Χαῖρε, καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν ὡς ἡ Σάρρα ἐν τῇ σκηνῇ, ἀλλ' οὕτως ἔλεγεν· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα, Τριῳδίου
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Ἠνέῳκται τῆς θείας, μετανοίας τὰ πρόθυρα, προσέλθωμεν προθύμως, ἁγνισθέντες τὰ σώματα, βρωμάτων, καὶ παθῶν τὴν ἀποχήν, ποιοῦντες ὡς ὑπήκοοι Χριστοῦ, τοῦ καλέσαντος τὸν κόσμον, εἰς βασιλείαν τὴν ἐπουράνιον, δεκάτας τοῦ παντὸς ἐνιαυτοῦ, προσφέροντες τῷ πάντων Βασιλεῖ, ὅπως καὶ τὴν Ἀνάστασιν αὐτοῦ, πόθῳ κατίδωμεν. (Δίς)
Θεοτοκίον Ὅμοιον

Τὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Παναγία σαρκωθέντα Θεότητι, προτείνασα δυσώπησον αὐτόν, λυτρώσασθαι ἡμᾶς ἐκ πειρασμῶν, καὶ παθῶν καὶ κινδύνων, τοὺς εὐφημοῦντάς σε πόθῳ, καὶ βοῶντάς σοι· Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Μετὰ τὴν γ' Στιχολογίαν Καθίσματα ἕτερα
Ἦχος πλ. β'
Ψυχή, ῥαθύμως τὴν ζωὴν διανύουσα πᾶσαν, ἡμέραν κρίσεως φρικτήν, κατὰ νοῦν οὐ λαμβάνεις, ἀνάνηψον, καὶ τὴν μετάνοιαν ἑλοῦ, ἐπίστρεψον, καὶ βόησον Χριστῷ. Οἰκτίρμον, μὴ μνησθῇς ἡμῶν πολλῶν ἁμαρτιῶν, ἐν ὥρᾳ καταδίκης.
Μαρτυρικὸν
Φῶς δικαίοις διὰ παντός· οἱ γὰρ Ἅγιοι ἐν σοὶ φωτισθέντες, καταλάμπουσιν ἀεὶ ὡς φωστῆρες, λύχνον ἀσεβῶν σβέσαντες, ὧν ταῖς εὐχαῖς, σὺ φωτιεῖς λύχνον μου Κύριε, καὶ σῶσόν με.
Δόξα... καὶ νῦν... Θεοτοκίον
Τὴν ὑπερένδοξον τοῦ Θεοῦ Μητέρα, καὶ τῶν ἁγίων Ἀγγέλων ἁγιωτέραν, ἀσιγήτως ὑμνήσωμεν, καρδίᾳ καὶ στόματι, Θεοτόκον αὐτὴν ὁμολογοῦντες, ὡς κυρίως γεννήσασαν Θεὸν σεσαρκωμένον, καὶ πρεσβεύουσαν ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Κανών α', ᾨδὴ α', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσωμεν τῷ Κυρίῳ, τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ὅτι μόνος ἐνδόξως δεδόξασται».

Θρόνῳ τῷ τοῦ Δεσπότου, Πάτερ θεοφόρε Θεοφύλακτε, παριστάμενος πίστει, τοὺς τελοῦντας τὴν μνήμην σου φύλαττε.

Ἔχρισὲ σε ἀξίως, χάρις ἡ τοῦ Πνεύματος Πανόλβιε, ἕνεκεν ἀληθείας, καὶ τὸν τρόπον σου χάριν χρηστότητος.

Ἵνα τῶν οὐρανίων, Μάκαρ ἐπιτύχῃς τὰ ἐπίγεια, κατεπάτησας πάντα, καὶ Χριστῷ τῷ Θεῷ ἠκολούθησας.
Θεοτοκίον
Ὅλος ἐπιθυμίᾳ, ὁ ἐκ τῆς γαστρός σου Θεονύμφευτε, εὐδοκήσας τεχθῆναι, γλυκασμός τε καὶ φῶς Ἁγνὴ ἄδυτον.

