Τῌ Β' ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἡσυχίου τοῦ Συγκλητικοῦ.

ΤΡΙΤΗ ΠΛ. Α΄ ΗΧΟΣ

Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ψαλμὸς 129
Στίχ.
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Στιχηρὰ Δεσποτικά
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν ΤΟ ΑΚΟΥΤΕ
Λῦσόν μου τῆς καρδίας Σωτήρ, τὴν ἐκ δαιμόνων γενομένην μοι πώρωσιν, καὶ δός μοι δακρύων ὄμβρους, τῆς μετανοίας ὡς ἄν, τὰ πολλὰ θρηνήσω μου ἐγκλήματα, καὶ πᾶν τὸ ῥυπαῖνον, τὸν λογισμόν μου ῥυφθήσωμαι, καὶ τοῦ τῆς λήθης, σκοτασμοῦ λυτρωθήσωμαι, καὶ ἀρθήσωμαι, πρὸς καλῶν κατανόησιν, πρόσχες μοι καὶ εἰσάκουσον, ἱλάσθητι Κύριε, καὶ τὴν ἀθλίαν ψυχήν μου, τῶν τυραννούντων ἀπάλλαξον, παθῶν ὅπως εὕρω, ἐν σοὶ ἄνεσιν καὶ πράττω, τὰ σὰ θελήματα.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἦχος πλ. α'
Χείλη μεμολυσμένα κινῶ, καὶ ῥυπαρὰς χεῖρας πρὸς σὲ Ὑπεράγαθε, καρδίαν συγκεχωσμένην, τοῖς πονηροῖς λογισμοῖς, ὀφθαλμοὺς τυφλώττων ὁ πανάθλιος, ψυχὴν περιφέρω, ἐσκοτισμένην τοῖς πάθεσι, καὶ ταῖς ἀτόποις, ἡδοναῖς ὁ παμβέβηλος συγκαλύπτομαι, καὶ οὐκ ἔχω ἀνάνευσιν, ἔκτεινον τὰς ἀχράντους σου, παλάμας φιλάνθρωπε, σῶσόν με Σῶτερ βοῶ σοι, καὶ μολυσμοῦ ἀποκάθαρον, πολλῶν ἐγκλημάτων, καὶ δεινῶν ἐπερχομένων, ὡς πολυεύσπλαγχνος.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἦχος πλ. α'
Ψῦξον τοὺς ὀχετοὺς Ἰησοῦ, τοὺς θολερούς, καὶ τοὺς χειμάρρους ἀνάστειλον, καὶ ὄμβρους πολλῶν δακρύων, ἐν κατανύξει ψυχῆς, ἀγαθὲ παράσχου τῇ καρδίᾳ μου, ἰδοὺ ἀπεμάκρυνα, ἀπὸ σοῦ ὡς ὁ Ἄσωτος, καὶ ἐγυμνώθην, ἀπὸ πάσης θελήσεως, σῆς χρηστότητος, πολυέλεε Κύριε, ἥμαρτον μὴ παρίδῃς με, μὴ λάβῃ με τέλεον, ὥσπερ ὑπεύθυνον ὄντα, ὁ ἀλαζὼν καὶ παμπόνηρος, ἐχθρὸς ἀλλὰ τάχει, τῆς αὐτοῦ με τυραννίδος, Δέσποτα λύτρωσαι.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Στιχηρὰ τοῦ Μάρτυρος
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Καὶ ἐν βίῳ περίδοξος, καὶ Μάρτυσι μέγιστος, Ἀθλητὰ Ἡσύχιε γνωριζόμενος, ταῖς οὐρανίαις Δυνάμεσι, συνὼν παμμακάριστε, τῷ τῶν ὅλων Βασιλεῖ, μετὰ δόξης παρίστασαι· ὅθεν πίστει σου, τοὺς γενναίους ἀγῶνας εὐφημοῦμεν, καὶ τὴν μνήμην ἐκτελοῦμεν, τὸν Εὐεργέτην δοξάζοντες.
Ψαλμὸς 116
Στίχ.
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ἦχος δ'
Βασιλεῖ τῶν Δυνάμεων, στρατευθεὶς διὰ πίστεως, ἀθλητὰ Ἡσύχιε, δόγμα ἄθεον, παρανομούντων ἠκύρωσας, Βασιλέων ἔνδοξε, καὶ προείλου τὸ θανεῖν διὰ πόθον τόν ἔνθεον· ὅθεν ἅπασα, ἡ σεπτὴ Ἐκκλησία ἑορτάζει, τὴν πανέορτόν σου μνήμην, καὶ θυμηδίας ἀνάπλεων.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἦχος δ'
Ποταμίοις ἐν ῥεύμασιν, ἀπερρίφης Ἡσύχιε, ἐν αὐτοῖς τὸν δράκοντα τὸν πολέμιον, ἐναποπνίξας πανόλβιε, καὶ νῦν ἀνελήλυθας εἰς αὐτοὺς τοὺς οὐρανούς, τοὺς στεφάνους ληψόμενος καὶ παρίστασαι, ἐφετῶν ἀκροτάτῳ Ἀθλοφόρε, τῶν Ἀγγέλων συμπολῖτα, τῆς εὐσεβείας ἑδραίωμα.
Δόξα...
Καὶ νῦν...
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν ΤΟ ΑΚΟΥΤΕ
Ἡ Θεὸν τὸν ἀχώρητον, ἐν γαστρί σου χωρήσασα, φιλανθρώπως ἄνθρωπον χρηματίσαντα, καὶ τὸ ἡμέτερον φύραμα, ἐκ σοῦ προσλαβόμενον καὶ θεώσαντα σαφῶς, μὴ παρίδῃς με Πάναγνε, νῦν θλιβόμενον, ἀλλ' οἰκτείρησον τάχος καὶ παντοίας, δυσμενείας τε καὶ βλάβης, τοῦ πονηροῦ ἐλευθέρωσον.

