Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γερασίμου τοῦ ἐν τῷ Ἰορδάνῃ.

ΠΕΜΠΤΗ ΠΛ. Α΄ ΗΧΟΣ

Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ψαλμὸς 129
Στίχ.
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Στιχηρὰ τῶν Ἅγ. Ἀποστόλων
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ἀληθῶς ΤΟ ΑΚΟΥΤΕ
Βέλη ἠκονημένα ὑμεῖς, τοῦ δυνατοῦ ἀποσταλέντες Ἀπόστολοι, εἰς πᾶσαν τὴν οἰκουμένην, ἀπτέρῳ τάχει σαφῶς, πάντα τῶν δαιμόνων ἀπημβλύνατε, δεινὰ καὶ πυρίφλογα, βέλη ὄντως μακάριοι, πολυθεΐαν, ἐκποδὼν ποιησάμενοι, καὶ διδάξαντες, τὴν εὐσέβειαν ἅπαντας, πρόβατα χρηματίσαντες, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ ἀρχιποίμενος ὄντως, ὃς λύκων μέσον ἀπέστειλεν, ὑμᾶς τοῦ πραΰναι, τὴν αὐτῶν θηριωδίαν, διὰ τῆς πίστεως.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἦχος πλ. α'
Λόγῳ μαθητευθέντες Θεοῦ, ἐνυποστάτῳ τῷ βροτοῖς ὁμιλήσαντι, δι' ἄκραν φιλανθρωπίαν, καὶ προσλαβόντι αὐτῶν, ἀληθῶς τὴν φύσιν καὶ θεώσαντι, αὐτῷ οὖν ἑπόμενοι, θείοις ἴχνεσι πάνσοφοι, καὶ τὴν πτωχείαν, τὴν αὐτοῦ ἐμιμήσασθε, πάντα σκύβαλα, ἡγησάμενοι ἔνδοξοι· ὅθεν καὶ ἀπερρίψατε, χιτῶνα τὸν δεύτερον, μὴ βακτηρίαν, μὴ πήραν, ἐν τῇ ὁδῷ ἐπαγόμενοι, καὶ νῦν οὐρανίους, θησαυροὺς κληρονομῆσαι, κατηξιώθητε.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἦχος πλ. α'
Σάλου τῶν πειρασμῶν καὶ δεινῆς, ἐρεσχελίας τῶν ἀσέμνων αἱρέσεων, δαιμόνων κακοβουλίας, καὶ τῶν ἀνθρώπων πικρᾶς, συστροφῆς καὶ ζάλης παμμακάριστοι, πυρός ἀφεγγοῦς τε, καὶ αἰωνίζοντος σκώληκος, βρυγμοῦ ὀδόντων, καὶ πάσης ἄλλης κολάσεως, ταῖς πρὸς Κύριον, ἱκεσίαις λυτρώσασθαι, πάντας ἡμᾶς, καὶ τεύξασθαι, αὐτόν δυσωπήσατε, δι' ἐγκρατείας, καὶ πόνων, τῶν ἀρετῆς ἀντιδόσεων, τυχεῖν κληρουχίας, οὐρανῶν τε Βασιλείας, καὶ μέγα ἔλεος.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Πάτερ θεόφρον Γεράσιμε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς συγχύσεως, ἐβδελύξω τὸ ἄστατον, καὶ τὸν σταυρόν σου ἀναλαβόμενος, τῷ παντεπόπτῃ κατηκολούθησας, σῶμα δυσήνιον, ἀγωγαῖς ἀσκήσεως, τῷ λογισμῷ σθένει δουλωσάμενος, τοῦ θείου Πνεύματος.
Ψαλμὸς 116
Στίχ.
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ἦχος πλ. δ'
Ὅσιε Πάτερ Γεράσιμε, ἐν ἐρημίαις ἀεί, καὶ σπηλαίοις καὶ ὄρεσι, πίστει διαιτώμενος, τὸν Θεὸν ἐξεζήτησας, καὶ τοῦτον εὗρες, ὥσπερ ἐπόθησας, ἀνεπιστρόφῳ ψυχῇ νευρούμενος, ταῖς ἀναβάσεσι, ταῖς καλαῖς ἑκάστοτε, καὶ Μοναστῶν, στίφη προσενήνοχας, Χριστῷ σῳζόμενα.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἦχος πλ. δ'
Πάντα τὸν βίον διήνυσας, ἐν ἡσυχίᾳ πολλῇ, καὶ ἐν πένθει καὶ δάκρυσι, Μοναστῶν γενόμενος, ἀλείπτης διὰ πίστεως, ἀκτημοσύνῃ κατακοσμούμενος, καὶ ἐγκρατείᾳ ὡραϊζόμενος, ξένος καὶ πάροικος, ἐπὶ γῆς δεικνύμενος· ὅθεν καλῶς, εὗρες τὴν ἀπόλαυσιν, θεομακάριστε.
Δόξα...
Καὶ νῦν...
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος ΤΟ ΑΚΟΥΤΕ
Σὲ δυσωποῦμεν πανάχραντε, τὴν προστασίαν ἡμῶν. Συσχεθέντας ἐν θλίψεσι, μὴ παρίδῃς τέλεον, ἀπολέσθαι τοὺς δούλους σου· ἀλλά γε σπεῦσον, τοῦ ἐξελέσθαι ἡμᾶς, τῆς ἐνεστώσης ὀργῆς καὶ θλίψεως, ὦ θεοδόξαστε, Θεοτόκε ἄχραντε· σὺ γὰρ ἡμῶν, τεῖχος καὶ βοήθεια ἀκαταμάχητος.