Κανών α', ᾨδὴ α', τοῦ Τριωδίου
Ἦχος α'
ᾨδὴν ἐπινίκιον ᾄσωμεν ΤΟ ΑΚΟΥΤΕ
Φαιδρὰ προεόρτια, τῆς ἐγκρατείας, λαμπρὰ τὰ προοίμια τῆς νηστείας σήμερον· διὸ συνδράμωμεν, ἐν πεποιθήσει ἀδελφοί, καὶ προθυμίᾳ πολλῇ.

Ἀδὰμ τὸν προπάτορα, τῇ παραβάσει, ζηλώσας ἐκβέβλημαι, τῆς τρυφῆς ὁ ἄθλιος· διὸ προσπίπτω σοι· ἐν μετανοίᾳ καὶ κλαυθμῷ, Κύριε σῶσόν με.

Ἀρχὴ κατανύξεως, καὶ μετανοίας, κακῶν ἀλλοτρίωσις, καὶ παθῶν ἐγκράτεια· διὸ σπουδάσωμεν, ἀποκοπὴν τῶν πονηρῶν, ἔργων ποιήσασθαι.
Θεοτοκίον
Νυκτὶ παραπτώσεων, ἠμαυρωμένος, πρὸς σὲ τὴν κυήσασαν, τοῖς ἐν σκότει Ἥλιον, δικαιοσύνης Χριστόν, νῦν καταφεύγω ἐκτενῶς, Δέσποινα σῶσόν με.

Κανών β', ᾨδὴ α', τοῦ Τριωδίου
Ἦχος α'
ᾨδὴν ἐπινίκιον ᾄσωμεν ΤΟ ΑΚΟΥΤΕ
Ἰδοὺ προηνέῳκται, τῆς μετανοίας, ἡ θύρα φιλόθεοι, δεῦτε οὖν σπουδάσωμεν, τοῦ εἰσελθεῖν δι' αὐτῆς, πρὶν κλείσῃ ταύτην ὁ Χριστός, ὡς ἀναξίοις ἡμῖν.

Τὸ ἔαρ μηνύουσα, ἤγγικεν αὕτη, ἡ νῦν προκαθάρσιος, Ἑβδομὰς ἡ πάνσεπτος, τῶν ἱερῶν Νηστειῶν, τὰ σώματα καὶ τὰς ψυχάς, πάντων φωτίζουσα.
Δόξα...
Ἀσύγχυτε, ἄκτιστε, Τριὰς ἁγία, μονὰς ὑπεράγαθε, ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ Πνεῦμα τὸ συγγενές, τοὺς προσκυνοῦντάς σε πιστῶς, ἀεὶ περίσῳζε.
Καὶ νῦν... Θεοτοκίον
Νενίκηνται πάναγνε, ἐν σοὶ οἱ ὅροι, Παρθένε τῆς φύσεως· μένεις γὰρ τέξασα, ἄνευ ἀνδρὸς τὸν Θεόν, ὡς πρὸ τοῦ τόκου σεμνή, πάλιν ἀπήμαντος.
Ὁ Εἱρμὸς
«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».

Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».

Νόμοις σὺ πειθόμενος, τοῖς τοῦ Δεσπότου σου ἔνδοξε, Ἀρχιερεῦ, νόμων παρανόμων, βασιλέων ἠλόγησας.

Θεῖον ἐξεικόνισμα, Χριστοῦ καὶ ἄχραντον ἔσεβες, τὰς τῶν ἀσεβούντων ἀσεβείας ἀρνούμενος.

Ἔτλης τὸ μαρτύριον, τῆς συνειδήσεως πρότερον, ἀσκητικῶς, καὶ νῦν τῶν Μαρτύρων, ἀνεδήσω τὸν στέφανον.
Θεοτοκίον
Ἵνα τρίβον Δέσποτα, πρὸς ἁγιότητα φέρουσαν, δείξῃς ἡμῖν, μήτραν παναγίαν, παναγίως κατῴκησας.