Τῇ Δευτέρᾳ ἑσπέρας Ἦχος δ'
Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
Στίχ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεός της δικαιοσύνης μου.

Ἀπόστιχα Κατανυκτικὰ
Ἦχος πλ. α' ΤΟ ΑΚΟΥΤΕ
Κύριε, ἁμαρτάνων οὐ παύομαι,
φιλανθρωπίας ἀξιούμενος, οὐ γινώσκω,
νίκησόν μου τὴν πώρωσιν,
μόνε ἀγαθέ, καὶ ἐλέησόν με.

Στίχ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.
Ἦχος πλ. α'
Κύριε, καὶ τὸν φόβον σου πτοοῦμαι, καὶ τὸ πονηρὸν ποιεῖν οὐ παύομαι, τίς ἐν δικαστηρίῳ τὸν δικαστὴν οὐ πτοεῖται; ἢ τίς ἰαθῆναι βουλόμενος, τὸν ἰατρὸν παροργίζει ὡς κᾀγώ; Μακρόθυμε Κύριε, ἐπὶ τῇ ἀσθενείᾳ μου σπλαγχνίσθητι, καὶ ἐλέησόν με.
Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Μαρτυρικὸν
Ἦχος πλ. α'
Τὸν θυρεὸν τῆς πίστεως περιβαλλόμενοι, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, ἑαυτοὺς διαναστήσαντες, πρὸς τὰς βασάνους ἀνδρείως ἀπηυτομόλησαν, καὶ διαβόλου τὴν πλάνην καὶ τὸ θράσος κατήργησαν, οἱ Ἅγιοί σου Κύριε. Αὐτῶν ταῖς ἱκεσίαις, ὡς παντοδύναμος Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἦχος πλ. α'
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· Ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση· Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον τοῦ ῆχου δ'
Τῇ Θεοτόκῳ ἐκτενῶς,
νῦν προσδράμωμεν,
ἁμαρτωλοὶ καὶ ταπεινοί,
καὶ προσπέσωμεν ἐν μετανοίᾳ,
κράζοντες ἐκ βάθους ψυχῆς,
Δέσποινα βοήθησον,
ἐφ ἡμῖν σπλαγχνισθεῖσα,
σπεῦσον ἀπολλύμεθα,
ὑπὸ πλήθους πταισμάτων,
μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς·
σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Μετὰ τὴν α' Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ
Ἦχος πλ. α'
Κριτοῦ καθεζομένου, καὶ Ἀγγέλων ἑστώτων, σάλπιγγος ἠχούσης, καὶ φλογὸς καιομένης, τί ποιήσεις ψυχή μου, ἀπαγομένη εἰς κρίσιν· τότε γὰρ τὰ δεινά σου παρίστανται, τὰ κρυπτά σου ἐλέγχονται ἐγκλήματα. Διὸ πρὸ τέλους βόησον, ὁ Θεὸς ἱλάσθητι μοι, καὶ σῶσόν με.