Τῇ Τετάρτη ἑσπέρας Ἦχος πλ. α'
Ὁ Θεός, ἐν τῷ ὀνόματι σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
Στίχ. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου.

Ἀπόστιχα Ἀποστολικὰ
Ἦχος πλ. α'
Μαθηταὶ τοῦ Σωτῆρος, μυστηρίων αὐτόπται γενόμενοι, τὸν μὴ θεωρούμενον, καὶ ἀρχὴν μὴ ἔχοντα, ἐκηρύξατε λέγοντες· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὐκ ἐκτίσθητε πρὸ τῶν Ἀγγέλων, οὐκ ἐμάθετε παρὰ ἀνθρώπων, ἀλλ' ἐκ τῆς ἄνωθεν σοφίας· διὸ παρρησίαν ἔχοντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ἦχος πλ. α'
Τοὺς Ἀποστόλους Κυρίου μελῳδικῶς, ἐν ᾠδαῖς ἀνευφημήσωμεν· ἐνδυσάμενοι γὰρ τὴν τοῦ Σταυροῦ πανοπλίαν, τὴν τῶν εἰδώλων πλάνην κατήργησαν, καὶ νικηφόροι ἀνεδείχθησαν στεφανῖται· ὧν ταῖς πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν
Ἦχος πλ. α' ΤΟ ΑΚΟΥΤΕ
Ἀκορέστῳ διαθέσει ψυχῆς,
Χριστὸν οὐκ ἀρνησάμενοι, ἅγιοι Μάρτυρες,
οἵτινες διαφόρους αἰκισμοὺς παθημάτων ὑπομείναντες,
τῶν τυράννων τὰ θράση κατηδαφίσατε,
ἀκλινῆ καὶ ἄτρωτον τὴν πίστιν φυλάξαντες,
εἰς οὐρανοὺς μετέστητε·
ὅθεν καὶ παρρησίας, τυχόντες πρὸς αὐτόν,
αἰτήσασθε δωρηθῆναι, ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον
Ἦχος πλ. α'
Χαῖρε κεχαριτωμένη, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ὅτι ἐπέφανέ σοι ὁ Βασιλεὺς τῆς δόξης, καὶ ἐπεσκίασέ σοι, τὸ πανάγιον Πνεῦμα, ὡς παρρησίαν ἔχουσα, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν, Γεράσιμε, νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Θεοτοκίον τοῦ ῆχου α'
Συλλαβοῦσα ἀφλέκτως,
τὸ πῦρ τῆς θεότητος,
καὶ τεκοῦσα ἀσπόρως,
πηγὴν ζωῆς τὸν Κύριον,
Κεχαριτωμένη Θεοτόκε,
περίσῳζε τοὺς σὲ μεγαλύνοντας.

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα Ἀποστολικὰ
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ὡς αὐτόπτας τοῦ Λόγου καὶ ὑπηρέτας Χριστοῦ, τοὺς σοφοὺς Ἀποστόλους ἀνευφημήσωμεν, ἐν ᾠδαῖς πνευματικαῖς, καὶ ὕμνοις ἅπαντες πιστοί· τὸν Χριστὸν γὰρ ἐκτενῶς, καθικετεύουσιν αὐτοί, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων, τὴν ἱερὰν αὐτῶν μνήμην, καὶ προσκυνούντων αὐτῶν τὰ λείψανα.