Κάθισμα
Ἦχος πλ. δ'
Τὴν Σοφίαν ΤΟ ΑΚΟΥΤΕ
Ἐξασκήσας ὁσίως Πάτερ σοφέ, Ἱεράρχης ἐχρίσθης ἱερουργεῖν, τὰ θεῖα μυστήρια, εἰς ψυχῶν περιποίησιν, τὴν Χριστοῦ δὲ εἰκόνα, τιμήσας ὑπήνεγκας, ἐξορίας θλίψεις, καὶ χρόνιον κάθειρξιν· ὅθεν μετὰ τέλος, ἀναβλύζων ἰάσεις, ἰᾶσαι τοὺς κάμνοντας, καὶ φωτίζεις τοὺς ψάλλοντας, Ἱεράρχα Θεοφύλακτε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Τοῦ Ἡλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε, ἀμόλυντε, ὑπεράμωμε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλῃ καταύγασον δέομαι, καὶ μεμολυσμένην, τὴν καρδίαν μου, πλῦνον ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, ἵνα πόθῳ κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Ἢ Σταυροθεοτοκίον
Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ἠλάλαζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.


Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Η' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρος ἡμῶν καὶ Ὁμολογητοῦ Θεοφυλάκτου Ἐπισκόπου Νικομηδείας.
Στίχοι
Καὶ σαρκὸς ἐξόριστος, ὡς καὶ πατρίδος,
Θεῖος Θεοφύλακτος, οὗ Θεὸς φύλαξ.
Ἤλυθεν ὀγδοάτῃ Θεοφύλακτος Θεοῦ ἄγχι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου Πλουσιάδος τοῦ Ὁμολογητοῦ.
Στίχοι
Σάλπιγξ σιωπᾷ Παῦλος ὁ Πλουσιάδος,
Σάλπιγγος ἠχὴν τὴν τελευταίαν μένων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἑρμοῦ, οὗ μέμνηται ὁ Ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ.
Στίχοι
Ἑρμῇ θανόντι τῷ μαθητῇ Κυρίου,
Ἑρμῷον ἔμπνουν ἐκ λόγων διαγλύφῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἁγιος Μάρτυς Δίων μαχαίρᾳ τελειοῦται.
Στίχοι
Κἄν δεξιὰ σφάττει σε δεινὴ τοῦ πλάνου,
Ἡ δεξιὰ στέφει σε Δεσπότου Δίων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Δομέτιος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ὁ Δομέτιος τῆς τελευτῆς τὸ χρέος,
Δι' ἐκβιβαστῶν ἐξέτισεν Ἀγγέλων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κανών α', ᾨδὴ η', τοῦ Τριωδίου
Ἦχος α'
Ὂν φρίττουσιν Ἄγγελοι ΤΟ ΑΚΟΥΤΕ
Τὸν βίον μου ἅπαντα, ἀσώτως δαπανῶν, πολίταις ἐδούλευσα, πικροῖς καὶ πονηροῖς· ἀλλά με ποθοῦντα, πρὸς τοὺς σοὺς οἰκτιρμούς, νῦν ἐπαναστρέψαι, Χριστὲ μὴ ὑπερίδῃς.

Ὁ τρόπος τοῦ βίου μου, αἰσχρὸς καὶ χαλεπός, τὸ ἔλεος ἄμετρον, φιλάνθρωπε Σωτήρ, τῆς σῆς εὐσπλαγχνίας, μετανοίας καιρόν, δίδου μοι αἰτοῦντι, καὶ πόθῳ σε ὑμνοῦντι.