Ψυχή, τὰ ὧδε πρόσκαιρα, τὰ δὲ ἐκεῖ αἰώνια, ὁρῶ τὸ δικαστήριον, καὶ ἐπὶ θρόνου τὸν Κριτήν, καὶ τρέμω τὴν ἀπόφασιν, λοιπὸν σπουδῇ ἐπίστρεψον, ἡ κρίσις ἀσυγχώρητος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸν συνάναρχον Λόγον
ΤΟ ΑΚΟΥΤΕ
Ἡ τὸ ἄνθος τὸ θεῖον, ῥίζα βλαστήσασα, κιβωτὲ καὶ λυχνία καὶ στάμνε πάγχρυσε, ἁγία τράπεζα Χριστόν, τὸν ἄρτον ζωῆς φέρουσα, ὡς Υἱόν σου καὶ Θεόν, ἐκδυσώπησον αὐτόν, σὺν τῷ ἁγίῳ Προδρόμῳ, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, τοὺς Θεοτόκον ὁμολογοῦντάς σε.

Μετὰ τὴν β' Στιχολογίαν, ἕτερα
Ἦχος πλ. α'
Θρήνησον ψυχή μου, τὴν ἑαυτῆς ῥαθυμίαν, θέλησον λοιπὸν πρὸ τελευτῆς ἐπιστρέψαι, θορύβων ἀπόστηθι βιωτικῶν, Θεῷ προσκολλήθητι τῷ ἀγαθῷ, καὶ σώσει σε, ὡς μόνος φιλάνθρωπος.
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Τὴν φωνὴν τοῦ Κυρίου τοῦ ἀρχιποίμενος, ἀκουσώμεθα πάντες οἱ ἁμαρτήσαντες· δι' ἡμᾶς γὰρ ἐπὶ γῆς σαρκὶ ἐπέφανεν, εἰς μετάνοιαν καλῶν, τοὺς κατ' ἐμὲ ἁμαρτωλούς, θαρσεῖτε καὶ μὴ θροεῖσθε· μικρὸς γάρ ἐστιν ὁ κόπος, ἀλλὰ γλυκεῖα ἡ ἀνταπόδοσις.
Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον ΤΟ ΑΚΟΥΤΕ
Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τρόπος ὁ τῆς κυήσεως, ἐν σοὶ ἐγνώσθη ἀληθῶς, ὦ Ἀειπάρθενε, καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πάσιν ἐφηπλωμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν γ' Στιχολογίαν, ἕτερα
Ἦχος πλ. α'
Τὸ συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Ἐλισάβετ στειρώσεως ἠλευθέρωται, ἡ Παρθένος δὲ πάλιν παρθένος ἔμεινεν, ὅτε φωνῇ τοῦ Γαβριὴλ γαστρὶ συνέλαβεν, ἀλλ' ἐν νηδύϊ προσκιρτᾷ, τὸν ἐν γαστρὶ παρθενικῇ, Θεὸν προγνοὺς καὶ Δεσπότην, ὁ Πρόδρομος Ἰωάννης, εἰς σωτηρίαν ἡμῶν σαρκούμενον.
Μαρτυρικὸν
Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν αἱ Δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῷ, τὸν ἀσώματον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ἐπιτάχυνον ῥῦσαι λαόν σου, συνήθως κραυγάζοντά σοι ἐκτενῶς. Ἀντιτάχθητι αἰσχροῖς, καὶ ἀλαζόσι λογισμοῖς, ἵνα βοῶμέν σοι· Χαῖρε Ἀειπάρθενε.

Κανών α', ᾨδὴ α', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«ᾌσομαὶ σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαόν, δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν».

Ταῖς θείαις λαμπρότησι τοῦ Σωτῆρος, λελαμπρυσμένος, Ἀθλητά, τοὺς πίστει τελοῦντας, τὴν σὴν ἁγίαν ἄθλησιν, φωτὸς ἐνθέου πλήρωσον.

Ὅλος ἀνακείμενος τῷ Σωτῆρι, τὸν δι' αὐτὸν καρτερικῶς, θάνατον ὑπέστης, Ἡσύχιε πανόλβιε καὶ θείας ζωῆς ἔτυχες.