Τοὺς Ἀποστόλους συμφώνως ἀνευφημήσωμεν, ὡς κηρύξαντας πᾶσι πιστοῖς τὴν ἄψευστον, καὶ ὀρθόδοξον τοῦ Κυρίου διδαχήν, καὶ ἐκδιώξαντας τὴν τῶν αἱρέσεων ἀχλύν, καὶ φωτισμὸν πνευματικόν, ἐκλάμψαντας ἐν τῷ κόσμῳ, τὴν χάριν τὴν τῶν δογμάτων, καὶ δυσωποῦντας τοῦ σωθῆναι ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον ΤΟ ΑΚΟΥΤΕ
Ἀπειρόγαμε Νύμφη καὶ ἀειπάρθενε, σὺν τοῖς θείοις αὐτόπταις ἀνευφημοῦμέν σε, ὅτι ἐν σοὶ ὁ δυνατὸς μεγαλεῖα ἐποίησε· δι' ἡμᾶς γὰρ καθ' ἡμᾶς, ὁ πρὸ αἰώνων ἐκ Πατρός, τῇ μήτρᾳ σου ἐνοικήσας, εὐδόκησε γεννηθῆναι, ἵνα ἐκ πλάνης σώσῃ τὸ γένος ἡμῶν.

Μετὰ τὴν β' Στιχολογίαν, ἕτερα Καθίσματα Ἀποστολικὰ
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τοὺς Ἀποστόλους ἐν ὕμνοις ἀνευφημήσωμεν, ὡς αὐτόπτας τοῦ Λόγου καὶ θείους κήρυκας, καὶ τῶν ἐθνῶν πνευματικοὺς σαγηνευτὰς σαφῶς, ὅτι προσήγαγον ἡμᾶς, εἰς τὴν ἐπίγνωσιν Χριστοῦ, ῥυσάμενοι ἐκ τῆς πλάνης, τὸ γένος τὸ τῶν ἀνθρώπων, καὶ Βασιλείας κατηξίωσαν.

Μαθηταὶ τοῦ Σωτῆρος θεῖοι Ἀπόστολοι, οἱ σωτήριον Λόγον ἐγκατασπείραντες, εἰς τὰ πέρατα τῆς γῆς, καὶ καταυγάσαντες, τοὺς ἐν τῷ σκότει καὶ σκιᾷ, καθημένους τὴν ἐμήν, φωτίσατε σκοτισθεῖσαν, ψυχὴν παθῶν ἀμαυρώσει, ταῖς ἱκεσίαις ὑμῶν πάνσοφοι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον ΤΟ ΑΚΟΥΤΕ
Τῶν ἐν σοὶ τὰς ἐλπίδας Παρθένε ἄχραντε, ἐκ ψυχῆς κεκτημένων σκέπη ὑπάρχουσα, καὶ ἡμᾶς ἐκ πειρασμῶν καὶ περιστάσεων, καὶ κινδύνων χαλεπῶν, ἐλευθέρωσον Ἁγνή, πρεσβεύουσα τῷ Υἱῷ σου, σὺν τοῖς αὐτοῦ Ἀποστόλοις, σωθῆναι πάντας τοὺς ὑμνοῦντάς σε.

Μετὰ τὴν γ' Στιχολογίαν, Ἔτερα Καθίσματα τοῦ ἁγίου Νικολάου
Ἦχος πλ. α'
Κύριε, τὸ ποτήριον τοῦ πάθους σου ΤΟ ΑΚΟΥΤΕ
Κύριε, τὸ ἀπόρρητον μυστήριον, τῆς σῆς σαρκώσεως κηρύξαντες οἱ ἄσοφοι, φιλοσόφους κατῄσχυναν, τοὺς ῥήτορας ἁλιεῖς ἐπεστόμισαν, καὶ γεγόνασι τῶν ἐθνῶν σοφοὶ διδάσκαλοι, φωτίσαντες τὰ πέρατα, φωτὶ τῆς θείας γνώσεως, δι' αὐτῶν δίδου ἡμῖν, τὸ μέγα ἔλεος.
Μαρτυρικόν, αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι. Αὐτῶν ταῖς παρακλήσεσι, παράσχου ταῖς ψυχαῖς ἡμῶν, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸν συνάναρχον Λόγον
ΤΟ ΑΚΟΥΤΕ
Τὴν ταχεῖάν σου σκέπην καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε. Οἶδα γὰρ οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλεσαι.