Τοῦ Κάϊν τὴν δύστηνον, ἐπόθησα ζωήν, τοῦ νοῦ τὸ ἀξίωμα, νεκρώσας ἀληθῶς, καὶ τρέμω τὴν κρίσιν, εὐεργέτα τὴν σήν, μή με κατακρίνῃς, σὺν τούτῳ εἰς αἰῶνας.
Θεοτοκίον
Παρθένε πανύμνητε, ἡ μόνη, πρὸς Θεόν, πιστῶν ἐνυπάρχουσα, βοήθεια στερρά, τοῦ σκότους με ῥῦσαι, καὶ κολάσεως, τῆς ἀποκειμένης, τοῖς πονηρῶς βιοῦσιν.

Κανών β', ᾨδὴ η', τοῦ Τριωδίου
Ἦχος α'
Ὕμνον σοι προσφέρομεν ΤΟ ΑΚΟΥΤΕ
Οὗτος ὁ καιρός ἐστι, τῆς μετανοίας· διὸ εὐφρόνως ἐναρξώμεθα, ἀδελφοὶ ἐκβοῶντες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σήμερον τοῖς βρώμασιν, ἀποταχθέντες, σπεύσωμεν ἔργῳ, καὶ τῶν πταισμάτων, τοῖς ἐπαξίως μετανοοῦσιν.
Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον. Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.
Δόξα σοι ἀόρατε Τριὰς ἁγία, ἡ ἐν Μονάδι προσκυνουμένη, ἣν πιστῶς δοξάζομεν, σῷζε τοὺς δούλους σου, ἐκ πάσης βλάβης.
Καὶ νῦν... Θεοτοκίον
Χαίροις παμμακάριστε, ἁγνὴ Παρθένε, χαῖρε Κυρίου δούλη, καὶ Μήτηρ, χαῖρε σκέπη τοῦ κόσμου, Θεοτόκε εὐλογημένη, Μαρία ὁλόφωτε.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...
Ὁ Εἱρμὸς
«Ὕμνον σοι προσφέρομεν τῶν Ἀσωμάτων, ὥσπερ οἱ Παῖδες ἐν τῇ καμίνῳ, καὶ ὑμνοῦντες λέγομεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον».

Κανών α', ᾨδὴ θ', τοῦ Τριωδίου
Ἦχος α'
Τὴν φωτοφόρον νεφέλην ΤΟ ΑΚΟΥΤΕ
Εἰρηνικῇ καταστάσει, εἰλικρινεῖ διαθέσει, τὸν ἱερώτατον καιρόν, τῆς ἁγίας Νηστείας, ὑποδεξώμεθα πιστοί, αἰτοῦντες τὴν ἄφεσιν, ὧν ἕκαστος ἐπλημμέλησεν, ὅπως τῆς ἐκεῖθεν, ἐπιτύχωμεν χαρᾶς.

Ἰδοὺ καιρὸς μετανοίας, ἡ προεόρτιος αὕτη, τῶν Νηστειῶν εἰσαγωγή. Διανάστα ψυχή μου, τῷ εὐεργέτῃ καὶ Θεῷ, θερμῶς διαλλάγηθι, τῆς κρίσεως, ὅπως φύγῃς ἐκείνης τῆς δικαίας, καὶ φρικτῆς ὡς ἀληθῶς.

Τῶν Νηστειῶν τὰς εἰσόδους, καὶ τὰ προπύλαια πάντες, μὴ καθαρίσωμεν κακῶς, ἀκρασίᾳ, καὶ μέθῃ, ἀλλ' ἐν ἁγνείᾳ λογισμῶν, προθύμως εἰσέλθωμεν, ληψόμενοι ἀφθαρσίας στεφάνους, καὶ τῶν πόνων, ἐπαξίως τοὺς καρπούς.
Θεοτοκίον
Ὑπὲρ ἡμῶν δυσωποῦσα, τὸν ἀγαθὸν μὴ ἐλλείπῃς, τὸν τὴν ἀσθένειαν ἡμῶν, ἐπιστάμενον μόνον, λοιμοῦ λιμοῦ τε, καὶ σεισμοῦ, καὶ πάσης κακώσεως, λυτρώσασθαι, τήν τιμῶσάν σε πόλιν Θεοτόκε, ἡ ἐλπὶς τῶν γηγενῶν.