Νόμοις τοῦ Δεσπότου συμπεφραγμένος, τῶν ἀνομούντων, πονηράς, ἀπώσω θωπείας, Ἡσύχιε πανόλβιε ἀθλῶν καρτερικώτατα.
Θεοτοκίον
Παρθένος διέμεινας μετὰ τόκον, ὡς πρὸ τοῦ τόκου ἀληθῶς, τὸν Κτίστην τεκοῦσα, ὃν αἴτησαι Πανάμωμε, σωθῆναι τοὺς ὑμνοῦντάς σε.

Κανών α', ᾨδὴ γ', τοῦ Μάρτυρος
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».

Ἄνω πρὸς Θεὸν τὸ φρόνημα, ἔχων Ἀθλοφόρε, τῶν διωκτῶν κατεπάλαισας, δυναστείαν ὀλεθροτόκον, ἐναθλῶν καρτερικώτατα.

Μόνον τοῦ Χριστοῦ ἐράσμιον, κάλλος ἀγαπήσας, κάλλη τοῦ κόσμου παρέδραμες, καὶ ἀθλήσας δικαιοσύνης, ἀνεδήσω, Μάκαρ στέφανον.

Μίαν ἐπιγνοὺς Θεότητα, τῆς πολυθεΐας ἀπεβδελύξω τὸ ἄστατον, Ἀθλοφόρε, καὶ μαρτυρίῳ ἐλαμπρύνθης, ἀξιάγαστε.
Θεοτοκίον
Ἔστη μέχρι σοῦ ὁ θάνατος· τῆς ἀθανασίας γὰρ τὴν πηγὴν ἀπεκύησας, Παναγία, Χριστὸν τὸν μόνον, ὑπεράγαθον Θεὸν ἡμῶν.

Κάθισμα
Ἦχος γ'
Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Ἀκαταγώνιστος Ἀθλητὴς γέγονας, τοῦ Παντοκράτορος, μάκαρ Ἡσύχιε, ἐν τῷ καιρῷ τῶν διωγμῶν, τῆς σαρκὸς μὴ φεισάμενος· ὅθεν θανατούμενος, ποταμίοις ἐν ὕδασι, τούτοις ἐναπέπνιξας, τὸν πολέμιον δράκοντα· διὸ ἐν εὐφροσύνῃ, τὴν θείαν μνήμην σου Μάρτυς ἑορτάζομεν.
Θεοτοκίον
Ἀκατανόητον, καὶ ἀκατάληπτον, ὑπάρχει Δέσποινα, θεοχαρίτωτε, τὸ πεπραγμένον ἐπὶ σοί, φρικτὸν ὄντως μυστήριον! τὸν γὰρ ἀπερίληπτον, συλλαβοῦσα ἐκύησας, σάρκα περιθέμενον, ἐξ ἀχράντων αἱμάτων σου, ὃν πάντοτε Ἁγνὴ ὡς Υἱόν σου, δυσώπει τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἢ Σταυροθεοτοκίον
Ἡ ἀπειρόγαμος, Ἁγνὴ καὶ Μήτηρ σου, Χριστὲ ὁρῶσά σε, νεκρὸν κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνοῦσα ἀπεφθέγγετο· Τὶ σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων σου, Υἱέ μου δωρεῶν ἀπολαύσας; Ὑμνῶν σου τὴν θείαν συγκατάβασιν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἡσυχίου τοῦ Συγκλητικοῦ.
Στίχοι
Ποταμὸν Ἡσύχιος ὑδάτων ἔδυ,
Ὅπως ποταμὸν τοῦ πυρὸς διεκφύγῃ.
Δευτερίῃ προσέβη Ἡσύχιος ἐν πόλου ὅρμοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου, Ἐπισκόπου Κυρηνίας τῆς Κύπρου.
Στίχοι
Ἄθλου πέπλησαι, Θεόδοτε, στιγμάτων,
Εἰ καὶ μὲτ εἰρήνης σε Χριστὸς λαμβάνει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοΐντου τοῦ θαυματουργοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νέστορος καὶ Τριβιμίου.
Στίχοι
Ὁ τράχηλον Νέστορος πλήξας τῷ ξίφει,
Πληγὴν ὁμοίαν ἐντρίβει Τριβιμίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τρῳαδίου καὶ τῶν σὺν αὐτῷ μαρτυρησάντων ἐπὶ Δεκίου Βασιλέως.
Στίχοι
Μὴ μέλλε, Τρῳὰδιε, θνῄσκειν ἐκ ξίφους,
Μὴ μέλλε, καὶ μέλλησιν οὐχ ἕξει στέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Παρθένος Εὐθαλία ξίφει τελειοῦται.
Στίχοι
Υἱὸν φιλοῦσα Μητροπαρθένου Κόρης,
Τομὴν ὑπέστη καλλιπάρθενος Κόρη.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀνδρόνικος καὶ Ἀθανασία ξίφει τελειοῦνται.
Στίχοι
Ἀθανασία συνθανόντα τῇ πάνυ,
Πεπείσμεθα ζῆν Ἀνδρόνικον τὸν πάνυ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Τῌ ΤΡΙΤῌ
Ἦχος γ', Ὁ οὐρανὸν τοῖς ἄστροις
ΤΟ ΑΚΟΥΤΕ
Τὸν Πρόδρομον Ἰωάννην,καὶ Βαπτιστὴν τοῦ Σωτῆρος, τὸν ἐν Προφήταις Προφήτην, καὶ τῆς ἐρήμου τὸ θρέμμα, τῆς Ἐλισάβετ τὸν γόνον, ἀνευφημήσωμεν πάντες.
Θεοτοκίον, ὅμοιον
Σὲ καὶ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν, μή μου ἐλέγξῃ τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων· Παρακαλῶ σε Παρθένε, βοήθησόν μοι ἐν τάχει.