Κανών α', ᾨδὴ α', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσομαὶ σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαὸν δουλείας Αἰγυπτίων, ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν».

Ὅπλον κατὰ πάσης τῆς μεθοδείας, τοῦ ἀλλοτρίου κραταιόν, την νηστείαν ἔχοντες, γενναίως πατήσωμεν, τὰ τούτου μηχανήματα.

Ἐλλάμψει τοῦ Πνεύματος θεοφόρε, καταυγασθείς, τὰ νοητὰ τῆς ψυχῆς σου ὄμματα, πρὸς φῶς ἐνητένισας, δι' ἀρετῆς τὸ ἄδυτον.

Τῶν παρόντων Πάτερ δι' ἀκτησίας, τὸ γεηρὸν ἀποβαλὼν ἄχθος ὡς ἀσώματος, Γεράσιμε ἤνυσας, τὸν δρόμον τῆς ἀσκήσεως.
Θεοτοκίον
Γῆθεν πρὸς οὐράνιον πολιτείαν, ἡμᾶς ἀνείλκυσεν Ἁγνή, ὁ ἄχραντος τόκος σου, νηστείας ταῖς πτέρυξιν, εἰς οὐρανοὺς ἀναγαγὼν ἡμᾶς.

Κανών α', ᾨδὴ γ', τοῦ Ὁσίου
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν Κυρίῳ Θεῷ μου, ἐστερεώθη ἡ καρδία μου· διὸ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν».

Τῶν παθῶν τὰ θηρία, διὰ νηστείας ἀποκτείναντες, Χριστῷ δι' ἀπαθείας, καὶ καθαρότητος ἐγγίσωμεν.

Πρὸς τὸν ἄϋλον πόθον, τὸν τοῦ Κυρίου, Πάτερ Ὅσιε, ἀεὶ ἐνατενίζων, ὕλης προσκαίρου κατεφρόνησας.

Τὸν Χριστὸν ἐν τῇ γλώσσῃ, ἔχων ἀεὶ Πάτερ Γεράσιμε, τὸ ἀληθὲς τῶν λόγων, διεβεβαίου ἐν τοῖς θαύμασι.
Θεοτοκίον
Ἐν νηστείαις καὶ πόνοις, τὸ ἀσθενὲς ἡμῶν τῆς φύσεως, ῥωννύουσα Παρθένε, κατὰ παθῶν τοῦτο ἐνίσχυσον.