Κανών β', ᾨδὴ θ', τοῦ Τριωδίου
Ἦχος α'
Σὲ τὴν ὁραθεῖσαν ΤΟ ΑΚΟΥΤΕ
Εἰσῆκται καιρὸς ψυχή μου, ὁ τῆς μετανοίας, μὴ ἀμέλει, πεινῶσι δίδου ἄρτον, προσεύχου τῷ Κυρίῳ, καθ' ἡμέραν καὶ νύκτα, καὶ ὥραν ἵνα σώσῃ σε.

Κρεῶν καὶ λοιπῶν βρωμάτων, ὥσπερ ἀποχὴν ἐποιησάμεθα, οὕτω καὶ πᾶσαν ἔχθραν, πρὸς τοὺς πλησίον ἅμα, πορνείαν τε καὶ ψεῦδος, καὶ πᾶν κακὸν ἐκφύγωμεν.
Δόξα...
Μίαν προσκυνῶ τῇ φύσει, ἄναρχον Θεότητα, τρισὶ δὲ προσώποις, δοξάζω τὸν Πατέρα, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ἐν Τριάδι μονάδα, ἀμέριστον καὶ σύνθρονον.
Καὶ νῦν... Θεοτοκίον
Σὺ εἶ τῶν πιστῶν Παρθένε, καύχημα ἐλπὶς καὶ προστασία, σὲ ᾠδαῖς ᾀσμάτων, δοξάζομεν ἀπαύστως, Θεοτόκε Μαρία, διάσωσον τοὺς δούλους σου.
Ὁ Εἱρμὸς
«Σὲ τὴν ὁραθεῖσαν πύλην, ὑπὸ Ἰεζεκιὴλ τοῦ Προφήτου, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰμὴ ὁ Θεὸς μόνος, Θεοτόκε Παρθένε, ἐν ὕμνοις μεγαλύνομεν».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Τῌ ΔΕΥΤΕΡᾼ
Ἦχος β', Γυναῖκες ἀκουτίσθητε
ΤΟ ΑΚΟΥΤΕ
Ἀρχάγγελοι καὶ Ἀγγελοι, Ἀρχαὶ καὶ Κυριότητες, Δυνάμεις καὶ Ἐξουσίαι, θρόνοι καὶ πολυόμματα, τὰ Χερουβείμ, καὶ Σεραφείμ, ἅμα τὰ Ἑξαπτέρυγα, ὑπὲρ ἡμῶν πρεσβεύσατε, τοῦ λυτρωθῆναι κινδύνων, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου.
Θεοτοκίον, ὅμοιον
Σύ μου προστάτις Ἄχραντε, καὶ ἰσχυρὸν προπύργιον, καὶ προστασία τοῦ κόσμου, καὶ σοὶ προσπίπτω κραυγάζων· τῶν ὀδυνῶν με λύτρωσαι, καὶ τοῦ πυρὸς ἐξάρπασον, τοῦ αἰωνίου Παρθένε, τὸν ἐπὶ σοὶ πεποιθότα.