Ἀπόστιχα τῆς Παρακλητηκῆς
Ἀπόστιχα Κατανυκτικὰ
Ἦχος πλ. α'
Οἴμοι! τί ὡμοιώθην ἐγὼ τῇ ἀκάρπῳ συκῇ, καὶ πτοοῦμαι τὴν κατάραν σὺν τῇ ἐκκοπῇ; ἀλλ' ἐπουράνιε γεωργέ, Χριστὲ ὁ Θεός, τὴν χερσωθεῖσάν μου ψυχήν, καρποφόρον ἀνάδειξον, καὶ ὡς τὸν Ἄσωτον υἱὸν δέξαι με, καὶ ἐλέησόν με.
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Ἦχος πλ. α'
Τὰ πλήθη τῶν πταισμάτων μου πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ πάσας ἐξάλειψον τὰς ἀνομίας μου, λογισμόν μοι παρέχων ἐπιστροφῆς, ὡς μόνος φιλάνθρωπος δέομαι, καὶ ἐλέησόν με.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Μαρτυρικὸν
Ἦχος πλ. α'
Οἱ ἅγιοι Μάρτυρες, ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν, τῷ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο, ἐκείνων ἐστὶν ἡ φωνή. Διήλθομεν διὰ πυρός καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. ταῖς πρεσβείαις αὐτῶν, ὁ Θεὸς ἐλέησον ἡμᾶς.
Θεοτοκίον
Ἦχος πλ. α'
Ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ ζωὴ τῶν ἀπεγνωσμένων, ἡ ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, ἁγία Δέσποινα Θεοτόκε Παρθένε, τὴν βοήθειάν σου κατάπεμψον ἡμῖν.

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· Ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση· Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον τοῦ ῆχου δ'
Σὲ μεγαλύνομεν Θεοτόκε,
βοῶντες·
Σὺ εἶ ἡ βάτος,
ἐν ᾗ ἀφλέκτως Μωσῆς,
κατεῖδεν ὡς φλόγα,
τὸ πῦρ τῆς θεότητος.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Ὁ Λῃστὴς ἐν τῷ Σταυρῷ,
Θεὸν εἶναί σε πιστεύσας Χριστέ,
ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας.
Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ὡς ἐδικαίωσας Χριστέ, τὴν Πόρνην κλαύσασαν ἐξ ὅλης ψυχῆς, οὕτω Δέσποτα, καὶ ἐμὲ ἀπογνόντα, ἀπὸ πάσης ῥῦσαι ἀγαθέ, κολάσεως δέομαι.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Τὸν προδραμόντα τοῦ Χριστοῦ, καὶ ἑτοιμάσαντα ὁδοὺς ἀγαθάς, μακαρίσωμεν Ἰωάννην συμφώνως, ὅπως τούτου θείαις προσευχαῖς, πταισμάτων ῥυσθείημεν.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Οἱ τὸ ποτήριον Χριστοῦ, πιόντες Μάρτυρες προθύμῳ ψυχῇ, θολερῶν ἡμᾶς ἁμαρτημάτων καὶ νόσων, ἑπομβρίαις θείων προσευχῶν, λυτρώσασθε Ἅγιοι.
Δόξα...
Ἀκατάληπτε Θεέ, ἡ παντοδύναμος Τριὰς καὶ Μονάς, τοῦ Προδρόμου σου ταῖς πρεσβείαις με σῶσον, λυτρουμένη σκότους καὶ φλογός, τῆς ἀποκειμένης μοι.
Καὶ νῦν... Θεοτοκίον
Διὰ παντὸς ταῖς πονηραῖς, Παρθένε πράξεσι σπιλούμενος, σὲ τὴν ἄσπιλον τοῦ Δεσπότου Μητέρα, ἱκετεύω, ῥύπου με παντός, καθάρισον Δέσποινα.