Κάθισμα
Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ΤΟ ΑΚΟΥΤΕ
Τὴν κλίμακα τῶν θείων ἀρετῶν διανύσας, πρὸς νοητῆς θεωρίας ἀνελήλυθας ὕψος, καὶ θείων μυστηρίων τοῦ Χριστοῦ, ἐμφάσεις ὑπεδέξω καθαράς, διὰ τοῦτο, θεοφόρε, σὲ εὐσεβῶς τιμῶμεν καὶ βοῶμεν· Δόξα τῷ ἐνισχύσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Θεοτοκίον
Τὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Θεοτόκε σαρκωθέντα χρηστότητι, προτείνασα δυσώπησον αὐτόν, λυτρώσασθαι ἡμᾶς ἀπὸ παθῶν, πειρασμῶν τε καὶ κινδύνων, τοὺς εὐφημοῦντάς σε πόθῳ καὶ βοῶντας· Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Ἢ Σταυροθεοτοκίον
Σταυρῷ σου προσπαγέντος ὑπὸ τῶν παρανόμων, καὶ στρατιωτῶν Σῶτερ λόγχῃ, τὴν πλευρὰν ὀρυγέντος, ἡ Πάναγνος ὠδύρετο πικρῶς, τὰ σπλάγχνα κοπτομένη μητρικῶς, καὶ τὸ πολύ σου καὶ φρικτὸν τῆς ἀνοχῆς ἐξίστατο βοῶσα· Δόξα τῇ πρὸς ἀνθρώπους σου στοργῇ, δόξα τῇ σῇ χρηστότητι, δόξα τῷ ἐν τῷ θανάτῳ σου βροτοὺς ἀθανατίζοντι.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γερασίμου τοῦ ἐν τῷ Ἰορδάνῃ.
Στίχοι
Ὑπηρέτης θὴρ τῷ Γερασίμῳ γέρας,
Θῆρας παθῶν κτείναντι πρὶν λῆξαι βίου.
Τῇ δὲ τετάρτῃ Γεράσιμος βιότοιο ἀπέπτη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου καὶ Ἰουλιανῆς τῆς αὐτοῦ ἀδελφῆς.
Στίχοι
Ὁ κείμενος μὲν Παῦλος, ἡ δὲ κειμένη
Ἰουλιανή, σύγγονοι τετμημένοι.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἀνωτέρω, Κοδρᾶτος, Ἀκάκιος καὶ Στρατόνικος οἱ ἀπὸ δημίων, ξίφει τελειοῦνται.
Στίχοι
Τρεῖς ἐκχέαντες αἷμα πολλῶν ὡς ὕδωρ,
Σοφῶν αἷμα, Χριστὲ σοὶ χέουσιν ἐκ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γρηγόριος Κύπρου, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ἐλαφος ὥσπερ ἐκ βρόχου ῥυσθεὶς βίου,
Ἄνεισι Γρηγόριος, ἔνθα ζῶν ὕδωρ.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Τῌ ΠΕΜΠΤῌ
Ἦχος γ', Ὁ οὐρανὸν τοῖς ἄστροις
ΤΟ ΑΚΟΥΤΕ
Ἡ δωδεκὰς ἡ ἁγία, τῶν Ἀποστόλων τὸ κλέος, σὺν τῷ σεπτῷ Νικολάῳ, καὶ Ἱεράρχῃ Μυρέων, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα, ἐκδυσωπεῖτε ἀπαύστως.
Θεοτοκίον, ὅμοιον
Ἐλπὶς τῶν ἀπηλπισμένων, πανύμνητε Θεοτόκε, μετὰ δακρύων βοῶ σοι, ἐκ βάθους μου τῆς καρδίας· Ἐξάρπασόν με Παρθένε, ἐκ τῶν τοῦ ᾅδου κευθμώνων.

Ἀπόστιχα τῆς Παρακλητηκῆς
Ἀπόστιχα Ἀποστολικὰ
Ἦχος πλ. α'
Μαθηταὶ τοῦ Σωτῆρος, μυστηρίων αὐτόπται γενόμενοι, τὸν μὴ θεωρούμενον, καὶ ἀρχὴν μὴ ἔχοντα, ἐκηρύξατε λέγοντες· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὐκ ἐκτίσθητε πρὸ τῶν Ἀγγέλων, οὐκ ἐμάθετε παρὰ ἀνθρώπων, ἀλλ' ἐκ τῆς ἄνωθεν σοφίας· διὸ παρρησίαν ἔχοντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Ἦχος πλ. α'
Τοὺς Ἀποστόλους Κυρίου, μελῳδικῶς ἐν ᾠδαῖς ἀνευφημήσωμεν· ἐνδυσάμενοι γὰρ τὴν τοῦ Σταυροῦ πανοπλίαν, τὴν τῶν εἰδώλων πλάνην κατήργησαν, καὶ νικηφόροι ἀνεδείχθησαν στεφανῖται, ὧν ταῖς πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν
Ἦχος πλ. α'
Ἐν ταῖς βασάνοις ὄντες οἱ Ἅγιοι, ἀγαλλόμενοι ἐβόων· Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην· ἀντὶ γὰρ τῶν ἐπανισταμένων μωλώπων τῷ σώματι, φωτεινόν ἔνδυμα ἐν τῇ ἀναστάσει ἐπανθήσει ἡμῖν, ἀντὶ δεσμωτηρίων, ὁ Παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετὰ τῶν Ἀγγέλων διαγωγή. Εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Ἦχος πλ. α'
Ἡ προεκλελεγμένη, εἰσάκουσον τῆς φωνῆς ἡμῶν, καὶ δώρησαι τὰ αἰτήματα ταῖς ψυχαῖς ἡμῶν, λύτρωσαι ἡμᾶς παθῶν καὶ τῶν ὀδυνῶν, διὰ τῶν Ἀποστόλων, πάντα δυναμένη ὡς Μήτηρ Θεοῦ.