Ἀπόστιχα τοῦ Τριωδίου
Εἰς τὰ Ἀπόστιχα τῶν Αἴνων.
Ἦχος γ'
Ἰδιόμελον
Πάντα τὸν χρόνον, ἡ νηστεία ὠφέλιμός ἐστι, τοῖς αἰρουμένοις καὶ ποιοῦσιν αὐτήν· οὔτε γὰρ ἐπήρεια δαιμόνων, κατατολμᾷ τοῦ νηστεύοντος, ἀλλὰ καὶ οἱ φύλακες τῆς ζωῆς ἡμῶν Ἄγγελοι, φιλοπονώτερον παραμένουσι, τοῖς διὰ νηστείας ἡμῖν κεκαθαρμένοις.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Ἦχος γ'
Πάντα τὸν χρόνον, ἡ νηστεία ὠφέλιμός ἐστι, τοῖς αἰρουμένοις καὶ ποιοῦσιν αὐτήν· οὔτε γὰρ ἐπήρεια δαιμόνων, κατατολμᾷ τοῦ νηστεύοντος, ἀλλὰ καὶ οἱ φύλακες τῆς ζωῆς ἡμῶν Ἄγγελοι, φιλοπονώτερον παραμένουσι, τοῖς διὰ νηστείας ἡμῖν κεκαθαρμένοις.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν
Ἦχος γ'
Τῶν Ἁγίων Ἀθλοφόρων τὴν μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὅτι θέατρον γενόμενοι, Ἀγγέλοις καὶ ἀνθρώποις, τὸν τῆς νίκης στέφανον, παρὰ Χριστοῦ ἐκομίσαντο, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον
Ἦχος γ'
Ἀσπόρως συνέλαβες, ἐκ Πνεύματος ἁγίου, καὶ δοξολογοῦντες ἀνυμνοῦμέν σε· Χαῖρε Παναγία Παρθένε.

Ἀπολυτίκιον
Ἦχος πλ. β'
Λαθὼν ἐτέχθης ὑπὸ τὸ σπήλαιον ΤΟ ΑΚΟΥΤΕ
Λαθὼν ἐβίωσας Παναοίδιμε· ἀλλ' ὁ Χριστὸς σε πᾶσιν ἀνέδειξεν, ὡς φωστῆρα φθεγγόμενον, λυχνίαν ἐπιθεὶς τὴν νοητήν, καὶ πλάκας ἐνεχείρισε, δογμάτων τῶν τοῦ Πνεύματος, δι' ὧν καταύγασον ἡμᾶς.
Θεοτοκίον τοῦ ῆχου πλ. β'
Ἀρχαγγελικὸν λόγον ὑπεδέξω,
καὶ θρόνος ἀνεδείχθης,
καὶ ἐν ἀγκάλαις σου ἐβάστασας,
Θεοτόκε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου,
ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου,
καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Πάριδέ μου, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, πεπραγμένα Ἰησοῦ φιλάνθρωπε, καὶ σῳζομένων, μερίδι με σύνταξον.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Ὁ λαμπρύνας, τῶν Ἀγγέλων τὰς χορείας, ταῖς ἐκείνων Χριστὲ παρακλήσεσι, τὸ ὀπτικόν μου, τῆς καρδίας φώτισον.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Πᾶσαν πεῖραν, ἀλγεινῶν ὑπενεγκόντες, Ἀθλοφόροι τὰ ἄλγη καὶ τραύματα, τὰ τῶν ἀνθρώπων, ἀεὶ θεραπεύετε.
Δόξα...
Τὴν Τριάδα, τὴν ἁγίαν προσκυνοῦμεν, ὑμνουμένην Ἀγγέλων στρατεύμασιν, αὐτῇ βοῶντες· Σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Λύτρωσαί με, τοῦ πυρὸς τοῦ αἰωνίου, καὶ βασάνων τῶν ἀποκειμένων μοι Θεογεννῆτορ, ὅπως μακαρίζω σε.