Ἀπολυτίκιον
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· Ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση· Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Τοῦ Ναοῦ...
Κοντάκιον
Ἦχος β'
Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε,
μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε.
Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,
ἀλλὰ πρόφθασον, ὡς ἀγαθή,
εἰς τὴν βοήθειαν ἡμῶν,
τῶν πιστῶς κραυγαζόντων σοι·
Τάχυνον εἰς πρεσβείαν,
καὶ σπεῦσον εἰς ἱκεσίαν,
ἡ προστατεύουσα ἀεί,
Θεοτόκε, τῶν τιμώντων σε.

Προκείμενον τῆς ἡμέρας, Ἦχος βαρύς
Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.
Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου. 

ΤΡΙΤΗ ΛΔ΄, ΕΒΔΟΜΑΔΟΣ
Καθολικῆς Β΄Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα 2:9-22

Ἀγαπητοί, οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν· μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας· τολμηταί, αὐθάδεις! δόξας οὐ τρέμουσι βλασφημοῦντες· ὅπου ἄγγελοι, ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσι κατ᾽ αὐτῶν παρὰ Κυρίῳ βλάσφημον κρίσιν. Οὗτοι δέ, ὡς ἄλογα ζῷα φυσικὰ, γεγενημένα εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καταφθαρήσονται, κομιούμενοι μισθὸν ἀδικίας· ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν, συνευωχούμενοι ὑμῖν, ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίαις ἔχοντες, κατάρας τέκνα! καταλιπόντες τὴν εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν· ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγ- ξάμενον ἐκώλυσε τὴν τοῦ προφήτου παραφρονίαν. Οὗτοί εἰσι πηγαὶ ἄνυδροι, νεφέλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς, ἐν ἀσελγείαις τοὺς ὄντως ἀποφυγόντας, τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Συμβέβηκε δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροι- μίας, κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα· καί ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.

Ἀλληλούϊα τῆς ἡμέρας, Ἦχος β΄
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Τῌ ΤΡΙΤῌ ΤΗΣ ΑΠΟΚΡΕΩ
Ἐκ τοῦ κατὰ Μάρκον, ιδ΄ 10 - 42

Τῷ καιρῷ ἐκείνῳ, Ἰούδας ὁ Ἰσκαριὼτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς. οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι· καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ. Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα; καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστι τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον ἕτοιμον· καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν. καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ' ἐμοῦ. οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ' εἷς· Μήτι ἐγώ; καὶ ἄλλος· Μήτι ἐγώ; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ' ἐμοῦ εἰς τὸ τρυβλίον. ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε· Λάβετε φάγετε τοῦτό ἐστι τὸ σῶμά μου. καὶ λαβὼν τὸ ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον. ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα· ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. ὁ δὲ Πέτρος ἔφη αὐτῷ· Καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ' οὐκ ἐγώ. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. ὁ δὲ Πέτρος ἐκ περισσοῦ ἔλεγε μᾶλλον· Ἐὰν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον. Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· Καθίσατε ὧδε ἕως προσεύξωμαι. καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ' ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ' αὐτοῦ ἡ ὥρα, καὶ ἔλεγεν· Ἀββᾶ ὁ πατήρ, πάντα δυνατά σοι, παρένεγκε τὸ ποτήριον ἀπ' ἐμοῦ τοῦτο· ἀλλ' οὐ τί ἐγὼ θέλω, ἀλλ' εἴ τι σύ. καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι; γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ. καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· Καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε! ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν· ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε.

Κοινωνικόν τῆς ἡμέρας
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.