Ἀπολυτίκιον
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν, Γεράσιμε, νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Θεοτοκίον τοῦ ῆχου α'
Τὸν ἀμήτορα ἐν οὐρανῷ,
ὑπὲρ ἔννοιαν καὶ ἀκοήν,
ἐπὶ γῆς ἀπάτορα ἔτεκες.
Αὐτὸν Θεοτόκε ἱκέτευε,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Ὁ Λῃστὴς ἐν τῷ Σταυρῷ,
Θεὸν εἶναί σε πιστεύσας Χριστέ,
ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας.
Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ὥσπερ νεφέλαι φωτειναί, τὴν γῆν διήλθετε, τὸ ὕδωρ τὸ ζῶν, ἐπιρραίνοντες, καὶ καρδίας τακείσας, ἁμαρτίαις θεῖοι Μαθηταί, πλουσίως ἠρδεύσατε.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Ὥσπερ ἀκτῖνες μυστικαί, Ἡλίου λάμψαντος ἐκ Κόρης ἁγνῆς, ἐφωτίσατε τοὺς ἐν σκότει ἀγνοίας, καθημένους θεῖοι Μαθηταί, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Τὰς πυρακτώσεις τῶν δεινῶν, καθυπομείναντες προθύμῳ ψυχῇ, κατεφλέξατε τῶν εἰδώλων τὴν πλάνην, καὶ πρὸς θείαν ἐπαναψυχήν, μετήλθετε Μάρτυρες.
Δόξα...
Ἴνα δραχμὴν τὴν ἐν βυθῷ, τῷ τῶν πταισμάτων συγχωσθεῖσαν, Χριστὲ ἐξάρῃς, καὶ Πατρὶ προσαγάγῃς, Ἀποστόλους κήρυκας τελεῖς, διὰ θείου Πνεύματος.
Καὶ νῦν... Θεοτοκίον
Τῶν Ἀποστόλων καλλονή, θεοχαρίτωτε ὑπάρχουσα, ἀμαυρούμενον ἡδοναῖς με τοῦ βίου, μετανοίας λάμπρυνον αὐγαῖς, ὅπως μακαρίζω σε.

Ἀπολυτίκιον
Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν, Γεράσιμε, νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Τοῦ Ναοῦ...
Κοντάκιον
Ἦχος β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε,
μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε.
Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,
ἀλλὰ πρόφθασον, ὡς ἀγαθή,
εἰς τὴν βοήθειαν ἡμῶν,
τῶν πιστῶς κραυγαζόντων σοι·
Τάχυνον εἰς πρεσβείαν,
καὶ σπεῦσον εἰς ἱκεσίαν,
ἡ προστατεύουσα ἀεί,
Θεοτόκε, τῶν τιμώντων σε.

Προκείμενον τῆς ἡμέρας, Ἦχος πλ. δ΄
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
Στίχ. Οἱ  οὐρανοί  διηγοῦνται δόξαν Θεοῦ. 

ΠΕΜΠΤΗ ΛΔ΄, ΕΒΔΟΜΑΔΟΣ
Καθολικῆς A΄Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα 1:8-9, 2:1-6

Ἀδελφοί, ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν. Ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος, ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας. Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτόν, καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν. Τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε· καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον· καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. Ὁ λέγων, ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστί, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· ὃς δ᾽ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν. Ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει, καθὼς ἐκεῖνος περιεπάτησε, καὶ αὐτὸς οὕτω περιπατεῖν.

Ἀλληλούϊα τῆς ἡμέρας, Ἦχος α΄
Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.
Στίχ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΑΠΟΚΡΕΩ
Ἐκ τοῦ κατὰ Μάρκον, ιε΄ 1 - 15

Τῷ καιρῷ ἐκείνῳ, συμβούλιον ἐποίησαν οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, κατὰ τοῦ Ἰησοῦ, καὶ δήσαντες αὐτόν, ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ. καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Σὺ λέγεις. καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά, αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο. ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου καταμαρτυροῦσιν. ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον. Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὅνπερ ᾐτοῦντο. ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς. ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. ὁ δὲ Πιλᾶτος ἀποκριθεὶς πάλιν εἶπεν αὐτοῖς· Τί οὖν θέλετε ποιήσω ὃν λέγετε τὸν βασιλέα τῶν Ἰουδαίων; οἱ δὲ πάλιν ἔκραξαν· Σταύρωσον αὐτόν. ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· Τί γὰρ ἐποίησε κακόν; οἱ δὲ περισσοτέρως ἔκραξαν· Σταύρωσον αὐτόν. ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκε τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.

Κοινωνικόν τῆς ἡμέρας
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.