Ἀπολυτίκιον
Ἦχος πλ. β'
Λαθὼν ἐτέχθης ὑπὸ τὸ σπήλαιον ΤΟ ΑΚΟΥΤΕ
Λαθὼν ἐβίωσας Παναοίδιμε· ἀλλ' ὁ Χριστὸς σε πᾶσιν ἀνέδειξεν, ὡς φωστῆρα φθεγγόμενον, λυχνίαν ἐπιθεὶς τὴν νοητήν, καὶ πλάκας ἐνεχείρισε, δογμάτων τῶν τοῦ Πνεύματος, δι' ὧν καταύγασον ἡμᾶς.
Τοῦ Ναοῦ...
Κοντάκιον
Ἦχος β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Ἀρχιστράτηγε Θεοῦ
λειτουργὲ θείας δόξης,
τῶν ἀνθρώπων ὁδηγὲ
καὶ ἀρχηγὲ ἀσωμάτων,
τὸ συμφέρον ἡμῖν πρέσβευε,
καὶ τὸ μέγα ἔλεος,
ὡς τῶν ἀσωμάτων Ἀρχιστράτηγος.

Προκείμενον τῆς ἡμέρας, Ἦχος δ'
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα. 

ΔΕΥΤΕΡΑ ΤΗΣ ΤΥΡΟΦΑΓΟΥ
Καθολικῆς Γ΄ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα 1-15

Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ. ᾽Αγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή· ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. Μειζοτέραν τούτων οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα. ᾽Αγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ εἰς τοὺς ξένους, οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ. Ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον, μηδέν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν. Ἡμεῖς οὖν ὀφείλομεν ἀπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ. ῎Εγραψα τῇ ἐκκλησίᾳ· ἀλλ᾽ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς. Διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλο μένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει. ᾽Αγαπητέ, μὴ μιμοῦ τὸ κακόν, ἀλλὰ τὸ ἀγαθόν. Ὁ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακε τὸν Θεόν. Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπ᾽ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἴδατε ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστι. Πολλὰ εἶχον γράφειν, ἀλλ᾽ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράψαι· ἐλπίζω δὲ εὐθέως ἰδεῖν σε, καὶ στόμα πρὸς στόμα λαλήσομεν. εἰρήνη σοι. Ἀσπάζονταί σε οἱ φίλοι. Ἀσπάζου τοὺς φίλους κατ᾽ ὄνομα.

Ἀλληλούϊα τῆς ἡμέρας, Ἦχος β΄
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν.
Στίχ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ.

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ ΤΥΡΟΦΑΓΟΥ
Ἐκ τοῦ κατὰ Λουκᾶν, ιθ΄ 29 - 40,κβ΄ 7 - 39

Τῷ καιρῷ ἐκείνῳ, ὡς ἤγγισεν ὁ Ἰησοῦς εἰς Βηθσφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ εἰπών· Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ' ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετε. καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, διατί λύετε; οὕτως ἐρεῖτε αὐτῷ, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς, ἑστῶτα τὸν πῶλον· λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον; οἱ δὲ εἶπον ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν. πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ. ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων λέγοντες· Εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις. καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. καὶ ἀποκριθεὶς εἶπεν· Λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα, καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. οἱ δὲ εἶπον αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμεν; ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται, καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· λέγει σοι ὁ διδάσκαλος, ποῦ ἐστι τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; κἀκεῖνος ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ. καὶ εἶπε πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν· λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. καὶ δεξάμενος τὸ ποτήριον εὐχαριστήσας εἶπε· Λάβετε τοῦτο καὶ διαμερίσατε ἑαυτοῖς· λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ. καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον. πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ' ἐμοῦ ἐπὶ τῆς τραπέζης. καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι' οὗ παραδίδοται. καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν. Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται· ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ' ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν. ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ' ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν, ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Εἶπε δὲ ὁ Κύριος· Σίμων Σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου. ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. ὁ δὲ εἶπε· Λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με. Καὶ εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήθητε; οἱ δὲ εἶπον· Οὐθενός. εἶπεν οὖν αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλήσει τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοράσει μάχαιραν. λέγω γὰρ ὑμῖν ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὰ περὶ ἐμοῦ τέλος ἔχει. οἱ δὲ εἶπον· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· Ἱκανόν ἐστι. Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί αὐτοῦ.

Κοινωνικόν τῆς ἡμέρας
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.